1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

77

οἳ πρὸς τὰς ἐρημίας ἐλθόντες οὐκ ἀγνοοῦσιν. 197 εἶτά φησιν· 40,30a ἐνσιτοῦνται δὲ αὐτὸν ἔθνη 30b καὶ μεριοῦνται αὐτὸν Φοινίκων γένη; τουτέστιν· τοσοῦτος ὁ τοῦ σώματος ὄγκος ἐστίν, ὡς δυνηθῆναι ὁλοκλήρῳ ἔθνει ἀρκέσαι. οὐ γὰρ δὴ ὡς τούτου μέλλοντος γίνεσθαι ταῦτά φησιν. καὶ Φοινίκων ἐμνήσθη διὰ τὴν ἐμπορίαν. 40,32a ἐπίθες δὲ ἐπ' αὐτῷ χεῖρά σου 32b μνησθεὶς πολέμου τοῦ γενομένου ἐν τῷ σώματι αὐτοῦ, 32c καὶ μηκέτι γινέσθω. πόλεμον ἐνταῦθα λέγει τὴν ταραχήν, τὴν ἀγριότητα. «μετὰ τὸ χρέμψασθαι αὐτὸ φῶς γίνεται», φησίν. τοιοῦτόν ἐστι τὸ θηρίον ἄγριον καὶ δυνατὸν καὶ ἀκατάπληκτον. εἶτα μετὰ ταῦτά φησιν·

42,1 ΥΠΟΛΑΒΩΝ ∆Ε ΙΩΒ ΛΕΓΕΙ ΤΩ ΚΥΡΙΩ· 42,2a οἶδα, ὅτι πάντα δύνασαι, 2b

ἀδυνατεῖ δέ σοι οὐδέν. 42,3a τίς γάρ ἐστιν ὁ κρύπτων σε βουλήν, 3b φειδόμενος δὲ ῥημάτων καὶ σὲ οἴεται κρύπτειν; εἶτά φησιν· 42,5a ἕως μὲν ὠτὸς ἀκοῆς ἤκουόν σου τὸ πρότερον, 5b νυνὶ δὲ ὀφθαλμοῖς σε ἑώρακα. οὐκ ἐπειδὴ ὀφθαλμοῖς εἶδεν, ἀλλ' ἐπειδὴ σαφέστερον ἤκουσεν. 42,6a διὸ ἐφαύλισα ἐμαυτὸν καὶ ἐτάκην, 6b ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν. τοιοῦτόν ἐστιν, ὃ ἔλεγεν πρὸς αὐτόν· ἄλλως με οἴει σοι κεχρηματικέναι ἢ ἵνα δίκαιος ἀναφανῇς; «ἵνα ταῦτα», φησίν, «εἴπῃς τὰ ῥήματα, οὐχ ἵνα σε κατακρίνω.» ἀπολογία ὑπὲρ τῶν προτέρων ἁπάντων. οὐδὲ γὰρ ἀπαλλαγεὶς τοῦ πειρασμοῦ ταῦτά φησιν, ἀλλ' ἔτι ἐν τοῖς δεινοῖς ὢν παλινῳδίαν ᾖσεν. «οὐδὲν ἐμαυτὸν τίθεμαι», φησίν· «ἀπολογίαν ὑπὲρ τῶν προ198 τέρων ἐρῶ, καὶ τούτων ἀνάξιος ἤμην ἐγώ.» τί οὖν ὁ θεός; ἐπειδὴ ἑαυτὸν κατεδίκασεν, τότε ἐδικαίωσεν αὐτόν. καὶ τί φησιν; εἶπε τοῖς φίλοις αὐτοῦ, ὅτι δεῖ τὴν ἁμαρτίαν αὐτῶν λῦσαι, καὶ θεράποντα αὐτοῦ συνεχῶς καλεῖ τὸν Ἰώβ.

