1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

41

δυνατόν», φησίν, «τὸν θεὸν ἀποκρίνασθαί σοι, ὅτι διπλοῦς ἐστι τῷ κατὰ σέ, τότε ἂν ἔγνως, ὅτι δικαίως πάσχεις.» τὸ μὲν ἡμάρτηται, τὸ δὲ ὀρθῶς εἴρηται. τὸ μὲν γὰρ εἰπεῖν, ὅτι «εἰ ἦν δυνατὸν τὸν θεὸν ἀποκρίνασθαί σοι-καὶ γὰρ πολύ σου βελτίων ἐστι καὶ σοφός-, ἔδειξεν ἄν σοι, ὅτι καλῶς ταῦτα πάσχεις», καλῶς εἴρηται, τὸ δὲ καὶ τότε γνώσῃ, ὅτι ἄξιά σοι ἀπέβη παρὰ κυρίου ὧν ἥμαρτες, οὐκέτι καλῶς. ἐπειδὴ γὰρ εἶπεν· εἴθε ἦν ὁ διελέγχων καὶ ὁ διακρίνων ἀνὰ μέσον ἀμφοτέρων, αὐτὸς τὸ ἐναντίον φησίν, ὅτι «εἰ ἦν, ἔδειξεν ἄν». ἀλλ' ὁ Ἰὼβ οὐ τοῦτο εἶπεν, ὅτι «οὐκ ἀξίως πάσχω», ἀλλ' ὅτι «ἀποκακῶ τῷ μέλλοντι» καὶ ὅτι «εὐτελής μου ἡ φύσις» καὶ ὅτι «ἔργον εἰμὶ τῶν χειρῶν αὐτοῦ». αὐτὸς δὲ ὡς εἰρηκότος, ὅτι «ἀδίκως πάσχω», οὕτω φησίν· ἀλλ' οὐχ οὕτως εἶπεν, ἀλλ' ὅτι «φοβοῦμαι, μὴ ἁμάρτω». 104 εἶτά φησιν· 11,7a μὴ ἴχνος κυρίου εὑρήσεις 7b ἢ εἰς τὰ ἔσχατα ἀφίκου ὧν ἐποίησεν ὁ παντοκράτωρ; τουτέστιν· «μὴ δύνασαι εἰδέναι αὐτοῦ τὴν σοφίαν καὶ τὴν ὁδόν;» καὶ μὴν καὶ αὐτὸς προλαβὼν ταῦτα ὡμολόγησε καὶ πολλὰ περὶ τῆς δυνάμεως αὐτοῦ καὶ τῆς σοφίας διελέχθη καὶ τοῦ ἀκαταλήπτου καὶ τοῦ καθαροῦ, ὥστε ταῦτα περιττά. 11,8a ὑψηλὸς ὁ οὐρανός, γῆ δὲ βαθεῖα, καὶ τί ποιήσεις; ἢ τοῦτο λέγει· «τί τοιοῦτον ποιῆσαι δύνασαι;» ἢ ὅτι «ὥσπερ ταπεινὸς εἶ σὺ ἐπὶ τῆς γῆς, οὕτως ὁ θεὸς ὑψηλὸς ἐν οὐρανῷ, καὶ οὐδὲν δύνασαι ἐργάσασθαι, ἀλλ' ὅσον ἀπέχει ὁ οὐρανὸς τῆς γῆς, τοσοῦτον καὶ σὺ τοῦ θεοῦ· αὐτὸς γὰρ οἶδε τὰ πάντα.» 11,8b ἢ βαθύτερα, φησίν, τῶν ἐν ᾅδου τί οἶδας; 11,9a ἢ μακρότερα μέτρων γῆς ἐπίστασαι 9b ἢ εὖρος θαλάσσης; 11,10a ἐὰν γὰρ καταστρέψῃ τὰ πάντα ἢ συναθροίσῃ, 10b τίς ἐρεῖ αὐτῷ· τί ἐποίησας; 11,11a αὐτὸς γὰρ οἶδεν ἔργα ἀνόμων, 11b ἰδὼν δὲ ἄτοπον οὐ παρόψεται. 11,12a ἄνθρωπος δέ, φησίν, ἄλλως νήχεται λόγοις, 12b βροτὸς δὲ γεννητὸς γυναικὸς ἴσα ὄνῳ ἐρημίτῃ. καὶ καλῶς εἶπεν· ἴσα ὄνῳ ἐρημίτῃ, τῷ συνεχῶς ὀγκουμένῳ. «οὐδὲν διαφέρει», φησίν, «τὰ ῥήματα ἡμῶν τῆς ἀσήμου φωνῆς ἐκείνης τῆς εἰκῇ καὶ ἁπλῶς βοώσης· ἐπὶ πᾶσι πάντα μεμφόμεθα, πάντα ἐγκαλοῦμεν.» πάλιν παραινοῦσιν αὐτῷ ὥστε ἐπιμεληθῆναι βίου· καὶ μὴν οὐδέν ἐστι τοῦτο φησί. διὰ γὰρ τοῦτο ἔλεγεν· ἐὰν ὦ δίκαιος, οὐ μὴ ἀνακύψω. «τί τὸ ὄφελος;» φησίν· «ἰδοὺ δίκαιός εἰμι, ἀλλὰ πρὸς αὐτὸν ἀκάθαρτος.» 11,13a εἰ γὰρ σὺ καθαρὰν ἔθου τὴν καρδίαν σου, φησίν, 13b ὑπτίασας δὲ τὰς χεῖράς σου πρὸς αὐτόν· 11,14a εἰ ἔστιν ἀνομία ἐν χερσί σου, 14b πόρρω ποίησον αὐτὴν ἀπὸ σοῦ, 14c ἀδικία δὲ ἐν διαίτῃ σου μὴ αὐλισθήτω. 105 11,15a οὕτω γὰρ ἀναλάμψει τὸ πρόσωπόν σου ὥσπερ ὕδωρ καθαρόν, 15b ἐκδύσῃ δὲ ῥύπον καὶ οὐ μὴ φοβηθῇς· 11,16a καὶ τῶν κόπων σου ἐπιλήσῃ 16b ὥσπερ κῦμα παρελθὸν καὶ οὐ πτοηθήσῃ. ἐπειδὴ γὰρ ἔλεγεν, ὅτι «ἀδύνατος ἡ μεταβολή· ἐὰν ἀποπλύνωμαι χιόνι, ἱκανῶς με ἐν ῥύπῳ ἔβαψας», διὰ τοῦτό φησιν· οὕτως ἀναλάμψει σου τὸ πρόσωπον ὥσπερ ὕδωρ καθαρόν. τὰ μὲν οὖν ἄλλα καλῶς, τὸ δὲ λέγειν ἀεί, ὅτι δι' ἁμαρτήματα ταῦτα γέγονεν, τοῦτο κακῶς, καὶ τὸ παραινεῖν μεταβάλλεσθαι πρὸς ἀρετήν-οὐ γὰρ ἦν ἐν κακίᾳ-, τοῦτο ἀγνοίας ἦν καὶ οὐκ εἰδότων οὐδέν. 11,17a ἡ δὲ εὐχή σου, φησίν, ὥσπερ ἑωσφόρος, 17b ἐκ δὲ μεσημβρίας ἀνατελεῖ σοι ζωή. 11,18a πεποιθώς τε ἔσῃ, ὅτι ἔσται σοι ἐλπίς, 18b ἐκ δὲ μερίμνης καὶ φροντίδος ἀναφανεῖταί σοι εἰρήνη. 11,19a ἡσυχάσεις γὰρ καὶ οὐκ ἔσται ὁ πολεμῶν σε· 19b μεταβαλλόμενοι δὲ πολλοί σου δεηθήσονται, 11,20a καὶ σωτηρία αὐτοὺς ἀπολείψει. 20b ἡ γὰρ ἐλπὶς αὐτῶν ἀπολεῖται. 20c ὀφθαλμοὶ δὲ ἀσεβῶν τακήσονται· παρ' αὐτῷ γὰρ σοφία καὶ δύναμις.

