1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

10

καὶ πάντων ἀνθρώπων πραότατον τῶν ἐπὶ τῆς γῆς, καὶ τῷ Θεῷ φίλον, καὶ προφητῶν μείζονα-τοῖς μὲν γὰρ ἄλλοις δι' αἰνιγμάτων διελέχθη, τούτῳ δὲ ὡς ἂν εἰ φίλος πρὸς φίλον· τοῦτον τοίνυν τὸν τοιοῦτον, τὸν μυρία κατὰ τὴν ἔρημον ταλαιπωρηθέντα ἐπὶ ἔτεσιν τοσούτοις, τὸν περὶ τῶν ἐσχάτων κινδυνεύσαντα πολλάκις, παρά τε Αἰγυπτίοις ὑπὲρ Ἰουδαίων, καὶ παρὰ Ἰουδαίοις ὑπὲρ αὐτῶν πάλιν τῶν ἀγνωμόνων ἐκείνων, οὐδὲν ἕτερον ἐκώλυσε μετὰ τὰς πολλὰς ταλαιπωρίας ἐκείνας καὶ τὰ μυρία κατορθώματα τῆς ἐπαγγελίας τυχεῖν, ἢ τὸ σκανδαλίσαι τοὺς συνόντας αὐτῷ ἐπὶ τοῦ ὕδατος. Καὶ τοῦτο αἰνιττόμενος ὁ Θεὸς ἔλεγεν, «Ὅτι οὐκ ἐπιστεύσατέ μοι ἁγιάσαι με ἐναντίον τῶν υἱῶν Ἱσραὴλ, διὰ τοῦτο οὐκ εἰσάξετε τὴν συναγωγὴν ταύτην εἰς τὴν γῆν, ἣν ἔδωκα αὐτοῖς.» Καίτοι καὶ πρὸ τούτου τινὰ παρήκουσε καὶ γὰρ ἀντεῖπε τῷ Θεῷ καὶ ἅπαξ καὶ δὶς πεμπόμενος εἰς Αἴγυπτον, καὶ μετὰ ταῦτα ἐπὶ τῆς ἐρήμου διηπίστησε λέγων, «Ἑξακόσιαι χιλιάδες εἰσὶ πεζῶν, καὶ σὺ εἶπας, Κρέα δώσω αὐτοῖς, καὶ φάγονται μῆνα ἡμερῶν. Μὴ πρόβατα καὶ βόες σφαγήσονται, ἢ πᾶν τὸ ὄψον τῆς θαλάσσης συναχθήσεται, καὶ ἀρκέσει αὐτοῖς;» καὶ μετὰ ταῦτα δὲ πάλιν ἀπεδυσπέτησε, καὶ τοῦ δήμου τὴν προστασίαν παρῃτήσατο· ἀλλ' ὅμως οὐδὲν τούτων ἴσχυσεν αὐτὸν ἀποστερῆσαι τῶν ἄθλων τῶν προκειμένων, ἀλλ' ἢ τὸ ἐπὶ τοῦ ὕδατος συμβὰν μόνον· τῇ μὲν γὰρ φύσει ἐκείνων ἔλαττον ἦν, τῷ δὲ μετὰ τῆς ἑτέρων γενέσθαι βλάβης, πολλῷ μεῖζον ἐγένετο. Ἐκεῖνα μὲν γὰρ ἰδίᾳ καὶ λανθανόντως συνέβη, τοῦτο δὲ φανερῶς καὶ ἐπὶ τοῦ δήμου παντὸς ἡμαρτάνετο. ∆ιὰ τοῦτο καὶ ἐγκαλῶν ὁ Θεὸς τοῦτο ᾐνίξατο εἰπὼν, «Ὅτι οὐχ ἡγιάσατέ με ἐναντίον τῶν υἱῶν Ἰσραήλ», τῆς ἁμαρτίας αὐτῶν τὴν φύσιν ἐκκαλύπτων, καὶ ὅθεν γέγονεν ἀσύγγνωστος, παραδηλῶν. Εἰ δὲ τηλικοῦτον ἄνδρα τοῦτο προσκροῦσαι ἐποίησεν, ἡμᾶς τοὺς σκώληκας καὶ οὐδαμινοὺς πῶς οὐ καταδύσει τοῦτο καὶ ἀπολεῖ; Οὐδὲν γὰρ οὕτως παροξύνει τὸν Θεὸν, ὡς ὅταν τὸ ὄνομα αὐτοῦ βλασφημῆται. Καὶ τοῖς Ἰουδαίοις δὲ τοῦτο ἄνω καὶ κάτω διετέλεσεν ἐγκαλῶν ὅτι, «Τὸ ὄνομά μου βεβηλοῦται·» καὶ πάλιν, «Ὑμεῖς βεβηλοῦτε αὐτό·» καὶ «∆ι' ὑμᾶς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσι·» καὶ τοσαύτη αὐτῷ τοῦ μὴ συμβαίνειν τοῦτο γέγονε πρόνοια, ὡς καὶ ἀναξίους σῶσαι πολλάκις, ἵνα μὴ τοῦτο γένηται. «Ἐποίησα γὰρ, φησίν, ἵνα μὴ τὸ ὄνομά μου βεβηλωθῇ·» καὶ «Οὐ δι' ὑμᾶς ἐγὼ ποιῶ, οἶκος τοῦ Ἰσραὴλ, ἀλλ' ἵνα τὸ ὄνομά μου μὴ βεβηλωθῇ.» Καὶ ὁ Παῦλος δὲ ἀνάθεμα ηὔξατο εἶναι ὑπὲρ τῆς τοῦ Θεοῦ δόξης· καὶ αὐτὸς ὁ Μωσῆς ἐξαλειφθῆναι τῆς βίβλου παρεκάλεσεν ὑπὲρ τῆς δόξης τοῦ ὀνόματος τοῦ Θεοῦ· ὑμεῖς δὲ οὐ μόνον οὐδὲν αἱρεῖσθε παθεῖν, ὥστε ταύτην ἀποκρούσασθαι τὴν βλασφημίαν, ἀλλὰ καὶ πάντα πράττετε, δι' ὧν αὔξετέ τε αὐτὴν καὶ ἐπιτείνετε καθ' ἑκάστην ἡμέραν. Τίς οὖν ἡμᾶς παραιτήσεται, τίς δὲ συγγνώσεται; Οὐκ ἔστιν οὐδείς. Τοσαύτην δὲ πρόνοιαν καὶ ὁ Θεὸς ποιεῖται καὶ οἱ ἅγιοι τοῦ μὴ βλασφημεῖσθαι τὸ ὄνομα αὐτοῦ, οὐχ ὡς τοῦ Θεοῦ δεομένου τῆς δόξης τῆς παρ' ἡμῶν ἀνενδεὴς γάρ ἐστι καὶ τέλειος, ἀλλ' ὡς πολλῆς ἀπὸ τοῦ πράγματος τοῖς ἀνθρώποις γινομένης βλάβης. Ὅταν γὰρ πρὸς αὐτοὺς διαβληθῇ τὸ τοῦ Θεοῦ ὄνομα καὶ ἡ δόξα, οὐδὲν αὐτοὺς ὠφελεῖ λοιπόν· εἰ δὲ ὁ Θεὸς διαβαλλόμενος οὐδὲν ὠφελεῖ, πολλῷ μᾶλλον ἡμεῖς.

