1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

1

Contra eos qui subintroductas habent virgines

∆Ι∆ΑΣΚΑΛΙΑ ΚΑΙ ΕΛΕΓΧΟΣ ΠΡΟΣ ΤΟΥΣ ΕΧΟΝΤΑΣ ΣΥΝΕΙΣΑΚΤΟΥΣ

Ἐπὶ μὲν τῶν προγόνων τῶν ἡμετέρων δύο τινὲς ἦσαν προφάσεις αἱ τὰς γυναῖκας συγκατοικίζουσαι τοῖς ἀνδράσι· μία μὲν ἡ τοῦ γάμου, ἀρχαία τε καὶ δικαία καὶ εὔλογος, ἅτε τὸν Θεὸν ἔχουσα νομοθέτην· «Ἀντὶ γὰρ τούτου καταλείψει, φησὶν, ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν·» ἑτέρα δὲ ἡ τῆς πορνείας, καὶ νεωτέρα ταύτης καὶ ἄδικος καὶ παράνομος, ἅτε παρὰ τῶν πονηρῶν εἰσενεχθεῖσα δαιμόνων. Ἐπὶ δὲ τῆς γενεᾶς τῆς ἡμετέρας καὶ τρίτος τις ἐπενοήθη τρόπος, καινός τις καὶ παράδοξος, καὶ πολλὴν ἔχων ἀπορίαν τοῖς βουλομένοις τὴν αἰτίαν εὑρεῖν. Εἰσὶ γάρ τινες οἳ γάμου καὶ συνουσίας χωρὶς κόρας ἀπειρογάμους ἀγόμενοι, καθίζουσιν οἴκοι διὰ παντὸς, καὶ εἰς ἔσχατον γῆρας ἑαυτοῖς συγκατακλείουσιν, οὔτε ἐπὶ παιδοποιίᾳ οὐ γάρ φασιν αὐταῖς συγγενέσθαι, οὔτε ἐξ ἀκολασίας λέγουσι γὰρ αὐτὰς ἀκεραίους διατηρεῖν· ἀλλ' ἐάν τις ἔρηται τὴν αἰτίαν, ἔχουσι μὲν πολλὰς καὶ μεμελετήκασιν, εὔλογον δὲ, ὡς ἔγωγε οἶμαι, οὐδὲ μίαν, οὐδὲ σεμνήν. Ἀλλὰ μήπω περὶ τούτων, μηδὲ τὰς ἐκείνων τέως λέγωμεν προφάσεις, ἀλλ' ἣν αὐτοὶ μάλιστα ὑποπτεύομεν εἶναι, ταύτην εἰς μέσον ἀγάγωμεν. Τίς οὖν ἐστιν αὕτη; πάντως δὲ, εἰ διαμάρτοιμι τοῦ σκοποῦ, ἔξεστιν ἐπιλαβέσθαι τοῖς βουλομένοις ὑμῶν. Τίς οὖν ἐστιν ἡ πρόφασις; ∆οκεῖ μοί τινα ἡδονὴν ἔχειν τὸ γυναιξὶ συνοικεῖν, οὐ νόμῳ γάμου μόνον, ἀλλὰ καὶ γάμου καὶ συνουσίας χωρίς. Εἰ δὲ οὐκ ὀρθῶς δοκῶ, λέγειν οὐκ ἔχω· τὴν γὰρ ἐμαυτοῦ τέως ὑμῖν διηγοῦμαι γνώμην· τάχα δὲ οὐ τὴν ἐμαυτοῦ μόνον, ἀλλὰ καὶ τὴν αὐτῶν ἐκείνων· ὅτι γὰρ καὶ ἐκείνοις οὕτω δοκεῖ, δῆλον ἐκεῖθεν. Οὐ γὰρ ἂν τοσαύτης κατεφρόνησαν δόξης καὶ τοσούτων σκανδάλων, εἰ μὴ σφοδρά τις ἦν καὶ τυραννικὴ τῆς συνοικήσεως ταύτης ἡ ἡδονή. Εἰ δέ τινες δυσχεραίνοιεν ταῦτα λεγόντων ἡμῶν, παραιτήσομαι συγγινώσκειν ἡμῖν, καὶ μὴ ἀγανακτεῖν· οὐ γὰρ ἑκὼν οὐδὲ ἁπλῶς τὴν ἀπέχθειαν ἀναδέξασθαι ταύτην εἱλόμην· οὐχ οὕτως ἄθλιος ἐγὼ καὶ ταλαίπωρος, ὡς εἰκῇ βούλεσθαι προσκρούειν ἅπασιν· ἀλλ' ὀδυνῶμαι σφόδρα καὶ ἀλγῶ καὶ τὴν τοῦ Θεοῦ δόξαν ὑβριζομένην ὁρῶν, καὶ τὴν τῶν πολλῶν σωτηρίαν κατὰ μικρὸν ὑπορρέουσαν διὰ τὴν ἡδονὴν ταύτην· Ὅτι γὰρ ἡδὺ τοῦτο καὶ τοῦ νόμῳ γάμου συνοικεῖν δριμύτερον ἔχει τὸν ἔρωτα, νῦν μὲν ἴσως καὶ θορυβεῖσθε ἀκούοντες, μετὰ δὲ τὴν ἀπόδειξιν καὶ αὐτοὶ συνομολογήσετε. Ἐπὶ μὲν γὰρ τῆς ἐννόμου γυναικὸς ἡ μῖξις ἀκώλυτος οὖσα, τόν τε πόθον παρεμυθήσατο καὶ εἰς κόρον τὸν ἄνδρα πολλάκις ἤγαγε, καὶ τὴν σφοδρὰν κατέλυσεν ἐπιθυμίαν. Καὶ χωρὶς δὲ τούτων καὶ ὠδῖνες καὶ τόκοι καὶ παιδοποιίαι καὶ παιδοτροφίαι, καὶ τὰ ἐκ τούτων ἑπόμενα συνεχῆ νοσήματα, πολιορκοῦντα τὸ σῶμα καὶ μαραίνοντα τὸ ἄνθος τῆς ὥρας, ἀσθενέστερον τὸ κέντρον ἐργάζεται τῆς ἡδονῆς. Ἐπὶ δὲ τῆς παρθένου οὐδὲν τούτων ἔνι· οὔτε γὰρ μῖξίς ἐστι τὸν οἶστρον τῆς φύσεως δυναμένη χαλάσαι καὶ κατενεγκεῖν, οὔτε ὠδῖνες καὶ παιδοτροφίαι τὴν σάρκα μαραίνουσαι, ἀλλ' ἐπὶ πολὺ διασῴζουσι τὴν ἀκμὴν, ἅτε ἀνέπαφοι μένουσαι.

Ἐντεῦθεν τῶν μὲν γαμουμένων μετὰ τοὺς τόκους καὶ τὰς παιδοτροφίας ἀσθενέστερα τὰ σώματα γίνεται, αἱ δὲ καὶ εἰς τεσσαρακοστὸν ἔτος μένουσιν ἁμιλλώμεναι τῶν παρθένων ταῖς θαλαμευομέναις· ὅθεν διπλᾶ τὰ τῆς ἐπιθυμίας ἐγείρεται τοῖς συνοικοῦσιν αὐταῖς, τῷ τε μὴ συγχωρεῖσθαι τῇ μίξει τὸν πόθον παραμυθεῖσθαι, καὶ τῷ μένειν ἐπὶ πολὺ τοῦ πόθου τὴν ὑπόθεσιν ἰσχυροτέραν. Ταύτην ὑποπτεύω πρόφασιν εἶναι ἐγὼ τῆς ὁμοσκηνίας ταύτης. Ἀλλὰ μὴ ἀγανακτῶμεν πρὸς αὐτοὺς μηδὲ δυσχεραίνωμεν· οὐδεὶς γὰρ τὸν κάμνοντα