1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

62

μελῳδίας ἐστὶν ὑπόθεσις τὸ ὄργανον, ἀλλὰ τῶν ἐναντίων. μείζων ἡ συμφορά, ὅταν τῇ αὐτῇ πρὸς τὰ ἐναντία κέχρημαι. ὑπόμνησίς μοι τὸ ὄργανον τῆς παλαιᾶς εὐπραγίας γίνεται.» τῇ γὰρ μουσικῇ ἐχρῶντο οἱ παλαιοὶ ψάλλοντες. ἐντεῦθεν ἡμῖν δῆλον, ὅτι πρὸ τοῦ Μωσέως ἦν· ψαλμὸς γὰρ ἦν μετ' ἐκεῖνον, πρὸ ἐκείνου δὲ οὐδαμῶς.

31,1a διαθήκην ἐθέμην τοῖς ὀφθαλμοῖς μου, 1b καὶ οὐ συνήσω ἐπὶ παρθένον.

31,2a καὶ ἐπεμέρισεν ὁ θεὸς ἄνωθεν, 2b καὶ κληρονομία ἱκανοῦ ἐξ ὑψίστου. 31,3a οὐαὶ καὶ ἀπώλεια τῷ ἀδίκῳ 3b καὶ ἀπαλλοτρίωσις τοῖς ποιοῦσιν ἀνομίαν. 31,4a οὐχὶ αὐτὸς ὄψεται ὁδόν μου, 4b καὶ πάντα τὰ διαβήματά μου ἀριθμηθήσεται; 31,5a εἰ δὲ ἤμην, φησίν, πεπορευμένος μετὰ γελοιαστῶν, 5b εἴ γε καὶ ἐσπούδασεν εἰς δόλον ὁ πούς μου. βαβαὶ τῆς ἀκριβείας. «οὐκ ἔχει τις εἰπεῖν, οὐκ ἔχει, ὅτι τῷ πλούτῳ καὶ τοῖς ἀγαθοῖς τοῖς ἔμπροσθεν εἰς ῥαθυμίαν καὶ διάχυσιν ἀποχρησάμενος ταύτην τιννύω τὴν δίκην καὶ μεταβέβλημαι τοῦ θεοῦ κατάλληλόν μοι φάρμακον ἐπιθέντος.» τὸν μὲν γὰρ φιλογέλωτα καὶ τρυφῇ προσεσχηκότα καὶ φιλοπαίγμονα εἰκότως ἄν τις εἰς τὴν ἐναντίαν καταστήσειεν ἕξιν γοερῷ τινι καὶ πολυθρήνῳ παραδοὺς αὐτὸν βίῳ. τὸν δὲ καὶ πρὸ τούτου φεύγοντα μὲν κώμους, διώκοντα δὲ ἀνθρώπους παίζοντας καὶ γελωτοποιοῦντας 159 ποῖος ἂν ἔχοι λόγος ἐμπεσεῖν εἰς σκυθρωπὸν καὶ κατηφῆ βίον; ὁρᾷς, ὅτι τὸ τοῦ ψαλμοῦ καὶ ἐπὶ τούτου ἐπληροῦτο τὸ καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ; καίτοι πολυτελῆ παρατιθεὶς τράπεζαν καὶ πολλῆς ἀπολαύων εὐετηρίας καὶ τρυφῇ συζῶν διηνεκεῖ οὐδὲν τοιοῦτον ἔπαθεν, οἷον ἐν ἡμέρᾳ μιᾷ τῶν Ἑβραίων τὸ γένος. οὐκ εἶπεν· «εἰ ἐγέλασα», ἀλλ' «εἰ ἐπορεύθην μετὰ τούτων». «οὐδὲ τῆς αὐτῆς ὁδοῦ», φησίν, «ἐκοινώνησα.» καίτοι ποῖος τοῦτο ἀπηγόρευσε νόμος; εἰ δὲ καὶ ἐσπούδασεν εἰς δόλον ὁ πούς μου. «οὐκ ἔχει τις εἰπεῖν», φησίν, «ὅτι ῥαθυμίαν μὲν καὶ διάχυσιν καὶ τὸν ὑγρὸν τοῦτον οὐκ ἐδίωκον βίον, κατεσκληκὼς δὲ ὢν καὶ κατεστυμμένος ἐπὶ τὰς διαφερούσας ἐκείνῳ τῷ βίῳ κακίας κατέπεσον, πονηρίαν λέγω καὶ δόλον, ἀλλ' ἑκατέρας ὁμοίως τῆς πονηρίας ἀπέστην μακράν. 