1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

65

ἐπ' ἐμοί ποτε ἡ γῆ ἐστέναξεν, 38b εἰ δὲ καὶ οἱ αὔλακες αὐτῆς ἔκλαυσαν ὁμοθυμαδόν, 31,39a εἰ τὴν ἰσχὺν αὐτῆς ἔφαγον ἄνευ τιμῆς μόνος, 39b εἰ δὲ καὶ ψυχὴν κυρίου τῆς γῆς ἐκβαλὼν ἐλύπησα, 31,40a ἀντὶ πυροῦ ἐξέλθοι μοι κνίδη, 40b ἀντὶ δὲ κριθῆς βάτος. «ὁμωρόφιον», φησίν, «ἐποιούμην ἕκαστον τῶν δεομένων, τῆς στέγης κοινωνεῖν παρεῖχον οὐχ ἁπλῶς ἐπ' ἀγορᾶς †ὁρῶν†. κοινὴν ἐκεκτήμην τὴν οἰκίαν, κοινὴν τὴν τράπεζαν, ἅπαντα κοινά. οἰκονόμος τις εἶναι ἐνόμιζον τῶν ἐν χρείᾳ καθεστηκότων, οὐκ ἐμὰ τὰ ἐμὰ ἡγούμενος, ἀλλὰ δεσποτικὰ τὰ ἐμά. ὁ κύριος ἔδωκεν, οὐκοῦν διανεμέσθω τοῖς συνδούλοις.» σιτομέτριον ἦν· οὐ γὰρ ἐθεράπευεν αὐτοὺς ὑποδεχόμενος μόνον, ἀλλὰ καὶ ἐφόδια τῆς μετὰ ταῦτα πενίας παρεῖχεν, ὥστε μὴ τῇ παρούσῃ μόνον ἡσθῆναι παραμυθίᾳ, 166 ἀλλὰ καὶ τῇ τῶν μελλόντων ἐλπίδι τρυφᾶν. ἡμεῖς δὲ αὐτοὺς καὶ προϊσταμένους ἀπελαύνομεν. καὶ ὅρα, οὐ λέγει, ὅπερ ἐδίδου, ἀλλὰ καὶ ἐν αὐτῇ τῇ ἀνάγκῃ συγκρύπτει τὰ κατορθώματα, περιστέλλει τὰ ἐγκώμια. οὐκ ἐξῆλθεν, φησίν, τὴν θύραν μου κόλπῳ κενῷ. χεῖρα δὲ κυρίου εἰ μὴ ἐδεδοίκειν. «οὐχ ἁπλῶς ταῦτα ἐποίουν, ἀλλὰ πρὸς τὸν θεὸν ὁρῶν, οὐχὶ φύσει», φησίν, «ἁπλῶς ἐλεήμων ὤν, ἀλλὰ διὰ τὸν τοῦ θεοῦ φόβον. οὐκ ἔχει τις εἰπεῖν, ὅτι ταῦτα μὲν κατώρθουν, ἐπαιρόμενος δὲ ἤμην καὶ ἐθάρρουν, ἀλλ' ὥσπερ οἱ συνειδότες ἑαυτοῖς ἁμαρτήματα οὕτως ἀεὶ τὸν θεὸν ἐφοβούμην καὶ ἔτρεμον.» «πᾶσαν συγγραφὴν ἄδικον διέσπασα. οὐκ ἐκαλλωπιζόμην, ἀλλὰ διέρρησσον τὴν συγγραφὴν»-τὸ δὲ περιθέμενος ἐπ' ὤμων αἰνίττεταί τινας ταῖς ἀλλοτρίαις ἐγκαλλωπιζομένους συμφοραῖς- «καὶ οὐχ ἁπλῶς ἀπεδίδουν, ἀλλὰ πρότερον ποιῶν ἐξησθενημένην τῷ διαρρῆξαι. πᾶσαν», φησίν, «συγγραφὴν ἄδικον διέσπασα.» εἰ δὲ καὶ ἐπ' ἐμοί ποτε ἡ γῆ ἐστέναξεν ἢ οἱ αὔλακες αὐτῆς ἔκλαυσαν ὁμοθυμαδόν. καὶ μὴν οὔτε στενάζει ἡ γῆ οὔτε κλαίει. τί οὖν φησιν; οὐχ ὡς ἐκείνης στεναζούσης, ἀλλ' ὡς ἐν ταῖς ἀδικίαις καὶ τῶν ἀψύχων αἰσθανομένων, ὥσπερ καὶ ὁ προφήτης φησίν· ἡ γῆ ἐξέστη καὶ ἔφριξεν. στενάζει δὲ ἡ γῆ, ὅταν ἀδικῶμεν αὐτῆς τοὺς καρπούς. 31,40c καὶ ἐπαύσατο, φησίν, ˉ̓Ιὼβ ῥήμασιν, 32,1a ἡσύχασαν δὲ καὶ οἱ τρεῖς φίλοι αὐτοῦ. πρὸς ταῦτα οὐδὲν εἶπον ἐκεῖνοι. ἡσύχασε μὲν ὁ Ἰὼβ διδοὺς αὐτοῖς λόγον εἰπεῖν· ἐπειδὴ δὲ καὶ τὸν θεὸν ἐκάλεσε μάρτυρα καὶ ἑαυτῷ ἐπηράσατο, ἐπεστομίσθησαν. 167

