1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

64

ἐπεσκεμμένον τῶν ἀνθρωπίνων πραγμάτων τὸ ἐπίκηρον, τὸ πρόσκαιρον καὶ βραχὺ καὶ εὐπαρόδευτον. 163 εἶτα πάλιν καθαιρεῖ αὐτοῦ τὸ ἐγκώμιον. ἵνα γὰρ μὴ δόξῃ μέγα τι ποιεῖν, ὅρα τί φησιν· 31,26a ἦ οὐχ ὁρῶμεν ἥλιον τὸν ἐπιφαύσκοντα ἐκλείποντα, 26b σελήνην δὲ φθίνουσαν; οὐ γὰρ ἐπ' αὐτοῖς ἐστιν. «τὸ λαμπρὸν τοῦτο φῶς», φησίν, «ἀπόλλυται καὶ ἀφανίζεται καὶ οὐχ ὁρᾶται.» ὁρᾷς, οἵαν αἰτίαν φησὶ τῆς μεταβολῆς τῶν φωστήρων; ἄρα ἀρκεῖ πρὸς φιλοσοφίαν ἡ κτίσις ἡμῖν, οὐχὶ πρὸς θεογνωσίαν μόνον. ὅταν ἴδῃς, ὅτι μέγας ὁ ἥλιος, θαύμασον τὸν δημιουργόν. ὅταν ἴδῃς, ὅτι ἐκλείπει, τῶν ἀνθρωπίνων πραγμάτων τὸ εὔφθαρτον καταμάνθανε. εἰ γάρ, ὃ πάντων ἐστὶ λαμπρότερον τῶν ἐπὶ τῆς γῆς, τοῦτο λήγει καὶ μειοῦται καὶ τελευτᾷ, πολλῷ μᾶλλον τὰ λοιπὰ πάντα. εἰ τὸ οὕτω χρήσιμον καὶ ἀναγκαῖον καὶ οὗ χωρὶς ζῆν οὐκ ἔνι μεταβολὴν δέχεται, πολλῷ μᾶλλον τὰ περιττὰ καὶ οὐκ ἀναγκαίως ἡμῖν προσκείμενα. 31,27a καὶ εἰ ἠπατήθη, φησίν, λάθρᾳ ἡ καρδία μου, 27b εἰ δὲ καὶ χεῖρά μου θεὶς ἐπὶ στόματί μου ἐφίλησα, 31,28a καὶ τοῦτό μοι ἄρα ἀνομία λογισθείη μεγάλη, 28b ὅτι ἐψευσάμην ἔναντι κυρίου τοῦ ὑψίστου. τινές φασιν περὶ εἰδωλολατρίας τοῦτο εἰρῆσθαι, ἀλλ' οὐ πείθομαι· οὐ γὰρ ἂν ἐν μεγίστοις κατορθώμασι τοῦτο τέθεικεν. ἀλλ' ἐμοὶ δοκεῖ, ὅπερ πάσχουσιν οἱ ἐρωτικῶς διακείμενοι ἀπαντώντων τῶν ἐρωμένων· τὰς χεῖρας ἑαυτῶν καταφιλοῦσι τῷ στόματι, ἢ περὶ πλούτου ἢ περὶ πραγμάτων ὧν ἂν θαυμάζωσιν. ὅτι ἐψευσάμην, φησίν, ἔναντι κυρίου τοῦ ὑψίστου, «νῦν ταῦτα λέγων». ἢ ὅτι «οὐ ψεύδομαι ἐναντίον τοῦ θεοῦ»· τοῦτο γὰρ ψεῦδός ἐστι τὸ οὕτω τῶν ἀνθρωπίνων ἐκκρέμασθαι πραγμάτων. 164 31,29a εἰ δὲ καὶ περιχαρὴς ἐγενόμην ἐπὶ πτώματι ἐχθροῦ μου 29b καὶ εἰ εἶπον τῇ καρδίᾳ μου· εὖγε εὖγε, 31,30a ἀκούσαι ἄρα τὸ οὖς μου τὴν κατάραν μου, 30b θρυληθείην δὲ ὑπὸ λαοῦ κακούμενος. διὰ τῶν ἔργων ἐκεῖνο ἐπλήρου τὸ λέγον· ἐὰν πέσῃ ὁ ἐχθρός σου, μὴ εὐφραίνου ἐπ' αὐτῷ, ἐν δὲ τῷ ὑποσκελίσματι αὐτοῦ μὴ ἐπαίρου. εἶτα καὶ πρὸς τοὺς οἰκέτας πῶς ἡμέρως διέκειτο· 31,31a εἰ δὲ καὶ πολλάκις εἶπον, φησίν, αἱ θεράπαιναί μου· 31b τίς ἂν δῴη ἡμῖν τῶν σαρκῶν αὐτοῦ πλησθῆναι; 31c λίαν μου χρηστοῦ ὄντος. ἐντεῦθεν γὰρ ἡ ἐπιείκεια πᾶσα, ὅταν πρὸς τὸν ὑποτεταγμένον φιλάνθρωπός τις ᾖ καὶ μὴ βίαιος. 