31,6a ἵσταμαι γὰρ ἐν ζυγῷ δικαίῳ. «τοσαύτης ἀκριβείας ὁ βίος μου μετέχει καὶ ἐν τοῖς μικροῖς, ὅσης δικαιοσύνης τὰ ζυγά, οὐδὲ τὸ μικρότατόν μοι παρημέληται. τούτων οὐκ ἄνθρωπον καλῶ μάρτυρα», φησίν, «τὸν καὶ χαρίσασθαι δυνάμενον, τὸν καὶ ἀγνοοῦντα πολλά, ἀλλὰ τὸν καὶ τὰ ἀπόρρητα μετὰ ἀκριβείας ἐπιστάμενον ἅπαντα θεόν, ὃν οὐδὲν δύναται τῶν ἡμετέρων λαθεῖν.» 31,6b οἶδε δὲ ὁ κύριος, φησίν, τὴν ἀκακίαν μου. 31,7a εἰ ἐξέκλινεν ὁ πούς μου ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, 7b εἰ δὲ καὶ τῷ ὀφθαλμῷ μου ἐπηκολούθησεν ἡ καρδία μου. ἔτι τοῦτο μικρόν, μέγα μὲν οὖν ὡς ἐν ἐκείνοις τοῖς χρόνοις, τάχα δὲ καὶ ὡς ἐν τοῖς παροῦσιν. τὸ μὲν γὰρ μηδὲ ἐπιθυμῆσαι μέ160 γα, καὶ τούτου δὲ οὐκ ἔλαττον τὸ δεξαμένους τὴν ἐπιθυμίαν μὴ προσθεῖναι τὴν πρᾶξιν. προϊὼν δὲ καὶ τὸ τούτου μεῖζόν φησιν, ὅτι οὐδὲ οἱ ὀφθαλμοὶ ἔπαθόν τι τοιοῦτον. 31,7c καὶ εἰ ἐν ταῖς χερσί μου ἡψάμην δώρων,- καὶ τὸν θεὸν μάρτυρα καλεῖ καὶ ἐπαρᾶται ἑαυτῷ. 31,8a σπείραιμι, φησίν, καὶ ἄλλοι φάγονται 8b ἄρριζός τε γενοίμην ἐπὶ τῆς γῆς. 31,9a εἰ ἐξηκολούθησεν ἡ καρδία μου γυναικὶ ἀνδρὸς ἑτέρου, 9b εἰ δὲ καὶ ἐγκάθετος ἐγενόμην ἐπὶ θύραις αὐτῆς, 31,10a ἀρέσαι ἄρα καὶ ἡ γυνή μου ἄλλῳ, 10b τὰ δὲ νήπιά μου ταπεινωθείη. οὐκ εἶπεν· "ὁ ὀφθαλμός μου", ἀλλ' "οὐδὲ ἡ καρδία μου". «οὐδὲ τὴν διάνοιάν μου», φησίν, «εἴασα διαφθαρῆναί ποτε, μή τί γε τὸ σῶμα.» ὅπερ φησὶν ὁ Χριστός· ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. 31,11a θυμὸς γὰρ ὀργῆς ἀκάθεκτος 11b τὸ μιᾶναι ἀνδρὸς γυναῖκα. 31,12a πῦρ γὰρ ἔσται καιόμενον ἐκ πάντων τῶν μερῶν· 12b οὗ δ' ἂν εἰσέλθῃ, ἐκ ῥιζῶν ἀπώλεσεν. τίνος δὲ ἕνεκεν καὶ τὴν τιμωρίαν ἐξηγεῖται; «ᾔδειν», φησίν, «τῆς ἀδικίας τὸ μέγεθος, ἐπεσκεψάμην ἀκριβῶς τῆς ἐπηρείας τὴν ὑπερβολήν.» ὅπερ εἰ καὶ ἡμεῖς ἐπάσχομεν, οὐκ ἂν ἡμάρτομεν. ὁ πλεονέκτης, εἰ τὴν