42,7a ΕΓΕΝΕΤΟ ∆Ε, φησίν, ΜΕΤΑ ΤΟ ΛΑΛΗΣΑΙ ΤΟΝ ΚΥΡΙΟΝ ΤΑ ΡΗΜΑΤΑ

ΤΑΥΤΑ ΤΩ ΙΩΒ ΕΙΠΕΝ Ο ΚΥΡΙΟΣ ΕΛΙΦΑΖ ΤΩ ΘΑΙΜΑΝΙΤΗ· 7b ἥμαρτες σὺ καὶ οἱ δύο φίλοι σου. 7c οὐ γὰρ ἐλαλήσατε ἐναντίον μου οὐδὲν ἀληθὲς 7d ὥσπερ ὁ θεράπων μου Ἰώβ. συνεχῶς αὐτὸν καλεῖ θεράποντα αὐτοῦ δεικνύς, ὅτι τὰ πρότερα πάντα ἀνῄρηται. «ὥστε ἀληθῆ ἐλάλησεν ὁ Ἰὼβ λέγων τὰ ἑαυτοῦ κατορθώματα· ὑμεῖς δὲ αὐτὸν καταδικάσαντες οὐκ ἀληθῆ εἰρήκατε.» 42,8a καὶ νῦν, φησίν, λάβετε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριοὺς 8b καὶ πορεύθητε πρὸς τὸν παῖδά μου Ἰώβ, 8c καὶ ποιήσει καρπώσεις ὑπὲρ ὑμῶν. οὐκ ἂν τοῦτο προσέταξεν, εἰ νόμος ἦν, ἀλλ' αὐτὸς ἱερεὺς γίνεται ἐκείνων προσαγόντων τὰς θυσίας. προσήνεγκεν ὑπὲρ τῶν παίδων, προσφέρει ὑπὲρ τῶν φίλων. ὅρα, πῶς τὸ ἀμνησίκακον αὐτοῦ δείκνυσιν. μάρτυρας αὐτοὺς ποιεῖ γενέσθαι τῆς ἀρετῆς τοῦ ἀνδρὸς καὶ δείκνυσι τῆς ἁμαρτίας τὸ μέγεθος καὶ διὰ τῆς ὑπερβολῆς τῆς κατὰ τὴν προσφοράν. οὐ γὰρ ἂν τοσούτων ἐδέησεν ἱερείων, εἰ μὴ μεγάλων ὄντων τῶν ὀφειλόντων λυθῆναι ἁμαρτημάτων. καὶ δείκνυσιν, ὅτι οὐδὲ ἡ θυσία ἱκανὴ ἦν· «εἰ μὴ γάρ», φησίν, «δι' αὐτὸν οὐκ ἂν εἴασα τὴν ἁμαρτίαν ὑμῖν.» διὰ τούτου δείκνυσιν, ὅτι καὶ αὐτοὺς ἔλυσεν. 42,8f ἀπώλεσα, φησίν, ἂν ὑμᾶς εἰ μὴ δι' αὐτόν. 8g οὐ γὰρ ἐλαλήσατε κατὰ τοῦ θεράποντός μου Ἰὼβ οὐδὲν ἀληθές. ὅρα, ὅτι καίτοι ζήλῳ λέγοντες ἠλέγχοντο μηδὲν ἀληθὲς εἰπόν199 τες, μᾶλλον δὲ οὐκ ἔλεγον ζήλῳ τῷ κατὰ θεόν· ἦ γὰρ ἂν συνεγνώσθησαν. ὥστε δικαίως αὐτοῖς ὁ Ἰὼβ ἐγκαλεῖ. ἐκ τούτου μανθάνομεν, ὅτι ὁ κατηγορῶν τῶν δικαίων οὐ μικρὰν ἁμαρτίαν τίνει. 42,11a ἤκουσαν δέ, φησίν, πάντες οἱ ἀδελφοὶ αὐτοῦ καὶ αἱ ἀδελφαὶ αὐτοῦ 11b πάντα τὰ συμβεβηκότα αὐτῷ 11c καὶ ἦλθον πρὸς αὐτὸν 11d καὶ πάντες ὅσοι ᾔδεισαν αὐτὸν πρὸ τούτου. 11e φαγόντες δὲ καὶ πιόντες παρ' αὐτῷ παρεκάλεσαν αὐτὸν 11f καὶ ἐθαύμασαν ἐπὶ πᾶσι τοῖς κακοῖς, οἷς ἐπήγαγεν αὐτῷ ὁ κύριος. 11g καὶ ἔδωκαν αὐτῷ ἕκαστος ἀμνάδα μίαν καὶ τετράδραχμον χρυσοῦν ἄσημον. τεκμήριον καὶ σημεῖον τῆς μεταβολῆς. τὸν γὰρ ὑπὸ τοῦ θεοῦ τιμηθέντα καθάπερ ὑπὸ βασιλέως τιμᾶν εἰώθασιν ἄνθρωποι. καὶ πάντα αὐτῷ μετεβέβλητο καὶ