1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

43

ἀπώλεσε καταστρέψας αὐτήν. 12,16a παρ' αὐτῷ κράτος καὶ ἰσχύς, 16b παρ' αὐτῷ ἐπιστήμη καὶ σύνεσις. εἶτα καὶ περὶ τῆς σοφίας· 12,17a διάγων, φησίν, βουλευτὰς γῆς αἰχμαλώτους, 17b κριτὰς δὲ γῆς ἐξέστησεν. 12,18a καθιστάνων βασιλεῖς ἐπὶ θρόνων 18b καὶ περιζωννύων αὐτοὺς ζώνην ὀσφύος αὐτῶν, 12,19a ὁ ἐξαποστέλλων ἱερεῖς αἰχμαλώτους, 19b δυ109 νάστας δὲ γῆς κατέστρεψεν. 12,20a διαλλάσσων χείλη πιστῶν, 20b σύνεσιν δὲ πρεσβυτέρων ἔγνω· 12,21a ἐκχέων ἀτιμίαν ἐπ' ἄρχοντας, 21b ταπεινοὺς δὲ ἰάσατο. «οὐχὶ σοφίας καὶ ταῦτα», φησίν, «ἔργα τοῦ θεοῦ παράδοξα; οἶδα ἐγὼ καὶ τὰ πλεῖστα αὐτῶν» φησίν. 12,22a ὁ ἀποκαλύπτων, φησίν, βαθέα ἐκ σκότους, 22b ἐξήγαγε δὲ εἰς φῶς σκιὰν θανάτου. 12,23a πλανῶν ἔθνη καὶ ἀπολλύων αὐτά, 23b καταστρωννύων ἔθνη καὶ καθοδηγῶν αὐτά, 12,24a διαλλάσσων καρδίας ἀρχόντων γῆς, 24b ἐπλάνησε δὲ αὐτοὺς ὁδῷ ᾗ οὐκ ᾔδεισαν. 12,25a ψηλαφήσαισαν σκότος καὶ μὴ φῶς, 25b ἐπλανήθησαν δὲ ὥσπερ ὁ μεθύων.

