1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

69

ἐχρήσαντο γὰρ ἀνόμως ἐκκλειομένοις καὶ ἀδυνάτοις. «ἡ ἱκετηρία σου», φησίν, «αὐτή σοι ἐναντιοῦται. ὁ γὰρ λέγων βασιλεῖ· παρανομεῖς, κἂν δέηται, μάτην δεηθήσεται.» εἶτα περὶ τῆς τοῦ θεοῦ γνώσεώς φησιν, ὅτι πάντα οἶδεν· 34,21a αὐτὸς γάρ, φησίν, ὁρατής ἐστι πάντων ἀνθρώπων, 21b λέληθε δὲ αὐτὸν οὐδὲν ὧν πράσσουσιν, 34,22 οὐδέ ἐστι τόπος τοῦ κρυβῆναι τοὺς ποιοῦντας τὰ ἄνομα. 34,23b ὁ γὰρ κύριος τὰ πάντα ἐφορᾷ, 34,24a ὁ καταλαμβάνων ἀνεξιχνίαστα, 24b ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός. 34,25a γνωρίζων αὐτῶν τὰ ἔργα 25b καὶ στρέψει νύκτα καὶ ταπεινωθήσονται. σὺ δέ μοι παρατήρει, πῶς οὐδαμοῦ καθικνεῖται καθάπερ ἐκεῖνοι τοῦ Ἰώβ, ἀλλά φησιν, ὅτι ὁ θεὸς δίκαιός ἐστιν, καὶ οὐ λέγει αὐτῷ, ὅτι «ἥρπασας ὀρφανοὺς καὶ χήρας», πῶς ἐπιτιμητικός ἐστιν, οὐχὶ κατηγορητικός. 176 εἶτα μετὰ πολλά φησιν· 34,35a ˉ̓Ιώβ, οὐκ ἐν συνέσει ἐλάλησας, 35b τὰ δὲ ῥήματά σου οὐκ ἐν ἐπιστήμῃ. τοῦτο ἠρέμα καὶ συγγνώμης ἐστίν, ἐκεῖνοι δέ φασιν· μέχρι πότε πνεῦμα πολυρῆμον τοῦ στόματός σου; 34,36a οὐ μὴν δὲ ἀλλὰ μάθε, ˉ̓Ιώβ, 36b μὴ δῷς ἔτι ἀνταπόκρισιν ὥσπερ οἱ ἄφρονες, 34,37a ἵνα μὴ προσθῶμεν, φησίν, ἐφ' ἁμαρτίαις ἡμῶν· 37b ἀνομία δὲ ἐφ' ἡμῖν ἔσται 37c πολλὰ λαλοῦσι ῥήματα ἔναντι κυρίου. οὐκ εἶπεν· "παράνομα" οὐδὲ "ἀσεβῆ", ἀλλὰ πολλά, δεικνύς, ὅτι οὐδὲ πολλὰ ἀντιφθέγγεσθαι χρὴ τῷ θεῷ. εἰ γὰρ ἐπὶ βασιλέως οὐκ ἄν τις τολμήσειε πολλὰ ῥήματα ἀντιφθέγξασθαι, πολλῷ μᾶλλον ἐπὶ θεοῦ.

