1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

40

με ἔπαισας. 10,9a μνήσθητι, ὅτι πηλόν με ἔπλασας, 9b εἰς δὲ γῆν με πάλιν ἀποστρέφεις. «ὥστε διὰ τὸ εὐτελὲς τῆς φύσεως, καὶ ὅτι εὐτελής εἰμι κατὰ φύσιν καὶ ὅτι τέλος τοιοῦτον δέξεταί με, οὐκ ἤρκει μοι ἡ τιμωρία ἡ κατὰ ταῦτα;» 10,10a οὐχ ὥσπερ γάλα με ἤμελξας, 10b ἔπηξας δέ με ἴσα τυρῷ; 10,11a δέρμα καὶ κρέας ἐνέδυσάς με, 11b ὀστέοις δὲ καὶ νεύροις ἐνεῖράς με, 10,12a ζωὴν δὲ καὶ ἔλεος ἔθου παρ' ἐμοί. 101 τουτέστιν· «ὁ τοσαύτην φιλανθρωπίαν ἐπιδειξάμενος, τοσαύτην σοφίαν καὶ πρόνοιαν, περιορᾷς;» διὰ γὰρ τοῦτο κατὰ μικρὸν λέγει τὴν σύστασιν τοῦ ἀνθρώπου, ἵνα δείξῃ, ὅτι «ἐκ τοῦ μὴ ὄντος ποιήσας τοσαύτην πρόνοιαν καὶ σοφίαν περιορᾷς;» δείκνυσιν, ὅτι οὐδὲν ἄνθρωπος. 10,12b ἡ δὲ ἐπισκοπή σου ἐφύλαξέ μου τὸ πνεῦμα. οὐκ ἤρκει ἡ φύσις αὑτῇ, ἀλλὰ δεῖ πολλῆς τῆς περὶ ἡμᾶς προνοίας. «παρὰ πάντα», φησίν, «τὸν βίον προνοίας ἀπήλαυσα τῆς σῆς.» 10,13a ταῦτα ἔχων ἐν ἐμαυτῷ οἶδα, ὅτι πάντα δύνασαι· 13b ἀδυνατεῖ δέ σοι οὐδέν. ὁρᾷς, ὅτι τὸ γνωστὸν τοῦ θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς, ὅτι ἤρκει ἡ κτίσις ἡμῶν καὶ ἤδη μοι δεῖξαι, τί ἐστιν ὁ θεός, καὶ τὴν δύναμιν αὐτοῦ, οὐχ ὁ οὐρανὸς μόνος; τὸ γὰρ ἐκ τοῦ σπέρματος ποιῆσαι τοιοῦτον καὶ διακρατῆσαι καὶ μὴ ἀφεῖναι κινδύνοις περιπεσεῖν ἱκανὸν τοῦ θεοῦ δεῖξαι τὴν ἰσχύν, τὴν δύναμιν, καὶ ἁμαρτόντα τηρῆσαι καὶ μὴ κολάσαι, καὶ δίκαιον ὄντα κολάσαι καὶ τιμωρήσασθαι. 10,14a ἐάν τε γὰρ ἁμάρτω, φησίν, φυλάξεις με, 14b ἀπὸ δὲ ἀνομίας οὐκ ἀθῷόν με ἐάσεις. ἵνα γὰρ μὴ τὴν φυλακὴν νομίσῃς σωτηρίαν, «κατάδικον ὄντα», φησίν, «δύνασαι φυλάξαι.» 10,15a ἐάν τε γὰρ ἀσεβήσω, οἴμμοι, 15b ἐάν τε ὦ δίκαιος, οὐ δυνήσομαι ἀνακύψαι. 15c πλήρης γάρ εἰμι ἀτιμίας. «οὐκ ἀρκεῖ μοι πρὸς σωτηρίαν ἡ δικαιοσύνη», φησίν. 102 10,16a ἀγρεύομαι δὲ ὥσπερ λέων εἰς σφαγήν, 16b καὶ πάλιν μεταβαλὼν δεινῶς με ὀλέκεις 10,17a ἐπανακαινίζων ἐπ' ἐμὲ τὴν αἰτίαν μου. 17b ὀργῇ δὲ μεγάλῃ μοι ἐχρήσω 17c καὶ ἐπήγαγες ἐπ' ἐμὲ πειρατήρια. 10,18a ἵνα τί οὖν ἐκ κοιλίας με ἐξήγαγες καὶ οὐκ εὐθὺς ἀπέθανον, 18b ὀφθαλμὸς δέ με οὐκ εἶδεν, 10,19a καὶ ὥσπερ οὐκ ὢν ἐγενόμην; 19b διὰ τί δὲ ἐκ γαστρὸς εἰς μνῆμα οὐκ ἀπῆλθον; 10,20a ἢ οὐκ ὀλίγος ἐστὶν ὁ χρόνος τοῦ βίου μου; 20b ἔασον δή με ἀναπαύσασθαι μικρὸν 10,21a πρὸ τοῦ με πορευθῆναι εἰς γῆν, ὅθεν οὐκ ἀναστρέφω, 21b εἰς γῆν σκοτεινὴν καὶ γνοφεράν, 10,22a εἰς γῆν σκότους αἰωνίου, οὗ οὐκ ἔστι φέγγος 22b οὐδὲ ὁρᾶν ζωὴν βροτῶν. ἀγρεύομαι δὲ, φησίν, ὥσπερ λέων εἰς σφαγήν, τουτέστιν· «κατεχόμενος οὐκ οἶδα.» εἶτα πάλιν τὴν συμφορὰν διηγεῖται τὴν ἑαυτοῦ, ὡς μεγάλη καὶ παράδοξος, καὶ τὸ ὀλιγοχρόνιον τοῦ βίου καὶ τὸ μετὰ ταῦτα μὴ εἶναι ἐλπίδα· ταύτῃ γὰρ γίνεται μεγάλη.

