1

 2

 3

 4

 5

4

κατεβάλοντο, καὶ ὄμβρον οὐκ ἀνέμειναν, ἡλίου θερμὰς ἀκτῖνας οὐ προσεδόκησαν, καιρὸν θερισμοῦ οὐ προσεδέξαντο, δρεπάνην οὐκ ἠκόνησαν, οὔτε ἐθέρισαν, οὐκ ἔδησαν στάχυας καὶ ἐβάστασαν, οὔτε ἤνεγκαν εἰς ἅλωνα καὶ ἐμόχθησαν, οὔτε ἠλόησαν, οὔτε ἐκάθαραν, 48.1079 οὔτε ἐφύρασαν ἄλευρα, οὔτε ὤπτησαν καὶ ἐποίησαν ἄρτους, ἀλλ' οὐδὲ τῶν τοιούτων οὐδέν· ἀλλὰ ἄρτον ἀχειρογεώργητον ἔτρωγαν, αὐτοσχεδία τράπεζα παρετίθετο αὐτοῖς, τῇ ἀπαθείᾳ τοὺς ἀγγέλους ἐμιμοῦντο· ἡ φύσις τῆς οἰκείας ἀσθενείας ἐπελάθετο. Καὶ μετὰ τοσαύτας εὐεργεσίας ἔλεγον τῷ Ἀαρών· ∆ὸς ἡμῖν θεοὺς, οἵτινες προπορεύσονται ἡμῶν· Μωϋσῆς γὰρ οὗτος, ὅστις ἐξήγαγεν ἡμᾶς ἐκ τῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί γεγένηται αὐτῷ· καὶ ἐποίησαν βίαν μεγάλην τῷ Ἀαρών. Ἐκεῖνος ἰδὼν ὅτι σκληροκάρδιοι ἦσαν καὶ ἀπερίτμητοι, λέγει αὐτοῖς· Περιέλετε τὰ χρυσάφια ὑμῶν, καὶ βάλετε ἐν πυρὶ, καὶ εἴ τι ἀναβῇ, τοῦτο θεός. Καὶ ἀνέβη τὸ βουκέφαλον. Ἐνταῦθά μοι τὸν αἱρετικὸν τὸν ἀγνώμονα, τὸν παράσιτον Ἰουδαῖον τὸν λέγοντα, ὅτι ἐγέννησε Θεὸς, καὶ ῥεῦσιν ὑπέμεινεν. Ἐφθαρμένε, ἄθλιε καὶ ταλαίπωρε, ταῦτα ἐπὶ Θεοῦ ὑπολαμβάνεις; Ἀλλ' ἡμεῖς οὐχ οὕτω, μὴ γένοιτο, ἀλλ' ὅτι ἐγέννησε Πατὴρ Υἱὸν, μόνος μόνον, Θεὸς Θεὸν, τέλειος τέλειον· ταῦτα γὰρ φρονήματα Χριστιανῶν. Ἐπειδὴ οὖν δοκεῖς τὰ ἄνω περιεργάζεσθαι, τὰ σαυτοῦ, εἰ δοκεῖς εἰδέναι, εἰπέ μοι· Πῶς, βληθέντων τῶν χρυσαφίων εἰς τὴν πυρὰν, ἀνέβη τὸ βουκέφαλον; Χαλκοτύπος οὐκ εἰργάσατο, χωνευτὴς οὐκ ἦν· πῶς, ἀνέβη τὸ βουκέφαλον, τολμᾷς εἰπεῖν; Εἰ τὰ κάτω οὐκ οἶδας, πῶς τὰ ἄνω περιεργάζῃ; ὁ τὰ ἴδια μὴ ἐπιστάμενος, πῶς τὰ ἀλλότρια περιεργάζῃ; Καὶ παράγουσιν ἡμῖν εὐαγγελικὴν φωνὴν αὐτοῦ τοῦ Υἱοῦ λέγοντος τοῖς μαθηταῖς· Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς ἐστε τὰ κλήματα, ὁ Πατήρ μου γεωργός ἐστιν. Ὁρᾷς, φησὶν, ὅτι εἰργάσατο τὸν Υἱόν; ἐὰν γὰρ μὴ ἐργάσηται γεωργὸς ἄμπελον, οὐ δύναται χρήσιμος εἶναι. Καὶ νομίζουσιν, ὅτι μέγα τι καὶ ἐνάρετον λέγουσιν. Ἀλλὰ συντείνατέ μοι ἑαυτοὺς, παρακαλῶ.

