1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

6

παραδηλῶν, ὅτι ἕως ἂν ἐμπνέωμεν καὶ τὴν σάρκα ὦμεν περικείμενοι ταύτην, παλαισμάτων ἡμῖν χρεία καὶ πόνων, καὶ οὐκ ἔστιν ἀπραγμόνως κατορθῶσαι σωφροσύνην ποτὲ, ἀλλὰ πολλῶν ἱδρώτων ἡμῖν δεῖ καὶ καμάτων πρὸς τουτὶ τὸ τρόπαιον, οὕτως ἔλεγεν· «Ὑπωπιάζω μου τὸ σῶμα, καὶ δουλαγωγῶ, μή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι.» Ταῦτα δὲ ἔλεγε δηλῶν τὴν ἐπανάστασιν τῆς σαρκὸς καὶ τὴν ἀπὸ τῆς ἐπιθυμίας λύτταν, καὶ τὸν διηνεκῆ πόλεμον, καὶ τὸν ἐναγώνιον αὐτοῦ βίον. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς τοῦ πράγματος δηλῶν τὴν δυσκολίαν, οὐδὲ ἐμβλέπειν ἁπλῶς ἠφίει εἰς τὰς τῶν γυναικῶν ὄψεις, ἀλλὰ καὶ τῇ τῶν μοιχῶν κολάσει τοὺς οὕτως ὁρῶντας κολάζειν ἠπείλησεν. Καὶ τῷ Πέτρῳ εἰπόντι ὅτι «Οὐ συμφέρει γαμῆσαι», οὐκ ἐνομοθέτησε μὴ γαμεῖν, ἀλλὰ παραδηλῶν τοῦ πράγματος τὸν ὄγκον ἔλεγεν, «Ὁ δυνάμενος χωρεῖν, χωρείτω.» Ἀκούομεν δὲ καὶ ἐπὶ τῆς γενεᾶς τῆς ἡμετέρας, ὅτι πολλοὶ καὶ σιδήρῳ τὸ σῶμα ἅπαν καταδήσαντες, καὶ σάκκῳ περιβαλόντες, καὶ πρὸς τὰς τῶν ὀρῶν ἀναδραμόντες κορυφὰς, καὶ νηστείᾳ διηνεκεῖ συζῶντες καὶ παννυχίσι καὶ ἀγρυπνίαις, καὶ πᾶσαν ἐπιδεικνύμενοι σκληραγωγίαν, καὶ γυναιξὶν ἁπάσαις ἀπαγορεύσαντες ἐπιβαίνειν τοῦ δωματίου καὶ τῆς καλύβης τῆς ἑαυτῶν καὶ τῷ τρόπῳ τούτῳ παιδαγωγοῦντες ἑαυτοὺς, μόγις περιγίνονται τῆς κατὰ τὴν ἐπιθυμίαν μανίας. Σὺ δὲ λέγεις ὅτι, κἂν συνοικοῦντα ἴδῃς παρθένῳ καὶ προσδεδεμένον, καὶ τρυφῶντα, καὶ τὴν ψυχὴν προϊέμενον μᾶλλον ἢ τὴν σύνοικον, καὶ πάντα καὶ παθεῖν καὶ ποιῆσαι αἱρούμενον ἢ χωρισθῆναι τῆς ποθουμένης, μὴ πιστεύσῃς τι πονηρὸν, μηδὲ ἐπιθυμίας εἶναι νομίσῃς τὸ πρᾶγμα, ἀλλ' εὐλαβείας. Ἀλλ' οὐ περὶ τῶν σώματα ἐχόντων, ὦ θαυμάσιε, ἀλλὰ περὶ τῶν λίθοις συνοικούντων οὕτω διακεῖσθαι χρή. Καίτοι γε πολλοὶ, καὶ σὺ μὲν ἴσως ἀπιστεῖς διὰ τὴν πολλὴν σωφροσύνην· ἐγὼ δὲ ἤκουσα διηγουμένων τινῶν, ὅτι πολλοὶ καὶ πρὸς ἀγάλματα καὶ λίθους ἔπαθόν τι. Εἰ δὲ ἔνθα σκληρότης καὶ ἀντιτυπία, ἡ διάπλασις μόνη τοσοῦτον ἴσχυσεν, ὅταν μετὰ τῆς διαπλάσεως καὶ σῶμα ἁπαλὸν ὑποκείμενον ᾖ, τίνα οὐκ ἐργάσεται μανίαν; πῶς δὲ οὐ δόξουσιν εἰκότα λέγειν μᾶλλον οἱ κατηγοροῦντες, ἢ ἡμεῖς οἱ ἀπολογούμενοι; Τί γὰρ εἰκός, εἰπέ μοι, ἐπιθυμεῖν ἄνδρα γυναικὸς, ἢ μὴ ἐπιθυμεῖν; Πάντως ἂν εἴποιμεν ἐπιθυμεῖν. Πάλιν τὸν μυρίων ὠθουσῶν ἔξω προφάσεων εὐλόγων οὐκ ἀνεχόμενον ἐξελθεῖν, ἀλλ' εἰσωθοῦντα ἑαυτὸν ἐπ' οὐδενὶ μὲν κατορθώματι, μυρίοις δὲ ὀνείδεσι καὶ βλάβαις οἰκείων τε καὶ ἀλλοτρίων, τί εἰκός; ἐξ ἀγαθῆς τοῦτο πάσχειν προαιρέσεως, ἢ ἐκ πονηρᾶς; Ἐκ πονηρᾶς, τάχα ἂν εἴποι τις μᾶλλον. Πλὴν ἀλλὰ μηδὲν ὑπὲρ τούτων αὐτῶν ἀκριβολογώμεθα, ἀλλὰ κείσθω μηδὲ κατὰ λόγον σκανδαλίζεσθαι τοὺς σκανδαλιζομένους, μήτε δικαίως, ἀλλ' εἰκῇ καὶ μάτην· τίνος ἕνεκεν συνοικεῖς, εἰπέ μοι, τῇ παρθένῳ; ∆ι' οὐδὲν γὰρ ἡ συνοίκησις αὕτη νενομοθέτηται, ἢ δι' ἔρωτα καὶ πόθον· ἐπεὶ περίελε τοῦτο, καὶ ἀνῄρηται ἡ τοῦ πράγματος χρεία. Τίς γὰρ ἂν ἕλοιτο, ἀνὴρ ὢν, ταύτης χωρὶς τῆς ἀνάγκης γυναικείας ἀνέχεσθαι τρυφῆς καὶ ὕβρεως καὶ τῶν ἄλλων τῶν τοῦ γένους ἐλαττωμάτων ἐκείνου; ∆ιὰ τοῦτο καὶ ἐξ ἀρχῆς ὁ Θεὸς τὴν γυναῖκα ταύτῃ καθώπλισε τῇ ἰσχύϊ, εἰδὼς ὅτι σφόδρα εὐκαταφρόνητος ἔσται, μὴ ταύτην ἐπαγομένη τὴν ἀρχὴν, καὶ ὅτι οὐδεὶς ἂν ἕλοιτο αὐτῇ συνοικῆσαι καθαρεύων ἐπιθυμίας. Εἰ γὰρ καὶ τοσαύτης ἐπικειμένης ἀνάγκης νῦν καὶ πολλῆς ἑτέρας χρείας- καὶ γὰρ καὶ παιδοποιοῦσι, καὶ οἰκουροῦσι, καὶ ἕτερα διακονοῦνται ἄλλα καὶ πλείονα τούτων· εἰ τοίνυν καὶ νῦν τοσαῦτα λειτουργοῦσαι τοῖς ἀνδράσιν εὐκαταφρόνητοι πολλάκις ἐγένοντο, καὶ τῆς οἰκίας ἐξεβλήθησαν, πῶς ἂν ἐπιθυμίας χωρὶς ἦσαν ὑμῖν ποθειναὶ, καὶ ταῦτα τοσούτοις ὑμᾶς ὀνείδεσι περιβάλλουσαι; Ἢ λέγετε τοίνυν τὴν αἰτίαν τῆς συνοικήσεως, ἢ οὐδεμίαν ὑποπτεύειν ἑτέραν ἀνάγκη, ἀλλ' ἢ πονηρὰν ἐπιθυμίαν καὶ ἡδονὴν ἐπονείδιστον.

6 Τί οὖν, ἂν δυνηθῶμεν, φησίν, αἰτίαν εὔλογον καὶ 6 δικαίαν εἰπεῖν, ἔσῃ μάτην ταῦτα περὶ ἡμῶν εἰρηκώς; Μάλιστα μὲν οὖν οὐδεμίαν ἐρεῖτε τοιαύτην· πλὴν