1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

42

12,2a μὴ ὑμεῖς ἐστε, φησίν, ἄνθρωποι μόνοι, 2b ἢ μεθ' ὑμῶν τελευτήσει σοφία; 12,3 καὶ ἐμοὶ μὲν καθ' ὑμᾶς καρδία ἐστίν· 12,4 δίκαιος δὲ ἀνὴρ καὶ ἄμεμπτος ἐγένετο εἰς χλευασμόν. 12,5a εἰς χρόνον γὰρ τακτὸν ἡτοίμασταί μοι πεσεῖν ὑπὸ ἄλλων 5b οἴκους τέ μου ἐκπορθεῖσθαι ὑπὸ ἀνόμων. «μὴ γάρ, ἐπειδὴ συμφορᾷ περιέπεσον», φησίν, «καὶ τὸ φρονεῖν ἀπώλεσα;» δίκαιον ἑαυτὸν ἐνταῦθα λέγει οὐχὶ τὴν τελείαν ἀρετὴν ἑαυτῷ μαρτυρῶν, ἀλλὰ τὸ μηδένα ἠδικηκέναι, τὸ μηδένα τῶν ἄλλων ἔχειν ἐγκαλεῖν αὐτῷ. οἴκους τέ μου ἐκπορθεῖσθαι ὑπὸ ἀνόμων. «οὕτως ἔδει γενέσθαι, τοῦτο ἄνωθεν τετύπωτο. πλήν», φησίν, «μὴ νομίζετε μέχρις ἐμοῦ ταῦτα στήσεσθαι. εἰ γὰρ ἐγὼ μηδὲν ἠδικηκὼς τοιαῦτα πάσχω, πολλῷ μᾶλλον ὁ πονηρός.» 12,6a οὐ μὴν δὲ, φησίν, ἀλλὰ μηδεὶς πεποιθέτω πονηρὸς ὢν ἀθῷος ἔσεσθαι. 6b ὅσοι παροργίζουσι τὸν κύριον, 6c πῶς οὐχὶ καὶ ἔτασις αὐτῶν ἔσται; «δῆλον τοῦτο», φησίν, «καὶ ὡμολογημένον καὶ ἅπασι σαφές, ὅτι τὸν πονηρὸν παρὰ τῷ θεῷ πάντως ἐξετασθῆναι δεῖ. τοῦτο δέ», φησίν, «οὐκ ἀνθρώποις δῆλον μόνον, ἀλλὰ καὶ ἀλόγοις καὶ αὐτῇ τῇ ἀναισθήτῳ γῇ·» 12,7a ἀλλὰ δὴ ἐπερώτησον τετράποδα, φησίν, ἐάν σοι εἴπῃ, 7b ἢ πετεινὰ οὐρανοῦ, ἐάν σοι ἀναγγείλῃ. 12,8a ἐκδιήγησαι δὲ γῇ, ἐάν σοι φράσῃ, 8b καὶ εἰ ἐξηγήσονταί σοι οἱ ἰχθύες τῆς θαλάσσης, 12,9a ὅτι τίς οὐκ ἔγνω ἐν πᾶσι τούτοις, 9b ὅτι χεὶρ κυρίου ἐποίησεν ταῦτα, 12,10a ὅτι ἐν χειρὶ αὐτοῦ ψυχὴ πάντων τῶν ζώντων 10b καὶ πνεῦμα παντὸς ἀνθρώπου; φησίν. 107 «τί τοίνυν ὡς μέγα τι καὶ θαυμαστὸν εὑρηκότες οὕτω διάκεισθε; δεῖ γὰρ πάντως τὸν τοιοῦτον ἀπολέσθαι, καὶ οὐδεὶς ἀγνοεῖ, καὶ τοῦτο δὲ πάντες ἴσμεν, ὅτι ἐν χειρὶ αὐτοῦ ψυχὴ πάντων ἀνθρώπων.» ὁρᾷς, πῶς οὐχὶ τὸ δημιουργικὸν μόνον, ἀλλὰ καὶ τὸ προνοητικὸν αὐτῷ μαρτυρεῖ, ὅτι πάντα συνέχει καὶ διακρατεῖ, καὶ τὴν ζωὴν καὶ τὴν ψυχὴν τῶν ἀνθρώπων, ὥστε δύναται, ὅτε βούλεται, κολάσαι καὶ τιμωρήσασθαι. 