Εἶπον πρὸς τοὺς ἀγνώμονας Ἰουδαίους· ἄφες εἴπω καὶ πρὸς τοὺς ἀναισχύντους αἱρετικούς· ∆ύνασαί μοι εἰπεῖν, ἀγνῶμον καὶ ἀναίσχυντε αἱρετικὲ, ὅτι ὁ γεωργὸς οὐ τρέφεται ἀπὸ τῆς ἀμπέλου; Ἀπὸ τοῦ ὅπλου σου χειροῦμαί σε. Ὥσπερ οὖν ἐστι γεωργὸς ἐργαζόμενος ἄμπελον, οὕτω καὶ ὁ Πατὴρ εἰργάσατο τὸν ἴδιον Υἱόν. Ἴδωμεν οὖν, τίς ἐκ τίνος τρέφεται, ἡ ἄμπελος ἐκ τοῦ γεωργοῦ, ἢ ὁ γεωργὸς ἐκ τῆς ἀμπέλου. Κατὰ σὲ ὁ Πατὴρ ἀπὸ τοῦ Υἱοῦ ἔχει τὸ εἶναι· οὐκ ἔνι γὰρ γεωργὸς μὴ τρεφόμενος ἐκ τῶν ἔργων αὐτοῦ. Τί οὖν; ὁ Υἱὸς τρέφει τὸν Πατέρα; Οὐχὶ, μὴ γένοιτο· ταῦτα γὰρ ἐσχάτης ἀνοίας. Ἄμεινον λέγειν, ὥσπερ γεωργὸς χαίρει ἐπ' ἀμπέλῳ, οὕτω καὶ ὁ Πατὴρ χαίρει ἐπὶ τὸν Υἱόν· οὐ γὰρ εἶπεν, ὅτι Ὁ Πατήρ μου ὁ ἐργασάμενός με· ἀλλ', Ὁ Πατήρ μου ὁ γεωργός· ἔχαιρε γὰρ ἐπὶ τῷ Υἱῷ. Οὐκ ἤκουσας αὐτοῦ λέγοντος, ὅτι Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα, ὅτε ἕστηκεν εἰς τὰ Ἰορδάνια ῥεῖθρα; μὴ εἶπεν, ὅτι Οὗτός ἐστιν ὁ Υἱός μου, ὃν ἔκτισα, ἢ ὃν ἐποίησα; ἀλλ' εἶπεν· Ἐν ᾧ ηὐδόκησα. Μὴ καὶ τὴν φωνὴν παραγράφεις; Καὶ πάλιν λέγει· Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα τὸ ἐμὸν θέλημα ποιήσω, ἀλλὰ τοῦ πέμψαντός με Πατρός. Τίσιν ἔλεγε; Πάντως τοῖς Ἰουδαίοις· ἐπειδὴ ἔλεγον αὐτῷ· Οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱὸς, καὶ ὡς ἀντιθέῳ αὐτῷ προσεῖχον, διὰ τοῦτο εἶπεν, ὅτι Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ. Καὶ ἐπειδὴ ἀντίθεον αὐτὸν ἔλεγον, διὰ τοῦτο ἔλεγεν αὐτοῖς, ὅτι Οὐκ ἦλθον τὸ ἐμὸν θέλημα ποιῆσαι, ἀλλὰ τοῦ πέμψαντός με Πατρός. Ἐπειδὴ ἐδόκουν τὸν Πατέρα τιμᾷν, αὐτὸν δὲ ἠρνοῦντο, διὰ τοῦτο συγκατέβαινε τῇ ἀσθενείᾳ αὐτῶν· ἐπεὶ πῶς ἀπεστάλη ὁ πανταχοῦ ὢν, ὁ πάντα πληρῶν; Ὁρᾷς οὖν ὅτι διὰ τοὺς Ἰουδαίους εἶπεν, ὅτι Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ. Μήτι δι' ἑαυτὸν εἶπε; 48.1080 Μὴ ἔχεις ἀπολογίαν; Ἀλλὰ καὶ ἐπάγουσιν ἡμῖν ἄλλην μαρτυρίαν τοῦ Ἀποστόλου λέγοντος· Εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα. Λέγεις, ὅτι ἄλλος Θεὸς κατὰ τὸν Πατέρα οὐκ ἔστι· κἀγώ σοι λέγω, ὅτι ἄλλος Κύριος κατὰ τὸν