32,1a ἔτι ἀντεῖπεν, φησίν, ˉ̓Ιώβ· 1b ἦν γὰρ δίκαιος ἐναντίον αὐτῶν.

μετέθεντο τὴν ψῆφον, ἣν πρότερον εἶχον, ὡς ἀναγκασθῆναι λοιπὸν καταδικάσαι τοῦ θεοῦ καὶ καταψηφίσασθαι. ὅρα ἑκατέραν ἀμετρίαν· καὶ τοῦτον καὶ τὸν θεὸν κατεδίκασαν καὶ ἀμφοτέρων κατεψηφίσαντο. ἀλλ' ὁ θεὸς ὑπὲρ μὲν ἑαυτοῦ οὐδέν φησιν, ὑπὲρ δὲ τοῦ Ἰώβ· τὸ μὲν ἑαυτοῦ ἀφίησιν-τῇ γὰρ διανοίᾳ προσέσχεν-περὶ δὲ τοῦ Ἰώβ φησιν, ὅτι «οὐ καλῶς ἐφθέγξασθε κατὰ τοῦ θεράποντός μου», καίτοι ὁ μάλιστα πάντων ἠδικημένος αὐτός ἐστιν ὁ θεός. ἀλλ' οὐ τίθησι τὸ ἑαυτοῦ, ἀλλὰ τὸ ὑπὲρ ἐκείνου, καί φησι δεῖν αὐτοὺς ἐξιλεώσασθαι καὶ θυσίας προσενεγκεῖν. 32,2a ὠργίσθη δέ, φησίν, θυμῷ ˉ̓Ελιοῦς ὁ τοῦ Βαραχιὴλ ὁ τοῦ Βουζὶ 2b ἐκ τῆς συγγενείας ˉ̓Αρὰμ τῆς Αὐσίτιδος χώρας, 2c καὶ ὠργίσθη θυμῷ τῷ ˉ̓Ιώβ, 2d διότι ἀπέφηνεν ἑαυτὸν δίκαιον ἔναντι κυρίου. 32,3a καὶ κατὰ τῶν τριῶν δὲ αὐτοῦ φίλων ὠργίσθη σφόδρα, 3b διότι οὐκ ἠδυνήθησαν ἀποκριθῆναι ἀντίθετα τῷ Ἰὼβ 3c καὶ ἔθεντο αὐτὸν εἶναι ἀσεβῆ. οὐχ ὅτι ἀπέφηνεν ἑαυτὸν δίκαιον ὠργίσθη, ἀλλ' ὅτι ἔναντι κυρίου, ἐπειδὴ αὐτὸν ἐκάλει μάρτυρα, ἢ ὅτι ὡς πρὸς τὸν θεὸν δικαζόμενος. τὸ μὲν γὰρ δικαιῶσαι ἑαυτὸν οὐδὲν μέγα, τὸ δὲ ὡς πρὸς τὸν θεὸν δικαζόμενον τοῦτο ποιῆσαι, τοῦτο ἄτοπον. μὴ δικαιοῦ, γάρ φησιν, σεαυτὸν ἔναντι κυρίου. καὶ μὴν καὶ οὗτοι διὰ τοῦτο ὠργίζοντο καὶ ἔλεγον· μὴ γὰρ ἔσται βροτὸς δίκαιος ἔναντι κυρίου; τί οὖν οὗτος πλέον ἔσχεν; καὶ γὰρ καὶ ἐκεῖνοι τὸ αὐτὸ ἐνεκάλουν. εἰ δὲ τοῦτο ἀληθές, ἐσχάτης ἀσεβείας τοῦ Ἰώβ, εἰ τοῦ θεοῦ δικαιότερον ἑαυτὸν ἐνόμισεν εἶναι. τί οὖν ἐγένετο; οὐχὶ τοῦτο ἐνόμιζεν. τοῦτο μὲν γὰρ ὑπέλαβεν Ἐλιοῦς, ἀλλ' οὐχὶ τοιαύτῃ