1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

50

ζήσονται ἕτεροι. 18,20a ἐπ' αὐτῷ δὲ ἐστέναξαν ἔσχατοι, 20b πρώτους δὲ ἔσχε θαῦμα. τουτέστιν· καὶ οἱ τυχόντες καὶ οἱ ἀπερριμμένοι. 18,21a οὗτοί εἰσιν οἶκοι ἀδίκων, 21b οὗτος δὲ τόπος τῶν μὴ εἰδότων τὸν κύριον. 127

19,1 ΥΠΟΛΑΒΩΝ ∆Ε ΙΩΒ ΛΕΓΕΙ· 19,2a ἕως τίνος ἔγκοπον ποιήσετε τὴν ψυχήν

μου 2b καὶ καθαιρεῖτέ με λόγοις; ὅρα οὐ μόνον οὐδὲν εἰσφέροντας ἀπὸ τῆς παραμυθίας, ἀλλὰ καὶ τοὐναντίον ποιοῦντας, συμπράττοντας τῷ διαβόλῳ καὶ συμμαχοῦντας καὶ καθαιροῦντας αὐτοῦ τὴν ἰσχύν. οὐκ ἤρκεσε τὰ παρελθόντα; ὅρα πάντας τοὺς τρεῖς ὡς ἐξ ἑνὸς στόματος τὰ αὐτὰ φθεγγομένους. 19,3a γνῶτε μόνον, φησίν, ὅτι ὁ κύριος ἐποίησέ μοι οὕτως. «τοῦτο γοῦν ὑμᾶς», φησίν, «ἐντρεπέτω, τὸ ἀξίωμα τοῦ κολάζοντος.» τοῖς γὰρ τοιούτοις ἐπεμβαίνειν οὐ χρὴ τοῖς ὑπὸ θεοῦ τιμωρουμένοις, ἀλλὰ θρηνεῖν καὶ φοβεῖσθαι, μάλιστα μὲν οὖν μηδενὶ ἐπιχαίρειν ἀπολλυμένῳ· οὐκ ἀθῳωθήσεται γάρ. τίς οὐκ ἂν ᾐδέσθη τὴν συμφοράν, εἰ μὴ τὸ ἀξίωμα. 19,3b καὶ καταλαλεῖτέ μου, φησίν, οὐκ αἰσχυνόμενοί με καὶ ἐπίκεισθέ μοι. 19,4a ναὶ δὴ ἐπ' ἀληθείας ἐπλανήθην, 4b καὶ ἐν ἐμοὶ αὐλίζεται πλάνος 4c λαλῆσαι ῥῆμα, ὃ οὐκ ἔδει. 4d τὰ δὲ ῥήματά μου πλανᾶται καὶ οὐκ ἐπὶ καιροῦ. τοῦτο κατὰ συνδρομὴν εἶπεν· καὶ πανταχοῦ αὐτὸ ποιεῖ πολλὰ διδοὺς κατὰ συνδρομήν. οὐκ ἀφίησιν ἐν τῷ αὐτῷ κεῖσθαι τὸν λόγον, ἀλλὰ καὶ ἐπαγωνίζεται πάλιν. «θῶμεν», γάρ φησιν, «ὅτι πολλὴν ἄνοιαν καὶ φλυαρίαν καταγινώσκετε τῶν ἐμῶν ῥημάτων καὶ ἀκαιρίαν· ἀλλ' ὑμᾶς οὐκ ἐχρῆν ἐπεμβαίνειν, εἰ καὶ τοῦτο οὕτως εἶχεν, ἀλλ' αἰδεῖσθαι τὴν συμφοράν, ἀλλὰ φοβεῖσθαι τὸν πλήξαντα, ἀλλὰ συγγνώμην ἀπονεῖμαι τῷ μεγέθει τῶν δεινῶν.» 128 19,5a ἔα δέ, ὅτι ἐπ' ἐμοὶ μεγαλύνεσθε, φησίν, 5b ἐνάλλεσθε δέ μοι ὀνείδει. 19,6a γνῶτε, ὅτι κύριός ἐστιν ὁ ταράξας με. καὶ τί τοῦτο; ὅτι αἰδεῖσθαι χρὴ καὶ φοβεῖσθαι. ἐμοὶ δοκεῖ αἰνίττεσθαι ἐνταῦθα, ὅτι οὐδὲ δι' ἁμαρτήματα τοσοῦτον ἔπασχεν. μὴ γάρ, εἴ τινα ὁ θεὸς πλήττει, οὗτος δι' ἁμαρτήματα πάντως πάσχει, ὥσπερ οὐδὲ οὗτος, ἀλλ' ὑπὲρ δοκιμῆς καὶ πλειόνων στεφάνων. 