11,1 ΥΠΟΛΑΒΩΝ ∆Ε ΣΩΦΑΡ Ο ΜΙΝΑΙΟΣ ΛΕΓΕΙ· 11,2a ὁ τὰ πολλὰ λέγων καὶ

ἀντακούσεται; ἰδοὺ καὶ οὗτος φλυαρίαν αὐτοῦ κατηγορεῖ. ἐκεῖνος μὲν γάρ φησιν· πνεῦμα πολυρῆμον τοῦ στόματός σου, οὗτος δέ· ὁ τὰ πολλὰ λέγων καὶ ἀντακούσεται; 11,2b καὶ ὁ εὔλαλος οἴεται δίκαιος εἶναι; «μὴ γάρ, ἐπειδὴ φθέγξασθαι δύνασαι», φησίν, «ἤδη καὶ δίκαιος εἶ;» εἶτα τὴν φύσιν φησίν· 11,2c εὐλογημένος γεννητὸς γυναικὸς ὀλιγόβιος. «ὅτι υἱὸς εἶ γυναικός», φησίν, «πῶς οὖν δίκαιος εἶ;» 11,3a μὴ πολὺς ἐν ῥήμασι γίνου. «μὴ πολλὰ φθέγγου», φησίν. 103 11,3b ἢ οὐκ ἔστιν ὁ ἀνταποκρινόμενός σοι; ἢ τοῦτό φησιν· «μὴ γὰρ οὐκ ἔστιν ὁ ἀνταποκρινόμενός σοι;», τουτέστιν· «ἡμεῖς», ἢ «οὐκ ἔστιν ὁ εἰδὼς τὰ σὰ κακὰ εἰ μὴ ὁ θεός, ὃς εἰ ἠθέλησέ σε ἐλέγξαι, ἤδη ἂν ἀπώλου». ὅρα, πῶς οὐδαμοῦ τοῦ Ἰὼβ λέγοντος, ὅτι ἀδίκως πάσχει καὶ οὐκ ἔχει ἁμαρτήματα, τοῦτο ἐπιφέρουσιν αὐτῷ. 11,4a μὴ γὰρ λέγε, ὅτι καθαρός εἰμι τοῖς ἔργοις 4b καὶ ἄμεμπτος ἐναντίον αὐτοῦ. πῶς; καὶ μὴν αὐτὸς εἶπεν· «ἐπ' ἀληθείας οἶδα, ὅτι οὐκ ἔστι βροτὸς καθαρὸς ἐναντίον κυρίου». ὁρᾷς, πῶς ἐναντία ἐγκαλοῦσιν; 11,5a ἀλλὰ πῶς ἂν ὁ κύριος λαλήσαι πρὸς σέ; 5b καὶ ἀνοίξει χείλη αὐτοῦ μετὰ σοῦ· 11,6a εἶτα ἀναγγελεῖ σοι δύναμιν σοφίας, 6b ὅτι διπλοῦς ἔσται τῷ κατὰ σέ. 6c καὶ τότε γνώσῃ, ὅτι ἄξιά σοι ἀπέβη παρὰ κυρίου ὧν ἥμαρτες. «ἀλλ' εἰ ἦν