1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

68

τουτέστιν· «οὐχὶ καθ' ἕκαστον ἀκούει καὶ παιδεύει, ἀλλὰ τοῦτό ἐστι τοῦ θεοῦ εἰς ἅπαξ τι ποιῆσαι καὶ μὴ κατὰ μικρόν. πολλάκις δι' ὀνειράτων παρῄνε173 σεν, δι' ἐνυπνίων.» ἐπειδὴ ἔλεγεν· διὰ τί με ἐκφοβεῖς ἐν ἐνυπνίοις, ἐν δὲ ὁράμασι καταπλήσσεις; 33,30a ἰδού, φησίν, ταῦτα πάντα ἐργᾶται ὁ ἰσχυρός, ὁδοὺς τρεῖς μετὰ ἀνδρὸς τοῦ ἐπιστρέψαι τὴν ψυχὴν αὐτοῦ. τί ἐστι τρεῖς; «πολλάκις», φησίν, «οὐ διαλιμπάνει ὁ θεὸς κατέχων ἡμᾶς, κηδόμενος ἡμῶν ὥστε βελτίω ποιῆσαι τὴν ψυχήν.» «λέγεις», φησίν, «ὅτι ἀδίκως καὶ ἁπλῶς ὁ παντοκράτωρ ταράξει τὸ δίκαιον.» ὁ Παῦλός φησιν· ἐπεὶ πῶς κρινεῖ ὁ θεὸς τὸν κόσμον; ὅρα, πῶς ἄλλοθεν αὐτοῦ τὸ δίκαιον παρίστησιν· «ἐποίησε τὴν γῆν καὶ τὸν οὐρανὸν καὶ τὰ ἄλλα πάντα. μὴ γὰρ ἀλλότρια αὐτοῦ ἐστι τὰ ἔργα, ἵνα ἡμᾶς ἀδικήσῃ; φείδεται τῶν αὐτοῦ»-φείδῃ δὲ πάντων, φησίν, ὅτι σά ἐστιν, δέσποτα φιλόψυχε-, «οὐ μόνον ὅτι αὐτοῦ ἐστιν, ἀλλ' ὅτι καὶ αὐτὸς αὐτῶν κρατεῖ. καὶ γὰρ ἐπ' ἀνθρώπων πονηρῶν τοῦτο συμβαίνει· οὐδ' ἂν θέλωσιν, ἀνέχονται τοὺς ὑποτεταγμένους ἀδικεῖν· τῶν γὰρ οἰκείων καὶ τῶν ἰδίων ἔθος ἅπασι φείδεσθαι. ὅταν δὲ καὶ αὐτὸς ὁ πεποιηκὼς ᾖ καὶ αὐτὸς ὁ κρατῶν, πῶς ταράξει τὸ δίκαιον ἐν τῇ οἰκουμένῃ πάσῃ λαμπρὸν οὕτως αὐτὸ κατασπείρας; ἀλλ' οὐδὲ αὐτὸς ἔχεις εἰπεῖν, ὅτι παρ' ἀσθένειαν οὐκ ἀδικεῖ· οὕτω γὰρ εὔκολον αὐτῷ πάντας ἀπολέσαι, ὥστε ἀρκεῖ θελῆσαι, καὶ τὸ κωλύον οὐδέν. ἀλλ' οὐδὲν τοιοῦτον σύνοιδεν ὁ παρελθὼν χρόνος.» εἶτα μετὰ πολλά φησιν· 34,12a οἴει τὸν κύριον τὰ ἄτοπα ποιήσειν; 12b ἢ ὁ παντοκράτωρ ταράξει τὸ δίκαιον, 34,13a ὃς ἐποίησε τὴν 174 τὴν γῆν; 13b τίς δέ ἐστιν ὁ ποιῶν τὴν ὑπ' οὐρανὸν καὶ τὰ ἐνόντα πάντα; 34,14a εἰ γὰρ βούλοιτο συσχεῖν 14b καὶ τὸ πνεῦμα παρ' αὐτῷ κατασχεῖν, 34,15a τελευτήσει πᾶσα σὰρξ ὁμοθυμαδόν, 15b βροτὸς δὲ εἰς γῆν ἀπελεύσεται, ὅθεν καὶ ἐπλάσθη. 34,16a εἰ δὲ μὴ νουθετῇ, ἄκουε ταῦτα, Ἰώβ, 16b ἐνωτίζου φωνὴν ῥημάτων. 34,17a εἰ δὲ σὺ οὐκ οἴει τὸν μισοῦντα τὰ ἄνομα 17b καὶ τὸν ὀλλύντα τοὺς πονηροὺς 17c ὄντα αἰώνιον εἶναι δίκαιον. τί ἐστιν εἰ δὲ σύ; οὐκ ἐτόλμησεν ἐπαγαγεῖν τὸ συμπέρασμα· ἀπὸ πολλῆς εὐλαβείας ἐφείσατο τοῦ ῥήματος. οὐκ ἀπὸ τῆς κτίσεως, οὐκ ἀπὸ τῆς δημιουργίας, οὐκ ἀπὸ τῆς ἀρχῆς ταῦτα στοχάζεσθαι δεῖ μόνον, ἀλλὰ καὶ ἀπ' αὐτῆς τῆς οὐσίας καὶ ἀπ' αὐτῶν τῶν ἔργων· μισοπόνηρός ἐστι καὶ φιλάνθρωπος, οὐ καθάπερ ἡμεῖς· οὐκ ἀπεχθείᾳ τῇ πρὸς τὰ κακὰ ἀπεχόμεθα τῆς πονηρίας, ἀλλὰ φόβῳ τῆς μελλούσης κολάσεως. πόθεν; ὅτι μισεῖ τὰ ἄνομα, ἀπόλλυσιν, φησίν, τοὺς πονηρούς. ὄντα, φησίν, αἰώνιον. καλῶς καὶ τὸ αἰώνιον τέθεικεν, ὥστε μὴ καθ' ἑκάστην ἡμέραν μηδὲ καθ' ἑκάστην πρᾶξιν ἀπαιτεῖν αὐτὸν τῶν γενομένων τὰς εὐθύνας. πολλάκις οἰκονομεῖ τινα οἰκονομίαν, ἧς τὸ τέλος εἰς μακρὸν ἐκταθῆναι χρόνον ἀνάγκη. μὴ προπηδήσῃς τοῦ τέλους μηδὲ πρὶν ἢ τὸν πᾶν ἀπαρτισθῆναι θελήσῃς καταμαθεῖν τοῦ θεοῦ τὴν δικαιοκρισίαν, ἐπεὶ πλέον οὐδὲν ἔσται σοι τῆς προπετείας. διὰ τοῦτό φησιν αἰώνιος καὶ δίκαιος. ἅπας ὁ παρελθὼν χρόνος αὐτῷ τοῦτο μαρτυρεῖ· μὴ γὰρ νῦν μεταβέβληται; 34,18a ἀσεβής, φησίν, ὁ λέγων βασιλεῖ· παρανομεῖς. τουτέστιν· τολμηρὸς δίκην δίδωσιν, καὶ δὴ ἐπὶ βασιλέως οὐκ ἀκίνδυνον. τοῦτο ἐμοὶ δοκεῖ καὶ ἄλλο τι αἰνίττεσθαι, ὅτι ὁ βασιλεὺς οὐχ ὑπόκειται, ἀλλ' ἐπίκειται νόμοις· δημιουργὸς αὐτῶν αὐτός ἐστι τῶν νόμων. εἰκότως οὖν τῷ ποιοῦντι τοὺς νόμους ὁ λέγων· «παρανο175 μεῖς» ἐγκαλεῖται, ὥσπερ ἂν εἴ τις τῷ πλάστῃ καὶ τῷ δημιουργῷ εἴποι· «κακῶς πλάττεις». αὐτόνομός ἐστιν ὁ βασιλεύς. 34,19a ὃς οὐκ ᾐσχύνθη, φησίν, πρόσωπον ἐντίμου, 19b οὐκ ἔδωκε δὲ τιμὴν θέσθαι ἀνδρῶν 19c τοῦ θαυμασθῆναι πρόσωπα αὐτῶν. «εἰ γὰρ καὶ μὴ οἶδας, ἀλλ' ὀφείλεις παραχωρεῖν αὐτῷ καὶ τῇ δόξῃ αὐτοῦ ὥστε μὴ πάντα ζητεῖν μανθάνειν.» ἄρα ὁ περιεργαζόμενος τὸν θεὸν οὐ τιμᾷ τὸν θεόν. ὅρα, καὶ Παῦλος τί φησιν· δοὺς δόξαν τῷ θεῷ καὶ πληροφορηθείς, ὅτι ὃ ἐπήγγελται δυνατός ἐστι καὶ ποιῆσαι. πόθεν πληροφορηθείς; εἰπέ μοι. τὰ γὰρ ἐναντία τῆς φύσεως ἡ ἀκολουθία ἀντεφθέγξατο. 34,20a κενὰ δὲ αὐτοῖς, φησίν, ἀποβήσεται τὸ κεκραγέναι καὶ δεῖσθαι ἀνδρός· 20b