19,6b ὀχύρωμα δὲ αὐτοῦ, φησίν, ἐπ' ἐμὲ ὕψωσεν. 19,7a ἰδοὺ λαλῶ ἐν εἴδει καὶ οὐ λαλήσω. τουτέστιν· φανερῶς ἐν εἴδει ἢ ὡς πρός τινα διαλεγόμενος. 19,7b κακράξομαι, καὶ οὐδαμοῦ κρίμα. τοῦτο τὸ μέγα τῆς συμφορᾶς κεφάλαιον· «οὐδεὶς ἀκούει», φησίν, «οὐδεὶς δικάζει, οὐδεὶς ἀντιλέγει,»-τοῦτον ἐλεῆσαι οὐ χρή;- «οὐδένα βλέπω, πανταχοῦ περικεκύκλωμαι, κράζω, καὶ οὐδεὶς ἀκούει.» 19,8a κύκλῳ, φησίν, περιῳκοδόμημαι καὶ οὐ μὴ διαβῶ, 8b ἐπὶ δὲ ἀτραπούς μου σκότος ἔθετο. ἤτοι τὰς τῆς διανοίας ἤτοι τὰς τῆς ὁδοῦ, τουτέστιν· «ἐσκότωσέ με· οὐκ ἔχω, ποῦ ἀπελθεῖν, οὐδὲ βλέπω, οὐδὲ δύναμαι.» 19,9a τὴν δόξαν ἀπ' ἐμοῦ ἐξέδυσε 9b καὶ ἀφεῖλε τὸν στέφανον ἀπὸ κεφαλῆς μου, 19,10a διέσπασε δέ με κύκλῳ καὶ ᾠχόμην. «ἀλλ' ἔδησέ με πάντοθεν», φησίν, «οὐκ αὐτὸν ὁρῶ, οὐκ ἄλλον τινά.» 19,10b ἐξέκοψε δὲ ὥσπερ δένδρον τὴν ἐλπίδα μου. 19,11a δεινῶς μοι ὀργῇ ἐχρήσατο, 11b ἡγήσατο δέ με ὥσπερ ἐχθρόν. 19,12a ὁμοθυμαδὸν δὲ τὰ πειρατήρια αὐτοῦ 129 ἦλθον ἐπ' ἐμέ, ταῖς ὁδοῖς μου 12b ἐκύκλωσάν με ἐγκάθετοι. οἱ ἐπιβουλεύσαντες καὶ λαβόντες τὰ θρέμματα. πολλὴ ἡ πεῖρα τοῦ διαβόλου. οἱ περιλειφθέντες αὐτῷ τῶν οἰκείων χαλεπωτέραν εἰργάζοντο τὴν συμφορὰν τῶν ἀπελθόντων. ἐκεῖνοι μὲν γὰρ οὐδὲν ἐποίουν λοιπόν, οὗτοι δὲ καὶ ὠνείδιζον καὶ παρήκουον καὶ κατ' αὐτοῦ ἐλάλουν. 19,13a ἀπ' ἐμοῦ δέ, φησίν, ἀπέστησαν ἀδελφοί, 13b ἔγνωσαν ἀλλοτρίους ἢ ἐμέ. 13c οἱ φίλοι δέ μου ἀνελεήμονες γεγόνασιν, 19,14a καὶ οὐ προσεποιήσαντό με οἱ ἐγγύτατοί μου. 14b οἱ εἰδότες μου τὸ ὄνομα ἐπελάθοντό μου. 19,15a γείτονες, οἰκεῖοι, θεράποντες, θεράπαιναι εἰς ἀλλότριον ἐλογίσαντό με, 15b ἀλλογενὴς ἐγενόμην ἐναντίον αὐτῶν. 19,16a θεράποντας δέ μου ἐκάλεσα, καὶ οὐχ ὑπήκουσάν μου· 16b στόμα δέ μου ἐδεῖτο αὐτῶν. 19,17a καὶ ἱκέτευον τὴν γυναῖκά μου, 17b καὶ προσεκαλούμην κολακεύων υἱοὺς παλλακίδων μου, 19,18a οἱ δὲ εἰς τὸν αἰῶνά με ἀπείποντο. 18b ὅταν ἀναστῶ,