12,11a νοῦς μὲν γὰρ ῥήματα διακρίνει, 11b λάρυγξ δὲ σῖτα γεύεται. τουτέστιν· «εἰ τὰ ἄλογα οἶδε ταῦτα, πολλῷ μᾶλλον ἡμεῖς οἱ νοῦν ἔχοντες, οὐχὶ λάρυγγα μόνον ὥστε ἐσθίειν καθάπερ ἐκεῖνα.» ἢ τοῦτο, ὅτι «οὐκ εἰμὶ ἀνόητος, οἶδα ταῦτα· καθάπερ γὰρ λάρυγγα ἡμῖν ἔδωκεν ὁ θεὸς ὥστε διακρίνειν τὰ σῖτα οὕτω καὶ νοῦν ὡς πρὸς τὰ ψηφίσματα καὶ τὸν χρόνον ὥστε εὑρίσκειν τὴν ἐπιστήμην·» 12,12a ἐν πολλῷ, γάρ φησιν, χρόνῳ σοφία εὑρίσκεται, 12b ἐν δὲ μακρῷ βίῳ ἐπιστήμη. ἐνταῦθα κατὰ φύσιν εἶναι τὸ φρόνιμον τοῖς ἀνθρώποις σημαίνει ὥσπερ τὸ ἐσθίειν. καὶ ἀρχόμενος τοῦτό φησιν· μὴ ὑμεῖς ἐστε ἄνθρωποι μόνοι; «ἕως ἂν ὦ ἄνθρωπος», φησίν, «δύναμαι ταὐτὰ συνιδεῖν ἃ καὶ ὑμεῖς.» ἐν πολλῷ χρόνῳ, φησίν, σοφία εὑρίσκεται. ἐμοὶ δοκεῖ καθάπτεσθαι αὐτῶν. «μὴ γὰρ νομίζετε», φησίν, «τὸ πᾶν εὑρηκέναι. εἰ γὰρ καὶ νοῦν ἔχομεν διακρίνοντα, ἀλλ' ὅμως καὶ χρόνου δεόμεθα πολλοῦ ὥστε εὑρεῖν.» 108 12,13a παρ' αὐτῷ σοφία, φησίν, καὶ δύναμις, 13b παρ' αὐτῷ βουλὴ καὶ σύνεσις. «ἡ γὰρ πᾶσα σοφία», φησίν, «παρὰ τῷ θεῷ ἐστιν, ἀθρόως καὶ χωρὶς χρόνων ἐκεῖ ἐστιν· ταῦτα μὲν γὰρ κατὰ φύσιν ἐστίν, τὸ διακρίνειν καὶ γεύεσθαι τῷ νῷ καὶ τῷ λάρυγγι, τὸ δὲ εὑρεῖν σοφίαν χρόνου ἐστίν. μὴ γάρ, ἐπειδὴ ταῦτα ἴσμεν, τὸ πᾶν ἴσμεν; οἴδαμεν, ὅτι πονηροὶ κολάζονται, ἀλλ' ἰδοὺ καὶ ἐγὼ δίκαιος ὢν κολάζομαι, ὥστε χρόνου δεῖ ὥστε μαθεῖν ταῦτα τοῦ πολλὰ παραδείγματα τοιαῦτα φέροντος.» ὁρᾷς, πόσον ἐστὶν ἡ τῶν γραφῶν ἐμπειρία; ὅπερ ἔχουσιν οἱ γέροντες ἀπὸ τῆς πείρας τῶν πραγμάτων, τοῦτο σὺ μετὰ πολλῆς τῆς περιουσίας, ὁ νέος, ἀπὸ τῆς διηγήσεως τῶν πραγμάτων· πολλὰ ἔπαθον ἐκεῖνοι, πολλὰ εἶδον· καὶ σὺ πολλὰ ὄψει, ἐὰν θέλῃς τὰς γραφὰς ἐπιέναι μετὰ ἐπιστασίας πολλῆς. διὸ καί τις ἔλεγεν· πᾶσαν διήγησιν θείαν θέλε ἀκροᾶσθαι. καὶ πάλιν· διήγημα πρεσβυτέρων μὴ παρίδῃς· καὶ γὰρ αὐτοὶ ἔμαθον παρὰ τῶν πατέρων αὐτῶν. οὐ χρεία σοι χρόνου· ἂν γὰρ αὐτὸς θέλῃ δοῦναι, οὐδὲ χρόνου χρεία. εἶτα περὶ τῆς δυνάμεως αὐτοῦ διαλέγεται τῆς κολαστικῆς καὶ τιμωρητικῆς· 12,14a ἐὰν καταστρέψῃ, φησίν, τίς οἰκοδομήσει; 14b ἐὰν δὲ καὶ ἀποκλείσῃ κατὰ ἀνθρώπου, τίς ἀνοίξει; 12,15a ἐὰν κωλύσῃ τὸ ὕδωρ, ξηρανεῖ τὴν γῆν, 15b ἐὰν δὲ καὶ ἐπαφῇ,