1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

78

διπλᾶ ἦν· 42,13 γεννῶνται δὲ αὐτῷ, φησίν, υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς. εἶτα καὶ τὰ ὀνόματα αὐτῶν, ἃ τάχα ἀπὸ τῶν συμβάντων ἐπέθηκεν Ἡμέραν, Κασσίαν καὶ Ἀμαλθίας Κέρας ὀνομάσας. εἶτα καὶ περὶ τῶν βασιλέων φησὶ καὶ ὅτι οὗτος πέμπτος ἀπὸ Ἀβραάμ. ἔτι ἐν Αἰγύπτῳ ἦσαν οἱ Ἰουδαῖοι, ἔμελλον ἀνιέναι λοιπόν, ὡς, εἴ γε ἐβούλοντο οὐ μικρὸν ηὕρισκον ἐμπύρευμα εὐσεβείας· οὐδὲ γὰρ εἰκὸς ἦν λαθεῖν. εἰ γὰρ ἔτι καὶ νῦν δείκνυται τὰ λείψανα, πολλῷ μᾶλλον τότε ἐδείχθη ἂν νεαρῶν ὄντων τῶν πραγμάτων καὶ τὸ μέγεθος τῶν συμβεβηκότων καὶ οἱ ἐν τῇ Ἀραβίᾳ πάντες ἂν ἔγνωσαν. 200 ταῦτα μὲν ἡμεῖς ὡς ἐν συντόμῳ εἰρήκαμεν. ἔξεστι δὲ τῷ βουλομένῳ μετὰ ἀκριβείας ἐπιόντι τὰ ἐγκείμενα καὶ πλεῖόν τι εὑρεῖν τῶν παρ' ἡμῶν εἰρημένων. δίδου γὰρ σοφῷ, φησίν, ἀφορμὴν καὶ σοφώτερος ἔσται. ἕκαστος τοίνυν τῶν ἀναγινωσκόντων ὥσπερ εἰς ἀρχέτυπόν τινα εἰκόνα ὁρῶν τὸν ἀθλητὴν τοῦτον τὸν γενναῖον μιμείσθω τὴν ἀνδρείαν ζηλούτω τὴν ὑπομονήν, ἵνα τὴν αὐτὴν αὐτῷ βαδίσας ὁδὸν καὶ πρὸς ἁπάσας τοῦ διαβόλου τὰς μηχανὰς γενναίως παραταξάμενος τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσι τὸν θεὸν ἐπιτυχεῖν δυνηθείη· χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ πατρὶ ἅμα τῷ ἁγίῳ πνεύματι δόξα, κράτος, τιμή, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.