1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

47

πατέρες αὐτῶν καὶ οὐκ ἔκρυψαν παρ' ἑαυτοῖς.» 119 καὶ οὐκ ἐπῆλθεν ἀλλογενὴς ἐπ' αὐτούς. τουτέστιν· οἱ σοφοὶ καὶ εἰρήνης ἀπολαύοντες ἐκγόνοις παραδιδόντες οὐδὲ πόλεμον ὑπέμειναν οὐδὲ μάχην εἶδον οὐδὲ ἀνάστατοι γεγόνασιν, ἀλλ' ἔστησαν γενναίως καὶ ἀνδρείως καὶ περιεγένοντο καὶ ἐκράτησαν ἰσχύος καὶ δυνάμεως μεγέθους πολλῆς ἀπολαύοντες εἰρήνης. πᾶς ὁ βίος ἀσεβῶν, φησίν, ἐν φροντίδι. καὶ ὅταν κατειρηνεύσωσιν, τὸ συνειδὸς αὐτῶν τοιοῦτον. ἔτη δὲ ἀριθμητὰ δεδομένα δυνάσταις. τοῖς ἀδίκοις, φησίν· οἱ γὰρ τύραννοι ὀλιγοχρόνιοι. ὅταν δοκῇ εἰρηνεύειν, τότε ἥξει ἡ καταστροφὴ αὐτοῦ. ὥστε μαθεῖν, ὅτι ἄνωθεν ὁ πόλεμος, οὐδὲ ἔσται αὐτῷ μεταβολὴ τῶν δεινῶν. καὶ κατατέτακται εἰς σῖτα γυψίν, ἐντέταλται εἰς χεῖρας σιδήρου. ὅρα, καὶ ὁ θάνατος ἐλεεινός, οὐ κατὰ τὸν κοινὸν νόμον τῆς φύσεως, ἀλλὰ βίᾳ καὶ πολέμῳ καὶ μάχῃ, καὶ μετὰ θάνατον οὐδὲ ταφὴ οὐδὲ κηδεία, καὶ οὐ μόνον τὸ ἄταφον, ἀλλὰ καὶ σῖτα γυψίν, φησίν. οἶδε δὲ ἐν ἑαυτῷ, ὅτι μένει αὐτὸν πτῶμα. τοῦτο χαλεπώτερον τὸ συνειδός, ὅταν αὐτῷ τοιαῦτα μαντεύηται καὶ προλέγῃ. 15,23c ἡμέρα σκοτεινὴ στροβήσει αὐτόν, 15,24a ἀνάγκη δὲ καὶ θλῖψις αὐτὸν καθέξει. 24b ὥσπερ στρατηγός, φησίν, πρωτοστάτης πεπτωκώς, 15,25a ὅτι ἦρκεν χεῖρας ἔναντι κυρίου, 25b ἔναντι δὲ κυρίου παντοκράτορος ἐτραχηλίασεν, 15,26a ἔδραμεν δὲ ἔναντι αὐτοῦ ὕβρει 26b ἐν πάχει νώτου ἀσπίδος αὐτοῦ, 15,27a ὅτι ἐκάλυψε τὸ πρόσωπον αὐτοῦ ἐν στέατι αὐτοῦ. καθάπερ ἐκεῖνος λαμπρός ἐστι καὶ περιφανής, εἰς δὲ ἐπικίνδυ120 νον τόπον στὰς εὐθέως ἀπολεῖται, ὥσπερ ἐκεῖνος ἑτέρων ἄρχων πρὸ τῶν ἄλλων πεσεῖται, οὕτω καὶ οὗτος. ὅρα παράδειγμα οἷον ἔδωκεν· «τί αὐτὸν ὠφελεῖ», φησίν, «ἡ στρατηγία καὶ ἡ ἀρχή, ὅτι ἦρκε χεῖρας ἔναντι κυρίου;» εἶτα λέγει ἀράς τινας τὰς πάντως ἀποβησομένας τοῖς ἀσεβέσιν. εἰπὼν γάρ· 15,27b καὶ ἐποίησε περιστόμιον ἐπὶ τῶν μηρῶν αὐτοῦ, αἶνος δὲ αὐτοῦ ὕβρις. 15,28a αὐλισθείη δὲ πόλεις ἐρήμους 28b καὶ εἰσέλθοι εἰς οἴκους ἀοικήτους. 28c ἃ δὴ ἐκεῖνος ἡτοίμασεν, ἄλλοι ἀποίσονται. 15,29a οὔτε μὴ πλουτισθῇ, οὔτε μὴ μείνῃ τὰ ὑπάρχοντα αὐτοῦ, 29b οὐδὲ μὴ βάλῃ ἐπὶ τὴν γῆν σκιάν, 15,30a οὐδὲ μὴ ἐκφύγῃ σκότος. 30b τὸν βλαστὸν αὐτοῦ μαράναι ἄνεμος 30c καὶ ἐκπέσοι αὐτοῦ τὸ ἄνθος. 15,31a μὴ πιστευέτω, ὅτι ὑπομενεῖ· 31b κενὰ γὰρ αὐτῷ ἀποβήσεται. τότε ἐπήγαγεν· 15,32a ἡ τομὴ αὐτοῦ πρὸ ὥρας φθαρήσεται, 32b καὶ ὁ ῥάδαμνος αὐτοῦ οὐ μὴ πυκάσῃ· 15,33a τρυγηθείη δὲ ὥσπερ ὄμφαξ πρὸ ὥρας, 33b καὶ ἐκπέσοι ὥσπερ ἄνθος ἐλαίας. 15,34a μαρτύριον γὰρ ἀσεβοῦς θάνατος, 34b πῦρ δὲ κατακαύσει οἴκους δωροδεκτῶν, 15,35a καὶ ἐν γαστρὶ λήψονται ὀδύνας. 35b ἀποβήσεται δὲ αὐτῷ κενά, 35c ἡ δὲ κοιλία αὐτοῦ ὑποίσει πόνον. πανταχοῦ τὸ ἄωρον καὶ ἀτέλεστον παρίστησιν. μαρτύριον γὰρ ἀσεβοῦς θάνατος, τουτέστιν· ἔλεγχος, κατηγορία, μαρτύριον τοῖς ἄλλοις ἀνθρώποις, ὅτι οὕτω δεῖ παθεῖν πάντας. καὶ πάλιν μαρτύριον ἀσεβοῦς θάνατος, τουτέστιν· δῆλος, καταφανής, οὐδενὶ ἄγνωστος. 121

