1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

8

Θεὸς, ἀλλ' ἐν τῷ τῶν ὄντων καταφρονεῖν, τῷ πάντων ἀπηρτῆσθαι τῶν βιωτικῶν. Ἀλλ' οὐκ ἐᾶτε ὑμεῖς, οὐδὲ συγχωρεῖτε τοῦ Θεοῦ τὸν νόμον ἰσχύειν.

7 Τί οὖν, ἂν τῆς ἑτέρων δεηθῇ προστασίας, φησί, καὶ πολλὰ ἀνάξια ὑπομείνῃ; νῦν γὰρ οὐκ ἀνάξια τῆς παρθένου ταῦτα; Οὐδὲν οὕτως ἀνάξιον τῆς παρθένου, ὡς τὸ πλουτεῖν καὶ περιβεβλῆσθαι πραγμάτων πλῆθος. Τί δαί; εἰ καὶ ἕτερα πρὸς τούτοις κελεύοι, οἷον δανείζειν χρυσίον, εἶτα καλέσασα ἡμᾶς εἰς τὰ συναλλάγματα μὴ πείθοι, καὶ μὴ πείσασα ἑτέρους λάβοι, ἡμεῖς ἐσόμεθα αἴτιοι; Τί δαί; εἰ καπηλείας ἄλλας τινὰς ἀνελευθέρους καὶ ἀπρεπεῖς κατασκευάζοι, εἶτα, μὴ βουλομένων ἡμῶν συμπράττειν, ἄλλων δεηθείη τινῶν, ἐγκαλεῖσθαι ἂν εἴημεν ἄξιοι; Οὐδαμῶς, ἀλλὰ καὶ ἐπαινεῖσθαι· τοὐναντίον γὰρ ἂν ἦν ψόγου καὶ κατηγορίας τὸ πρὸς τὰ τοιαῦτα συμβάλλεσθαι αὐταῖς καὶ συμπράττειν. Βούλει μὴ φέρεσθαι μηδὲ ἄγεσθαι τὰ χρήματα ἐκείνης; παραίνεσον αὐτῇ καταθεῖναι ἔνθα μηδὲ ἀνδρὸς δεήσεται πρὸς φυλακὴν, καὶ ἀνάλωτα μένει διὰ παντός· εἰ δὲ βούλοιτο πράγματα ἔχειν, τίνος ἕνεκεν παίζειν ἐν οὐ παικτοῖς; Τὸ γὰρ παρθένον οὖσαν τοιαῦτα πράττειν, παίζειν ἐστὶ παιδιὰν οὐχὶ τέρψιν, ἀλλὰ θάνατον ἔχουσαν. Ὅταν γὰρ ὑπεύθυνον ἑαυτὴν καταστήσασα τῶν τοιούτων παλαισμάτων, ἀνάξια πάντα πράττῃ τῆς τοιαύτης ὑποσχέσεως, μείζων ἡ κόλασις, χαλεπωτέρα ἡ τιμωρία. Οὐκ ἤκουσας οἷον αὐτῇ νόμον ἔθηκεν ὁ Παῦλος, μᾶλλον δὲ ὁ Χριστὸς εἰπὼν δι' ἐκείνου, ὅτι μεμέρισται καὶ ἡ γυνὴ καὶ ἡ παρθένος, καὶ «Ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, ἵνα ᾖ ἁγία καὶ σώματι καὶ πνεύματι»; Ἀλλ' ὑμεῖς οὐκ ἐᾶτε, πρὸς τὰς ἐπιθυμίας αὐτῶν πάσας ἀνδραπόδων ἀργυρωνήτων εὐκολώτερον ὑπακούοντες. Ναί, φησί· τί οὖν, ἂν ἐσχάτῃ πενίᾳ παλαίῃ; περὶ μὲν γὰρ τῶν εὐπόρων ταῦτα καλῶς εἴρηταί σοι· τὰς δὲ ἐν πτωχείᾳ καὶ ἀμελείᾳ πολλῇ κειμένας ποῖον ἔγκλημα ἀνορθοῦν; Εἴθε μὲν οὖν μὴ κατεβάλλετε μηδὲ ὠθεῖτε αὐτὰς πρὸς αὐτὰ τῆς ἀπωλείας τὰ βάραθρα, καὶ ἀγαπητὸν ἦν· καὶ γὰρ εἰ τῷ κελεύσαντι πενήτων προΐστασθαι πειθόμενος ταῦτα ποιεῖς, ἔχεις ἀδελφοὺς μυρίους· ἐκεῖ τὴν καλὴν ταύτην ἐργασίαν ἐπίδειξαι, ἔνθα μηδὲν ὑφορμεῖ τῶν σκανδαλίσαι δυναμένων, ὡς ἐνταῦθά γε πάσης ὠμότητος καὶ ἀπανθρωπίας χεῖρον ἡ ἐλεημοσύνη. Τί γὰρ ὄφελος, ὅταν τὸ μὲν σῶμα διατρέφῃς, τὴν δὲ ψυχὴν καταδύῃς; ὅταν ἱμάτιον μὲν δῷς, τὴν δὲ ὑπόληψιν τῶν γυμνῶν αἰσχροτέραν καταστήσῃς; ὅταν χρήσιμος ἐν τοῖς σωματικοῖς γενόμενος, πάντα λυμήνῃ τὰ πνευματικά; ὅταν ἐξευμαρίσας αὐτῇ τὰ ἐπὶ τῆς γῆς, ἐκβάλῃς αὐτὴν τῶν οὐρανίων; Ποία δὲ ἐλεημοσύνη, ὅταν ἡ τοῦ Θεοῦ ὑβρίζηται δόξα; ὅταν ὄνειδος ᾖ καὶ αἰσχύνη καὶ σκώμματα καὶ λοιδορίαι καὶ τῆς ἐλεουμένης αὐτῆς καὶ ἑτέρων πολλῶν τῶν δι' ἐκείνης σκανδαλιζομένων; Οὐκ ἀπὸ ἐλέου ἀλλ' ἀπὸ ἀπανθρώπου ταῦτα γίνεται ψυχῆς καὶ ἀπηνοῦς. Εἰ γὰρ ἐξ ἐλέου καὶ φιλανθρωπίας ἐγίνετο, περὶ τοὺς ἄνδρας ταῦτα ἐπιδείκνυσθαι ἐχρῆν. Ἀλλ' αἱ γυναῖκες πλείονος δέονται προστασίας, φησίν, οἱ δὲ ἄνδρες πολλὰς ἔχουσιν ἀπὸ τῆς φύσεως ἀφορμάς. Καίτοι καὶ ἐν ἀνδράσιν εἰσὶ πολλοὶ γυναικῶν ἀσθενέστερον διακείμενοι καὶ διὰ γῆρας μακρὸν, καὶ δι' ἀρρωστίαν, καὶ διὰ πήρωσιν σώματος, καὶ διὰ νόσους χαλεπὰς, καὶ δι' ἑτέρας τινὰς τοιαύτας προφάσεις· πλὴν ἀλλ' ἐπειδὴ μάλιστα τοῦ τῶν γυναικῶν κήδεσθε γένους, ἅτε ἀσθενεστέρου ὄντος, καὶ σφόδρα ἐλεήμονές ἐστε καὶ συμπαθεῖς πρὸς ἐκείνας, οὐδὲ ἐνταῦθα ταύτης ἀπορήσομεν τῆς προφάσεως, ἀλλὰ δείξομεν ὑποθέσεις ὑμῖν, αἳ καὶ κατηγορίας εἰσὶν ἀπηλλαγμέναι πάσης, καὶ πλείονα παρέξουσιν ὑμῖν τὸν μισθόν. Εἰσὶ γὰρ γυναῖκες, αἳ μὲν ὑπὸ γήρως παραλελυμέναι, αἳ δὲ τὰς χεῖρας ἐκκεκομμέναι, αἳ δὲ τοὺς ὀφθαλμοὺς πεπηρωμέναι, αἳ δὲ ἄλλα πάθη ποικίλα καὶ παντοδαπὰ πάσχουσαι καὶ τὴν τῶν παθῶν χαλεπωτέραν πενίαν. Ἥ τε γὰρ πενία καὶ τὸ μηδὲν ὅλως ἔχειν ἐπιτρίβει τοῦ σώματος αὐταῖς τὰ νοσήματα· αὐτή τε ἡ πενία πάλιν ὑπὸ τούτων χαλεπωτέρα γίνεται καὶ ἀφορητοτέρα. Ἐπὶ τὴν τούτων ἔξελθε θήραν, ταύτας συνάγαγε· μᾶλλον δὲ οὐδὲ πόνου σοι δεῖ πρὸς τὴν συλλογήν· οὕτως