1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

4

τοῦτο κἀκεῖνο ποιήσας μετὰ καιροῦ τοῦ προσήκοντος. Ὅτε μὲν γὰρ περὶ τῆς τῶν ἐδεσμάτων διελέγετο φύσεως, καὶ ἐδείκνυ καθαρὰν αὐτὴν οὖσαν, καὶ τῆς Ἰουδαϊκῆς ἀπήλλαττε παρατηρήσεως, εἰσελθόντος τοῦ Πέτρου καὶ εἰπόντος ὅτι Ἐσκανδαλίσθησαν, «Ἄφες αὐτοὺς», φησί. καὶ οὐ μόνον κατεφρόνησεν αὐτῶν, ἀλλὰ καὶ κατηγορήσας, «Πᾶσα γὰρ φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται·» οὕτω τὸν νόμον ἠκύρωσε τὸν περὶ τῶν βρωμάτων. Ἐπειδὴ δὲ οἱ τὰ δίδραχμα ἀπαιτοῦντες τῷ Πέτρῳ προσελθόντες ἔλεγον, «Ὁ διδάσκαλός σου οὐ τελεῖ τὰ δίδραχμα», οὐκέτι τὸ αὐτὸ πεποίηκεν, ὅπερ ἐπ' ἐκείνων, ἀλλὰ φροντίζει τοῦ σκανδάλου καὶ φησὶν, «Ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτοὺς, βάλε ἄγκιστρον εἰς τὴν θάλασσαν, καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον, καὶ εὑρήσεις ἐν τῷ στόματι αὐτοῦ στατῆρα· τοῦτον λαβὼν δὸς ὑπὲρ ἐμοῦ καὶ σοῦ.» Ὁρᾷς καὶ φροντίζοντα καὶ οὐ φροντίζοντα; Ἐνταῦθα μὲν γὰρ οὐκ ἦν κατεπεῖγον ἐκκαλυφθῆναι τοῦ Μονογενοῦς τὴν δόξαν· πῶς γάρ, ὅπου καὶ ἐπετήδευεν αὐτὴν συσκιάζειν, καὶ ἐκέλευε πολλοῖς μὴ λέγειν, ὅτι αὐτὸς εἴη ὁ Χριστός; Καὶ διὰ τοῦτο ἀπὸ μὲν τοῦ καταθεῖναι τὴν δραχμὴν οὐδὲν ἦν βλάβος, ἀπὸ δὲ τοῦ μὴ καταθεῖναι μεγάλα ἐτίκτετο κακά· ὡς γὰρ τύραννον, καὶ ἀνταίροντα, καὶ τῆς πόλεως ἁπάσης ἐχθρὸν, καὶ εἰς τοὺς ἐσχάτους ἐμβάλλοντα κιδύνους, οὕτως ἂν ἀπεστράφησαν. ∆ιὰ δὴ τοῦτο καὶ βουλομένους αὐτοὺς ἁρπάσαι τε αὐτὸν καὶ βασιλέα ποιῆσαι, ἔφευγεν πόρρωθεν, ἐκ πολλοῦ τοῦ περιόντος ταύτην ἀποκρουόμενος τὴν ὑπόληψιν. Ἐκεῖ δὲ ἀναγκαῖον τὸ κατορθούμενον ἦν· διὸ χρησίμως τε καὶ εὐκαίρως καὶ ἐπὶ κατορθώματι μείζονι κατεφρόνησε τοῦ σκανδάλου. Καὶ γὰρ εὔκαιρον ἦν λοιπὸν τοὺς μέλλοντας ἐπὶ τὴν ἀκροτάτην ἀναβαίνειν φιλοσοφίαν μὴ κωλύειν διὰ τὴν εἰς τοὺς Ἰουδαίους φειδὼ, ἀλλ' ἀφιέναι λοιπὸν τοῦ καιροῦ καλοῦντος ἐπὶ τὴν τῆς ψυχῆς καθαρότητα, καὶ μὴ κατέχειν ἐν τῇ σωματικῇ παρατηρήσει, ἀλλὰ συγχωρεῖν τῆς ταπεινότητος ἀπαλλάττεσθαι ἐκείνης. Οὕτω καὶ Παῦλος καὶ καταφρονεῖ τῶν σκανδαλιζομένων, καὶ οὐ καταφρονεῖ, ἀκολουθῶν τῷ διδασκάλῳ, καὶ φησὶ, «Πάντα πᾶσιν ἀρέσκω, οὐ ζητῶν τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν.» Εἰ δὲ Παῦλος τὸ οἰκεῖον παρορᾷ συμφέρον, ἵνα τὸ τῶν ἀδελφῶν εὕρῃ, πόσης οὐκ ἂν εἴημεν ἄξιοι κολάσεως, μηδὲ οἰκείας ἀποστῆναι βλάβης αἱρούμενοι ὑπὲρ τοῦ τὸ ἑτέρων συμφέρον εὑρεῖν, ἀλλ' ἡδέως μεθ' ἑαυτῶν καὶ ἑτέρους προσαπολλύντες, παρὸν καὶ ἑαυτοὺς καὶ ἑτέρους διασῶσαι; ∆ιὰ δὴ τοῦτο, ὅταν μὲν ἴδῃ πολὺ τὸ κέρδος, καὶ τῆς τοῦ σκανδάλου βλάβης μεῖζον, καταφρονεῖ τῶν σκανδαλιζομένων· ὅταν δὲ κέρδος μὲν ᾖ μηδὲν, τοῦτο δὲ μόνον τὸ σκανδαλίζεσθαι ἐκβαίνῃ, πάντα καὶ ποιεῖν καὶ πάσχειν αἱρεῖται, ὥστε μὴ τοῦτο γενέσθαι. Καὶ οὐ φιλοσοφεῖ τοιαῦτα, οἷα ὑμεῖς, οὐδὲ λέγει, ∆ιὰ τί γάρ εἰσιν ἀσθενεῖς; διὰ τί γὰρ ἀλόγως πράττουσιν; ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα αὐτῶν φείδεται, ἐπειδὴ ἀλόγως πάσχουσιν, ἐπειδὴ ἀσθενεῖς εἰσιν.

