1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

48

δεινὰ ἔσται μοι φαυλότερα καὶ ἐλάττω.» 16,6a ἐὰν γὰρ λαλήσω, οὐκ ἀλγήσω τὸ τραῦμα· 6b ἐὰν δὲ καὶ σιωπήσω, τί ἔλαττον τρωθήσομαι; ἢ τοῦτό φησιν, ὅτι «εἰ ἤμην ἐν τοῖς ὑμετέροις καὶ τῶν δεινῶν ἐκτός, τότε ἂν ἔγνωτε. οὐ γὰρ ἤλγουν λαλῶν.» εἶτα πάλιν τὴν συμφορὰν ἀναγγέλλει· 16,7 νῦν δὲ κατάκοπόν με πεποίηκε, μωρόν, σεσηπότα· 16,8a καὶ ἐπελάβου μου, εἰς μαρτύριον ἐγενήθη· 122 8b καὶ ἀνέστη ἐν ἐμοὶ τὸ ψεῦδός μου, 8c κατὰ πρόσωπόν μου ἀνταπεκρίθη. 16,9a ὀργῇ χρησάμενος κατέβαλέ με, 9b ἔβρυξε δὲ ἐπ' ἐμὲ τοὺς ὀδόντας αὐτοῦ, 9c βέλη πειρατηρίων αὐτοῦ ἐπ' ἐμοὶ ἔπεσεν. 16,10a ἔπαισεν ἀκίσιν ὀφθαλμούς μου καὶ ἐνήλατό μοι ἐν τόξῳ. 10b ἕλκει ὀξεῖ ἔπαισέ με ἐπὶ τὰ γόνατα, 10c ὁμοθυμαδὸν δὲ κατέδραμον ἐπ' ἐμέ. 16,11a παρέδωκε γάρ με ὁ κύριος εἰς χεῖρας ἀδίκου, 11b ἐπὶ δὲ ἀσεβεῖς ἔρριψέ με. 16,12a εἰρηνεύοντα διεσκέδασέ με, 12b λαβὼν δὲ τῆς κόμης διέτιλέ με, 12c κατέστησέ με ὥσπερ σκοπόν. 16,13a ἐκύκλωσάν με λόγχαις 13b βάλλοντες εἰς νεφρούς μου οὐ φειδόμενοι, 13c ἐξέχεαν εἰς γῆν τὴν ζωήν μου. 16,14a κατέβαλόν με πτῶμα ἐπὶ πτώματι, 14b ἔδραμον ἐπ' ἐμὲ δυνατοί. «οὐκ ἀρκεῖ», φησίν, «ὅτι κολάζομαι, ἀλλὰ καὶ δοκῶ ἀνόητος εἶναι», ἢ ὅτι· «ἐξέστην τῶν κατὰ φύσιν φρενῶν.» εἶτα ἀνθρωπίνως αὐτὸν εἰσάγει πολεμοῦντα αὐτῷ μετὰ θυμοῦ· 16,15a σάκκον, φησίν, ἔρραψαν ἐπὶ βύρσῃ μου, 15b τὸ δὲ σθένος μου εἰς γῆν ἔσβεσαν. τουτέστιν· «ἐμελάνωσέ με», ἢ ἀπὸ κακῶν ἢ ὅτι σάκκος περιεγένετο. 16,16a ἡ γαστήρ μου συγκέκαυται ἀπὸ κλαυθμοῦ, 16b ἐπὶ δὲ βλεφάρων μου σκιὰ θανάτου. 16,17a ἄδικον γὰρ οὐδὲν ἦν ἐν χερσί μου, 17b εὐχὴ δέ μου καθαρά. 16,18a γῆ, μὴ καλύψῃς ἐφ' αἵματι τῆς σαρκός μου. τοῦτο γὰρ ἔθος τοῖς ἐν δεινοῖς οὖσι τὰ κακὰ αὐτῶν μὴ καλύπτεσθαι. «τοσοῦτον ἀπέχω», φησίν, «τοῦ συνειδέναι ἑαυτῷ, ὥστε βούλομαι πάντας ὁρᾶν, ἃ πάσχω.» 16,18b μηδὲ εἴη τόπος τῆς κραυγῆς μου. «μηδὲ τὴν κραυγήν μου καλύψῃς.» 123 16,19a καὶ νῦν ἰδοὺ ἐν οὐρανοῖς ὁ μάρτυς μου, 19b ὁ δὲ συνίστωρ μου ἐν ὑψίστοις. 16,20a ἀφίκοιτο ἡ δέησίς μου πρὸς κύριον, 20b ἐναντίον δὲ αὐτοῦ στάξαι μου ὁ ὀφθαλμός. μονονουχὶ λέγων· «ἀκούσαι ταῦτα ὁ θεός», φησίν, «ἴδοι ταῦτα ὁ θεός.» 16,21a εἴη δὲ ὁ ἔλεγχός μου ἔναντι κυρίου, 21b καὶ υἱὸς ἀνθρώπου τῷ πλησίον αὐτοῦ. τουτέστιν· «δικάζομαι πρὸς αὐτόν.» πάλιν τὰ αὐτά· 16,22a ἔτη δὲ ἀριθμητὰ ἥκασί μοι, 22b ὁδῷ δέ, ᾗ οὐκ ἀναστραφήσομαι, πορεύσομαι.