16,1 ΥΠΟΛΑΒΩΝ ∆Ε ΙΩΒ ΛΕΓΕΙ· 16,2a ἀκήκοα τοιαῦτα πολλά, 2b

παρακλήτορες κακῶν πάντες. ἐπειδὴ ὥσπερ τι ἐξαίρετον τοῦτό φησιν καὶ ὥσπερ διήγημα παλαιὸν διηγεῖται καὶ ἄνωθεν κατάγει τὴν ἱστορίαν, «μὴ γὰρ ἄδηλα ταῦτα», φησίν. «πλὴν ἐπειδὴ ἁπλῶς φθέγγεσθε καὶ τὰ ἐπερχόμενα λαλεῖτε καὶ οὐ μετρεῖτε τὰ παρ' ὑμῶν ῥήματα, οὐδὲ ἐμοὶ νεμεσήσετε τὰ κατὰ ψυχὴν λέγοντι. 16,3a τί γάρ; μὴ τάξις ἐστίν, φησίν, ἐν ῥήμασι πνεύματος; 3b ἢ τί παρενοχλήσει σοι, ὅτι ἀποκρίνῃ; 16,4a καὶ ἐγὼ δὲ καθ' ὑμᾶς λαλήσω, 4b εἴ γε ὑπέκειτο ἡ ψυχὴ ὑμῶν ἀντὶ τῆς ἐμῆς ψυχῆς. 4c εἶτα ἐναλοῦμαι ὑμῖν λόγοις, 4d κινήσω δὲ καθ' ὑμῶν κεφαλήν. 16,5a εἴη δὲ ἰσχὺς ἐν τῷ στόματί μου 5b καὶ κίνησιν χειλέων οὐ φείσομαι. «ἐβουλόμην», φησίν, «ἐν τοῖς ἐμοῖς εἶναι τὰ ὑμέτερα καὶ ὑμᾶς ἀντ' ἐμοῦ εἶναι· καὶ εἶχον ἂν καὶ κινεῖν κεφαλὴν καὶ ταῦτα ποιεῖν ἅπερ ὑμεῖς. τότε ἔγνωτε μὴ φιλοσοφεῖν ἐν ἀλλοτρίοις κακοῖς. πλὴν καὶ νῦν ἐρῶ· καὶ γὰρ φέρει μοι τὸ πρᾶγμα παραμυθίαν. ἂν γὰρ εἴπω, παραμυθοῦμαι», φησίν, «ἂν δὲ σιωπήσω, οὐδὲν ταύτῃ τὰ