4 Εἰπὲ γάρ μοι, ποίαν ἂν ἔχοι πρόφασιν εὔλογον εἰπεῖν ὁ σκανδαλιζόμενος ἐπὶ τῷ ἐσθίοντι κρέα καὶ οἶνον πίνοντι; τοῦτον γὰρ ἡμῖν ὁ Θεὸς τὸν νόμον ἄνωθεν ἔθηκεν. Ἀλλ' ὅμως κἂν ἐπὶ τούτοις σκανδαλίζηταί τις, καὶ τούτων ὁ Παῦλος ἀπέχεται. «Οὐ γὰρ μὴ φάγω κρέα, φησίν, οὐδὲ μὴ πίω οἶνον, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω.» Καὶ οὐκ εἶπε ταῦτα ἅπερ ὑμεῖς, ὅτι Ἐγὼ μέλλω τῆς ἑτέρων ἀλογίας ὑπεύθυνος εἶναι; κἂν τῷ τινι δόξῃ σκανδαλισθῆναι ἁπλῶς, ἐγὼ δίκην ἄξιος δοῦναι; Καίτοι εἰ καὶ εἶπε, δικαιότερον ἂν ὑμῶν εἶπε πολλῷ. Ὁ μὲν γὰρ ἐπ' ἐκείνοις σκανδαλιζόμενος ἀλόγιστος καὶ σφόδρα ἀνόητος· ὁ δὲ ἐπὶ τούτοις, πολλὰς ἂν σχοίη δικαίας καὶ εὐλόγους αἰτίας εἰπεῖν· ἀλλ' ὅμως καὶ δικαιότερα ὑμῶν εἰπὼν ἂν ὁ Παῦλος, εἴπερ ἤθελεν εἰπεῖν, ἀλλ' οὐκ εἶπεν, ἀλλ' εἰς ἓν μόνον εἶδε, τοῦ πλησίον τὴν σωτηρίαν. Καὶ θέα τὴν ὑπερβολήν· οὐ γὰρ εἶπεν· «Ἅπαξ, ἢ ∆ὶς, ἢ τόσον καὶ τόσον χρόνον», ἀλλ' «Εἰς τὸν αἰῶνα, φησίν, οὐ μὴ φάγω», εἰ σκανδαλίζοιτο ὁ ἕτερος. Καὶ ἵνα μὴ νομίσῃς μέχρι τούτων αὐτὸν ἑστάναι, καὶ ἕτερόν τι προσέθηκε τούτου πλέον·