1

 2

 3

 4

4

γὰρ ὧν ἔδησε τὴν ἁρμονίαν· οὕτω καὶ ὁ Θεὸς ὁ ἁρμόσας, ὁ συσφίγξας, ὁ κομβώσας τὸ σῶμα, καὶ τοὺς συνδέσμους τῶν νεύρων ᾔδει, καὶ πῶς συνῆψε πλευρὰν πρὸς πλευρὰν, καὶ ἄρθρον, καὶ μέλος· καὶ ἐξ ὧν παρέδησεν, ἐπιστημόνως καὶ πανσόφως ἐπῆρε πλευρὰν, καὶ οὐκ ἐμείωσε τὸν Ἀδάμ. Ἔπλασεν αὐτὸν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ ἐν τῇ Παρθένῳ, καὶ οὔτε τὴν παρθενίαν πλάττων διέλυσεν, οὔτε διὰ τῆς μήτρας προελθὼν τὴν μήτραν διέφθειρεν. Εἰπὲ οὖν, ὦ σοφὲ καὶ ἐπιστήμων τί εὐκοπώτερόν ἐστι, παρθένον τεκεῖν, καὶ μετὰ τὸ τεκεῖν παρθένον πάλιν μεῖναι· ἢ ῥάβδον εἰς ζῶον ψυχωθῆναι, καὶ ἀπὸ ζώου πάλιν ῥάβδον γενέσθαι; Πῶς ἡ ῥάβδος Μωϋσέως εἰς δράκοντα μετεβλήθη; πῶς τὸ ἄψυχον ψυχὴν ἔλαβε; πῶς τὸ ἀκίνητον ἐπὶ γῆς εἷρπε; πῶς δὲ πάλιν ἀπὸ δράκοντος ῥάβδος γέγονε, τὴν οἰκείαν ἐπιγνοὺς φύσιν; Ποτὲ μὲν γὰρ ἀπὸ ῥάβδου δράκων, ποτὲ δὲ ἀπὸ δράκοντος ῥάβδος ἐγένετο. Ὥσπερ οὖν ἡ Μωϋσέως ῥάβδος, ἄνθρωπε, κατὰ φύσιν μὲν ἦν ῥάβδος, κατ' οἰκονομίαν δὲ δράκων· 59.714 οὕτω καὶ ἡ Μαρία κατὰ φύσιν μὲν ἦν παρθένος, κατ' οἰκονομίαν δὲ μήτηρ ἐγένετο, ἵνα πιστεύσωσι τῶν Χαλδαίων οἱ μάγοι, καθάπερ, ἵνα φοβηθῇ Αἴγυπτος, ἡ ῥάβδος δράκων ἐγένετο. Τοιγαροῦν ἵνα σωθῇ ἡ οἰκουμένη, οὐκ ἤθελες σὺ τὴν Παρθένον φανῆναι; Εἶτα δὲ σεισμῶν γινομένων διαιροῦνται τοῖχοι καὶ συνάπτονται· Χριστοῦ δὲ τικτομένου οὐκ ἠνοίγετο μήτρα, καὶ πάλιν ὑφαίνεται; Καὶ ἐν σεισμοῖς μὲν οὕτω διαιροῦνται τοῖχοι, ὡς καὶ θάνατον ἀπειλεῖν· οὕτω δὲ ἑνοῦνται, ὡς μηδὲ σχῆμα ἢ ἴχνος φαίνεσθαι τῆς διαιρέσεως· ἐπὶ δὲ τῆς ἀφθάρτου ἐκείνης γεννήσεως οὐκ ἤθελες λυθῆναι μὲν τὴν μήτραν πρὸς τιμὴν τοῦ τικτομένου, συνελθεῖν δὲ καὶ ἑνωθῆναι καὶ τὸ τῆς παρθενίας ἀπολαβεῖν σχῆμα δυνάμει τοῦ ἐνεργοῦντος; Καὶ μή μοι λέγε· Πόθεν ὑπέστη σὰρξ καὶ αἷμα, σπέρματος μὴ ὑποκειμένου; Ἔστι γὰρ ἐκ τῶν καθ' ἡμᾶς μαθεῖν τὸ ὑπὲρ ἡμᾶς. Καὶ κάλει μοι εἰς εἰκόνας τῶν λεγομένων τοὺς τῶν ζωγράφων παῖδας, οἳ πολλάκις καὶ φυτὰ καὶ δένδρα καὶ λειμῶνας καὶ ποταμοὺς ζωγραφοῦσιν, καὶ ἐπειδὰν δὴ τὴν φύσιν συνεργοῦσαν οὐκ ἔχουσι, τέχνῃ βιάζονται τῇ κράσει τῶν χρωμάτων τὰς τῶν πραγμάτων παριστᾷν εἰκόνας. Ποιοῦσι γὰρ ποταμὸν, παρὰ ποταμῶν μὴ δανειζόμενοι ῥεῖθρον· ποιοῦσιν ἄνθρωπον, μηδὲν παρὰ τῆς ἀνθρωπίνης ἐρανιζόμενοι φύσεως. Ὥσπερ οὖν οἱ ζωγράφοι διὰ τῶν χρωμάτων καὶ ἄνθρωπον καὶ πηγὴν καὶ ποταμὸν ζωγραφοῦσι, μηδὲν παρὰ πηγῆς ἢ ποταμοῦ ἢ ἀνθρώπου λαμβάνοντες· τὸν αὐτὸν τρόπον καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐν τῇ Παρθένῳ οὐ χρώμασιν, ἀλλὰ βουλῇ ἔμψυχον κατεσκεύασεν ἄνθρωπον, παρὰ τῆς ἀνθρωπίνης φύσεως μὴ ἐρανισάμενος σπέρμα εἰς σύστασιν τοῦ πλαττομένου. Ὁ Θεὸς χοῦν λαβὼν ἀπὸ τῆς γῆς, οὐ χερσὶν ἀνθρωπίναις ἀσύνθετος γὰρ τῆς θεότητος ἡ φύσις τὸν Ἀδὰμ ἐμόρφωσεν ὡς ἠθέλησε· τὸ δὲ Πνεῦμα τὸ ἅγιον οὐ χοῦν ἔλαβεν, οὐ φυσικῷ νόμῳ καταβληθῆναι σπέρμα συνεχώρησεν, ἀλλὰ μόνον ἐπέλαμψε, καὶ ὀστέα ἔπηξε, καὶ νεῦρα ἔτεινε, καὶ ῥῖνα καὶ ὦτα, ὀφθαλμούς τε καὶ γλῶτταν χεῖρας καὶ πόδας, ψυχὴν καὶ νοῦν καὶ λογισμὸν καὶ λόγον συνεστήσατο, κἂν μὴ βούλωνται οἱ αἱρετικῶν παῖδες. Ὥσπερ γὰρ οἱ ἐν κατόπτρῳ ἐγκύπτοντες εἰκόνα ἀντεγειρομένην αὐτῶν ὁρῶσι τῇ ὄψει ἐκ τῆς ἀμόρφου ὕλης, εἰκόνα γελῶσαν πολλάκις, καὶ κλαίουσαν, κινουμένην τε καὶ πολυτρόπως μετερχομένην, καὶ τῆς ζώσης μορφῆς τὰ σχήματα μιμουμένην· οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐν καθαρῷ κατόπτρῳ, τῷ ἀσπίλῳ σώματι τῆς Παρθένου ἔλαμψε, τέλειον ἐδημιούργησεν ἄνθρωπον οὐ νόμῳ φύσεως, οὐ χρόνῳ, οὐκ ἀνθρωπίνῳ σπέρματι, ἀλλ' ὄψει μόνον, νοερᾷ τε καὶ ἁγίᾳ δυνάμει πρὸς ὠδῖνας τὴν Παρθένον ἐκίνησεν, ἀποῤῥήτως ἐν αὐτῇ τὸ βρέφος ὑφάνας, ὡς ἱμάτιον, ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων. Ταῦτα μὲν οὕτως· ἡμεῖς δὲ ὑπὲρ τῶν εἰρημένων δόξαν τῷ δι' ἡμᾶς ἐνανθρωπήσαντι Θεῷ ἀναπέμψωμεν, ὅτι αὐτῷ ἡ δόξα καὶ τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.