12,1 ΥΠΟΛΑΒΩΝ ∆Ε, φησίν, ΙΩΒ ΛΕΓΕΙ· 12,2a μὴ ὑμεῖς ἐστε ἄνθρωποι μόνοι, 2b ἢ μεθ' ὑμῶν τελευτήσει σοφία; ἐπειδὴ τὰ φανερὰ καὶ δῆλα λέγουσιν, ὅρα, πῶς τὰ μὲν προοίμια αὐτοῦ ἐπιεικέστερα, τὰ δὲ τέλη οὐχ οὕτω. διὰ τοῦτο λέγει· ὅταν ἄρξωμαι λαλεῖν, κεντοῦσί με. «ὑμεῖς ἔχετε λαβεῖν τὴν σοφίαν», φησίν, «καὶ ἀπελθεῖν;» παρατήρει, πῶς πανταχοῦ ἐν ἀρχῇ τῶν λόγων, ἐπειδὴ μέλλει μετὰ ταῦτα φορτικὰ φθέγγεσθαι, ἵνα μὴ αὐτοῦ καταψηφίσῃ, πῶς πανταχοῦ πρῶτον ἀφοσιοῦται πρὸς τὸν θεὸν καὶ λέγει, ὅτι μέγας ἐστὶ καὶ θαυμαστὸς καὶ οὐδὲν ἀδίκως ποιεῖ. 106