9 Πάντα οὖν πράττωμεν, ὥστε μηδεμίαν γενέσθαι πρόφασιν σκανδάλου· ἀλλὰ κἂν ἀδίκως ἐγκαλῶσι πείθωμεν, καὶ διαλύωμεν τὰ ἐγκλήματα, καὶ μιμώμεθα τοὺς ἁγίους, οἳ τοσαύτην ἐποιοῦντο σπουδὴν καὶ τῆς τοῦ Θεοῦ δόξης καὶ τῆς αὑτῶν, διὰ τὴν τοῦ Θεοῦ. Μὴ δὴ πάντα ῥίψαντες ἁπλῶς καὶ καταπατήσαντες ἀρκεῖν ἡγώμεθα πρὸς ἀπολογίαν ἡμῖν, ἐὰν εἴπωμεν ὅτι θοἰμάτιον ἐπριάμεθα παρθένῳ καὶ ὑποδήματα, καὶ τὰ ἄλλα τὰ κατὰ τὴν σωματικὴν ἀνάπαυσιν εὖ διεθήκαμεν. Καὶ τίς οἰκονομήσει, φησί, τὰ κατὰ τὴν οἰκίαν ἡμῖν; τίς δὲ ἐπόψεται τὰ ὄντα, τίς δὲ προστήσεται, καὶ ἡμῶν ἔξω διατριβόντων καὶ γυναικὸς ἔνδον οὐκ οὔσης; Καὶ γὰρ καὶ ταῦτα λέγουσιν ἐναντία τιθέντες τοῖς προτέροις καὶ αἰσχρότερα, καὶ οὐδενὸς