35,1 ΥΠΟΛΑΒΩΝ ∆Ε ΕΛΙΟΥΣ ΛΕΓΕΙ· 35,2a τί τοῦτο ἡγήσω ἐν κρίσει; 2b σὺ τίς

εἶ, ὅτι εἶπας· δίκαιός εἰμι ἔναντι κυρίου, 35,3 ἢ ἐρεῖς· τί ποιήσω ἁμαρτών; 35,4a ἐγώ σοι δώσω ἀνταπόκρισιν 4b καὶ τοῖς τρισί σου φίλοις· 35,5a ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἰδέ, 5b κατάμαθε δὴ τὰ νέφη καὶ ἰδέ, ὡς ὑψηλὰ ἀπὸ σοῦ. τουτέστιν· «εἰ καὶ μὴ ἀπὸ λογισμῶν, ἀλλ' ἀπὸ τῶν ὁρωμένων μάθε, πόσον σου ἀπέχει καὶ πόσον ἐστὶν ὑψηλότερος. 35,6a εἰ ἥμαρτες, τί πράξεις; 6b εἰ δὲ καὶ ἠνόμησας πολλά, τί δύνασαι ποιῆσαι; τουτέστιν· «οὐδὲν αὐτὸν ἀδικήσεις, ἀλλ' οὐδὲ ὠφελήσεις δίκαιος ὤν.» ἐπειδὴ γὰρ ἔλεγεν· εἰ ἥμαρτον, τί δύναμαί σοι πρᾶξαι; φησίν· «διὰ τί τοῦτο εἶπες; μὴ γὰρ ὡς ἀδικούμενος φροντίζει σου ἁμαρτόντος; μὴ γὰρ ὡς βλάβην ὑπομένων;» 177 35,7a καὶ εἰ δίκαιος εἶ, τί δώσεις αὐτῷ; φησιν, 7b ἢ τί ἐκ χειρός σου λήψεται; 35,8a ἀνδρὶ τῷ ὁμοίῳ σου ἡ ἀσέβειά σου 8b καὶ υἱῷ ἀνθρώπου ἡ δικαιοσύνη σου. 35,9a ἀπὸ πλήθους συκοφαντούμενοι κεκράξονται, 9b βοήσονται ἀπὸ βραχίονος πολλῶν. 35,10a καὶ οὐκ εἶπεν· ποῦ ἐστιν ὁ θεὸς ὁ ποιήσας με; «οὐχ ὁρᾷς», φησίν, «τὸ ὕψος, ὅσον ἐστίν;» 35,10b ὁ κατατάσσων, φησίν, φυλακὰς νυκτερινάς. τουτέστιν· καθάπερ ἐν στρατοπέδῳ. οὐχ ὁρᾷς πάντα διατεταγμένα καὶ μετὰ πλείονος ἀκριβείας ἕκαστον ἐν τάξει μένον τῇ προσηκούσῃ, οὐδὲν τῶν πάντων τὸν οἰκεῖον ὑπερβαῖνον ὅρον οὐδὲ τοῖς ἀλλοτρίοις ἐπιπηδῶν χωρίοις, καθάπερ τὰ πάντα τῶν φυλάκων κατεχόντων καθευδόντων τῶν ἀνθρώπων οὐδεὶς ἐπιβουλεύει. ὅρα τὰ θηρία· ὅτε διαβαίνει, τότε οὗτοι καθεύδουσιν. οὐκ ἐχρῆν ἐπινέμεσθαι τὰς πόλεις, οὐκ ἐχρῆν αὐτοὺς ἀπολωλέναι, δεδεμένοι καθεύδουσιν. 35,11a ὁ διορίζων με, φησίν, ἀπὸ τετραπόδων γῆς 11b καὶ ἀπὸ πετεινῶν οὐρανοῦ. 35,12a ἐκεῖ κεκράξονται, καὶ οὐ μὴ εἰσακούσῃ, 12b ἀπὸ ὕβρεως πονηρῶν. 35,13a ἄτοπα γὰρ ἰδεῖν οὐ βούλεται ὁ κύριος· 13b αὐτὸς γὰρ ὁ παντοκράτωρ ὁρατής ἐστι 35,14a πάντων τῶν συντελούντων τὰ ἄνομα, ὃς σώσει με. 14b κρίθητι δὲ ἐναντίον αὐτοῦ, εἰ δύνασαι αὐτὸν αἰνέσαι ὡς ἔστιν. 35,15a καὶ νῦν, ὅτι οὐκ ἔστιν ἐπισκεπτόμενος ὀργὴν αὐτοῦ 15b καὶ οὐκ ἔγνω παραπτώματι σφόδρα, 35,16a καὶ ˉ̓Ιὼβ ματαίως ἀνοίγει τὸ στόμα αὐτοῦ, 16b ἐν ἀγνωσίᾳ ῥήματα βαρύνει. «ὁρᾷς», φησίν, «ἐν τῷ οὐρανῷ καθάπερ στρατιώτας τοὺς ἀστέρας τὴν οἰκείαν ἕκαστον περιπολοῦντας τάξιν;» εἶπε καὶ τὴν ἰδιάζουσαν εὐεργεσίαν· ὁ διορίζων με, φησίν, ἀπὸ 178 τετραπόδων· τοῦτο τῆς