31,32a ἔξω δέ, φησίν, οὐκ ηὐλίζετο ξένος, 32b καὶ ἡ θύρα μου παντὶ ὁδοιπόρῳ ἀνέῳκτο. 31,33 εἰ δὲ καὶ ἁμαρτὼν ἑκουσίως ἔκρυψα τὴν ἁμαρτίαν μου· 31,34a οὐ γὰρ διετράπην πολυοχλίαν λαοῦ μου τοῦ μὴ ἐξαγορεῦσαι ἐναντίον αὐτῶν. πολλὴ τοῦτο φιλοσοφία. ὁρᾷς, ὅτι οὐδὲν πρὸς δόξαν ἑώρα οὐδὲ διὰ τοὺς λοιποὺς ἐποίει; ὁ γὰρ οὕτως αὐτῶν ὑπερορῶν τῆς δόξης ὡς καὶ τὰς ἁμαρτίας τὰς ἑκουσίους ἐξαγγέλλειν-· τὰς μὲν γὰρ ἀκουσίους κἂν ὁ τυχὼν εἴποι ἅτε μέλλων συγγνώμης ἀπολαύσεσθαι παρὰ τῶν ἀκροατῶν. οὐ γὰρ διετράπην, φησίν, πολυοχλίαν λαοῦ μου. τουτέστιν· τῶν ὑποτεταγμένων, τῶν εἰδότων, τῶν γινωσκόντων καὶ αὐτὸ τὸ εἶδος τῆς ἁμαρτίας. τοῦτό ἐστιν ἀληθῶς φιλοσοφία. λέγε γὰρ σὺ τὰς ἁμαρτίας σου πρῶτος, ἵνα δικαιωθῇς. «τῶν μὲν οὖν ἀγαθῶν κατορθωμάτων οὐδένα μάρτυρα ἐποιούμην, τῶν δὲ ἁμαρτημάτων καὶ τῶν πταισμάτων πάντας ἐβουλόμην εἶναι τοὺς συνειδότας.» τοῦτο μεγίστη φιλοσοφία, τοῦτο κανὼν ἀρετῆς, τὰ μὲν κατορθώ165 ματα κρύπτειν, ἐκπομπεύειν δὲ τὰ ἁμαρτήματα. οἱ δὲ νῦν τοὐναντίον ποιοῦσιν. 31,34b εἰ δὲ καὶ εἴασα, φησίν, ἀδύνατον ἐξελθεῖν τὴν θύραν μου κόλπῳ κενῷ. οὐκ εἶπεν· «ἐλθόντι ἔδωκα», ἀλλ'· «οὐδὲ βουλομένῳ συνεχώρησα». βίαν ἐποίει τοῖς καὶ ἥκουσι βουλομένοις αὐτὸν παρατρέχειν· ᾔδει γὰρ τὸ πρᾶγμα, ὅτι εὐπορία ἐστίν. ὅσην τοίνυν οἱ πένητες νῦν ποιοῦνται σπουδὴν διενοχλοῦντες τοὺς ὀφείλοντας καὶ δυναμένους χεῖρα ὀρέξαι, τοσαύτην ἐκεῖνος ἐτίθετο τότε διενοχλῶν τοὺς ὀφείλοντας εὖ παθεῖν. 31,35a τίς δῴη μοι, φησίν, ἀκούοντά μου; 35b χεῖρα δὲ κυρίου εἰ μὴ ἐδεδοίκειν, 35c συγγραφὴν δέ, ἣν εἶχον κατά τινος, 31,36 ἐπ' ὤμοις περιθέμενος ὡς στέφανον ἀνεγίνωσκον, 31,37a καὶ εἰ μὴ ῥήξας αὐτὴν ἀπέδωκα 37b οὐδὲν λαβὼν παρὰ χρεωφειλέτου μου, 31,38a εἰ