17,1a ὀλέκομαι πνεύματι φερόμενος. 1b δέομαι δὲ ταφῆς καὶ οὐ τυγχάνω·

17,2 λίσσομαι κάμνων, καὶ τί ποιήσω; 17,3a ἔκλεψαν δέ μου ἀλλότριοι τὰ ὑπάρχοντα. 3b τίς ἐστιν οὗτος; τῇ χειρί μου συνδεθήτω, 17,4a ὅτι καρδίαν αὐτῶν ἔκρυψαν ἀπὸ φρονήσεως. 4b διὰ τοῦτο οὐ μὴ ὑψώσῃ αὐτούς, 17,5a τῇ μερίδι ἀναγγελεῖ κακίας. 5b ὀφθαλμοὶ δέ μοι ἐπὶ υἱοὺς ἐτάκησαν. 17,6a ἔθου με θρύλημα ἐν ἔθνεσιν, 6b καὶ ἀπέβην αὐτοῖς γέλως. 17,7a πεπήρωνται ἀπὸ ὀργῆς οἱ ὀφθαλμοί μου, 7b καὶ πεπολιόρκημαι ὑπὸ πάντων μεγάλως. 17,8a θαῦμα ἔσχεν ἀληθινοὺς ἐπ' ἐμοί· 8b δικαίῳ γὰρ παράνομος ἐπανέστη. «οὐδὲ γὰρ τὸ κοινὸν τοῦτο τῶν δυσπραγούντων ἔχω εἰπεῖν, ὅτι ἐλεοῦμαι, ἀλλὰ τοὐναντίον γελῶμαι παρὰ τῶν ἀνοήτων, ἐκπλήττονται οἱ δίκαιοι ἐπ' ἐμοί.» 17,9a σχοίη δέ, φησίν, πιστὸς τὴν ἑαυτοῦ ὁδὸν 9b καὶ ὁ καθαρὸς χερσὶν ἀναλάβοι θάρσος. «πῶς», φησίν, «δύναται λοιπὸν πιστὸς ἔχεσθαι τῆς ἑαυτοῦ ὁδοῦ; πῶς δὲ καθαρὸς ἕξει θάρσος τούτων οὕτως ἐκβεβηκότων παρ' ἐλπίδα; ἔστω τὰ ἐμὰ ἐν οὐδενί· πῶς ἄλλοι στήσονται ἐν τῇ ὁδῷ τῆς ἀρετῆς; πλὴν ἀλλὰ πάλιν ὑμᾶς καλῶ εἰς κριτήριον.» 124 17,10a οὐ μὴν δὲ ἀλλὰ πάντως ἐρείδετε καὶ δεῦτε δή· 10b οὐ γὰρ εὑρίσκω ἐν ὑμῖν ἀληθές. 17,11a αἱ ἡμέραι μου παρῆλθον ἐν βρώμῳ, 11b ἐρράγη δὲ τὰ ἄρθρα τῆς καρδίας μου. 17,12a νύκτα εἰς ἡμέραν ἔθηκα, 12b φῶς ἐγγὺς ἀπὸ προσώπου σκότους. 17,13a ἐὰν γὰρ ὑπομείνω, ᾅδης μου ὁ οἶκος, 13b ἐν δὲ γνόφῳ ἔστρωταί μου ἡ στρωμνή. 17,14a θάνατον προσεκαλεσάμην πατέρα μου εἶναι, 14b μητέρα δέ μου καὶ ἀδελφὴν σαπρίαν. 17,15a