13,1a ἰδοὺ ταῦτα ἑώρακέ μου ὁ ὀφθαλμὸς 1b καὶ τὸ οὖς μου ἀκήκοεν, 13,2a

καὶ οἶδα, ὅσα καὶ ὑμεῖς ἐπίστασθε, 2b καί γε νεώτερος ὑμῶν ὢν οὐκ εἰμὶ ἀσυνετώτερος ὑμῶν. «τί γάρ; εἰ καὶ νεώτερός εἰμι», φησίν, «οἶδα ταῦτα σαφῶς.» 13,3a οὐ μὴν δὲ ἀλλὰ πρὸς κύριον λαλήσω ἐγώ, 3b ἐλέγξω δὲ ἐναντίον αὐτοῦ, ἐὰν βούληται. ὁρᾷς; τοῦτό ἐστιν, ὅπερ εἶπεν· «μὴ νομίσητε», φησίν, «εἴ τι βαρὺ καὶ ἐπαχθὲς εἶπον, ὑπὸ ἀγνοίας με ταῦτα λέγειν· οἶδα μὲν γάρ, ἅπερ εἶπον. οὐ μὴν ἀποστήσομαι τοῦ λέγειν πρὸς τὸν θεόν. μὴ γὰρ πρὸς ἄνθρωπον λέγω· πρὸς τὸν θεὸν τὸν εἰδότα τὰ ἀπόρρητα τῆς διανοίας. βέλτιόν μοι», φησίν, «πρὸς τὸν θεὸν κρίνεσθαι ἢ πρὸς ὑμᾶς.» 13,4a ὑμεῖς γάρ ἐστε ἰατροὶ ἄδικοι 4b καὶ ἰαταὶ κακῶν πάντες. 13,5a εἴη δὲ ὑμῖν κωφεῦσαι, 5b καὶ ἀποβήσεται ὑμῖν εἰς σοφίαν. ὅταν γάρ τις τὰ μὴ λόγον ἔχοντα φθέγγηται, βέλτιον σιγᾶν, καὶ σιωπῶν μᾶλλον ἔσται σοφὸς ἢ λέγων. 110 13,6a ἀκούσατε δὴ ἔλεγχον στόματός μου, 6b κρίσει δὲ χειλέων μου προσέχετε. 13,7a πότερον οὐκ ἔναντι κυρίου λαλεῖτε, 7b ἔναντι δὲ αὐτοῦ φθέγγεσθε δόλον, καλῶς γε λαλοῦντες; ὃ λέγει, τοιοῦτόν ἐστιν· «οὐ νομίζετε τὸν θεὸν ἀκούειν», φησίν, «ἃ λέγετε, ὅτι μετὰ δόλου διαλέγεσθε, οὐχὶ προαιρέσει ἀγαθῇ, ἀλλὰ πλῆξαι βουλόμενοι μόνον καὶ τὴν δόξαν τρῶσαι τὴν ἐμήν. εἰ γὰρ καὶ τὰ ῥήματα ὀρθά, ἀλλ' οὐ μετὰ διανοίας ὀρθῆς, οὐχ ὥστε διορθῶσαι, οὐχ ὥστε νουθετῆσαι, οὐχ ὥστε βελτίω ποιῆσαι- οὐ γὰρ ἀγνοοῦντα διδάσκετε-, ἀλλ' ὥστε καταβάλλειν.» 13,8a ἢ ὑποστέλλεσθε, φησίν, 8b αὐτοὶ ὑμεῖς κριταὶ γίνεσθαι, 13,9a καλῶς γε λαλοῦντες. ἐὰν γὰρ ἐξιχνιάσῃ ὑμᾶς, 9b εἰ καὶ τὰ πάντα ποιοῦντες προστεθήσεσθε ὁδῷ αὐτοῦ, 13,10a οὐθὲν ἧττον ἐλέγξει ὑμᾶς. ἐὰν ἐξιχνιάσῃ ὑμᾶς, φησίν. «νῦν ὑμεῖς οἱ λαλοῦντες νῦν, εἰ ἐφ' ὑμῶν τὸ πρᾶγμα ἐκρίνετο, οὐκ ἂν ταῦτα ἐφθέγξασθε.» τουτέστιν· «εἰ ὑμεῖς ἦτε ἐγὼ καὶ ἐξήταζεν ὑμῶν τὰ πράγματα ἀκριβῶς, οὐκ ἂν ἐγένεσθε κριταὶ καθάπερ νῦν.» ἢ πάλιν ἄλλως· «ἰδοὺ λέγω καὶ ταῦτα· οὐ δύνασθε γενέσθαι κριταὶ τοῖς ἐμοῖς ῥήμασιν ὑμεῖς οἱ ταῦτα λαλοῦντες. κἂν γάρ», φησίν, «πλείονα τούτων εἴπητε καὶ πάντα ποιήσητε ὥστε ὑπὲρ τοῦ μέρους αὐτοῦ εἰπεῖν, οὐδὲν ἧττον ἐλέγξει ὑμᾶς καὶ ἀπαιτήσει λόγον καὶ εὐθύνας.» 13,10b εἰ δὲ καὶ κρυφῇ πρόσωπα θαυμάζετε, 13,11a πότερον οὐχὶ δεινὰ αὐτοῦ στροβήσει ὑμᾶς; 11b φόβος δὲ κυρίου ἐπιπεσεῖται ὑμῖν, 13,12a καὶ ἀποβήσεται ὑμῶν τὸ γαυρίαμα ἴσα σποδῷ, 12b τὸ δὲ σῶμα πήλινον. 13,13 κωφεύσατε, φησίν, ἵνα λαλήσω,-τουτέστιν· «σιωπήσατε»-καὶ ἀναπαύσομαι, φησίν, θυμοῦ μου. ὁρᾷς, ὅτι οὐχὶ δικαιοῦντος ἁπλῶς ἑαυτὸν ἦν τὰ ῥήματα, ἀλλὰ παραμυθία τις τῆς ὀδύνης; 111 13,13 καὶ ἀναπαύσομαι, φησίν, θυμοῦ μου 13,14a ἀναλαβὼν τὰς σάρκας μου τοῖς ὀδοῦσί μου. «ὥσπερ», φησίν, «οἱ κατεσθίοντες ἑαυτοὺς παραμυθίαν ἔχουσί τινα, ὥσπερ οἱ τὰς σάρκας τὰς ἑαυτῶν καταδάκνοντες ἐν ταῖς ὀδύναις ἔχουσί τινα παραμυθίαν, οὕτω καὶ ἐγὼ ταῦτα φθεγγόμενος.» 13,14b ψυχὴν δέ μου, φησίν, θήσομαι ἐν χερσί μου, 13, 15a ἐάν με χειρώσηται ὁ δυνάστης, ἐπεὶ καὶ ἦρκται. ἆρα