1

 2

 3

 4

 5

4

καὶ πεῖσον μηκέτι τοῖς αὐτοῖς περιπεσεῖν, καὶ ἀρκοῦσαν ἔχομεν ἀπολογίαν. Εἰ δὲ μὴ ἀνέχοιτο, μηδὲ ἡμῶν συμβουλευόντων, μηδὲ ὑμῶν παραινούντων, τῇ ἐξουσίᾳ χρήσομαι λοιπὸν, ᾗ ὁ Θεὸς ἡμῖν ἔδωκεν οὐκ εἰς καθαίρεσιν, ἀλλ' εἰς οἰκοδομήν.

δʹ. ∆ιὰ δὲ τοῦτο προλέγω, καὶ λαμπρᾷ βοῶ τῇ φωνῇ, ὅτι εἴ τις μετὰ τὴν παραίνεσιν ταύτην καὶ διδασκαλίαν ἐπὶ τὴν παράνομον τῶν θεάτρων αὐτομολήσειε λύμην, οὐ δέξομαι αὐτὸν εἴσω τουτωνὶ τῶν περιβόλων, οὐ μεταδώσω μυστηρίων, οὐκ ἀφήσω τῆς ἱερᾶς ἅψασθαι τραπέζης· ἀλλ' ὥσπερ οἱ ποιμένες τὰ ψώρας ἐμπεπλησμένα πρόβατα τῶν ὑγιαινόντων ἀπείργουσιν, ὥστε μὴ μεταδοῦναι τοῖς λοιποῖς τῆς νόσου· οὕτω δὴ ἐργάσομαι κἀγώ. Εἰ γὰρ τὸ παλαιὸν ὁ λεπρὸς ἔξω τῆς παρεμβολῆς ἐκελεύετο καθῆναι, κἂν βασιλεὺς ἦν, ἐξεβάλλετο μετὰ τοῦ διαδήματος, πολλῷ μᾶλλον ἡμεῖς τὸν τὴν ψυχὴν λεπροῦντα ταύτης ἐκβαλοῦμεν τῆς ἱερᾶς παρεμβολῆς. Ὥσπερ γὰρ τὴν ἀρχὴν παραινέσει καὶ συμβολῇ ἐχρησάμην, οὕτω καὶ νῦν μετὰ τοσαύτην παραίνεσιν καὶ διδασκαλίαν ἀνάγκη λοιπὸν καὶ τομὴν ἐπαγαγεῖν. Καὶ γὰρ ἐνιαυτὸν ἔχω λοιπὸν τῆς πόλεως ἐπιβὰς τῆς ὑμετέρας, καὶ οὐ διέλιπον πολλάκις καὶ συνεχῶς ταῦτα ὑμῖν παραινῶν. Ἐπεὶ οὖν ἐναπέμεινάν τινες τῇ σηπεδόνι, 56.269 φέρε λοιπὸν τὴν τομὴν ἐπαγάγωμεν. Εἰ γὰρ μὴ σιδήριον ἔχω, ἀλλ' ἔχω λόγον σιδήρου τομώτερον· εἰ καὶ μὴ πῦρ βαστάζω, ἀλλ' ἔστι μοι διδασκαλία πυρὸς θερμοτέρα, εὐτονώτερον δυναμένη καίειν. Μὴ οὖν καταφρόνει τῆς ἀποφάσεως τῆς ἡμετέρας. Εἰ γὰρ εὐτελεῖς ἡμεῖς καὶ σφόδρα οἰκτροὶ, ἀλλ' ὅμως ἐνεχειρίσθημεν ἀξίαν παρὰ τῆς τοῦ Θεοῦ χάριτος τὴν δυναμένην ταῦτα ἐργάζεσθαι. Ἐκβαλλέσθωσαν τοίνυν οἱ τοιοῦτοι, ἵνα οἵ τε ὑγιαίνοντες ἡμῖν ὑγιεινότεροι γένωνται, οἵ τε νοσοῦντες ἀνακτήσωνται ἑαυτοὺς ἐκ τῆς χαλεπῆς ἀῤῥωστίας. Εἰ δὲ ἐφρίξατε ταύτην ἀκούσαντες τὴν ἀπόφασιν (καὶ γὰρ ὁρῶ πάντας στυγνάζοντας καὶ συνεσταλμένους ὄντας), μεταβαλλέσθωσαν, καὶ λέλυται τὰ τῆς ἀποφάσεως. Ὥσπερ γὰρ ἐξουσίαν ἐλάβομεν δῆσαι, οὕτως καὶ λῦσαι, καὶ πάλιν ἐπαγαγεῖν. Οὐ γὰρ τοὺς ἀδελφοὺς ἡμῶν ἀποκόψαι βουλόμεθα, ἀλλὰ τὸ ὄνειδος τῆς Ἐκκλησίας ἀποκρούσασθαι. Νῦν μὲν γὰρ καὶ Ἕλληνες ἡμῶν καταγελάσονται, καὶ Ἰουδαῖοι κωμῳδήσουσιν, ὅταν ἁμαρτάνοντας ἑαυτοὺς οὕτως περιορῶμεν. Τότε δὲ καὶ ἐκεῖνοι σφόδρα ἡμᾶς ἐπαινέσουσι, καὶ θαυμάσονται τὴν Ἐκκλησίαν, τῶν παρ' ἡμῖν αἰδεσθέντες νόμων. Μηδεὶς τοίνυν τῶν ἐπιμενόντων τῇ αὐτῇ πορνείᾳ τῆς ἐκκλησίας ἐπιβαινέτω, ἀλλὰ καὶ ἀφ' ὑμῶν ἐπιτιμάσθω, καὶ κοινὸς ἔστω πολέμιος. Εἴ τις γὰρ, φησὶν, οὐχ ὑπακούσῃ τῷ λόγῳ ἡμῶν διὰ τῆς ἐπιστολῆς, τοῦτον σημειοῦσθε, καὶ μὴ συναναμίγνυσθε αὐτῷ. Τοῦτο δὲ ποιήσατε· μήτε λόγου μετάδοτε, μήτε εἰς οἰκίαν δέξησθε, μήτε τραπέζης κοινωνήσητε, μήτε εἰσόδου, μήτε ἐξόδου, μήτε ἀγορᾶς· καὶ οὕτω ῥᾳδίως αὐτοὺς ἀνακτησόμεθα. Καὶ καθάπερ οἱ κυνηγοὶ τὰ δυσάλωτα τῶν θηρίων οὐκ ἐξ ἑνὸς μέρους, ἀλλὰ πάντοθεν ἐλαύνοντες, εἰς τὴν σαγήνην ἐμβάλλουσιν· οὕτω δὴ καὶ ἡμεῖς τοὺς ἐκθηριωθέντας συνελάσωμεν, καὶ ταχέως εἰς τὰ δίκτυα τῆς σωτηρίας ἐμβαλοῦμεν, ἡμεῖς ἐντεῦθεν, ὑμεῖς ἐκεῖθεν. Ἵν' οὖν τοῦτο γένηται, καὶ ὑμεῖς ἡμῖν συναγανακτήσατε, 56.270 μᾶλλον δὲ ὑπὲρ τῶν τοῦ Θεοῦ νόμων ἀλγήσατε, καὶ μικρὸν ἀποστράφητε τούτους τὰ τοιαῦτα νοσοῦντας καὶ παρανομοῦντας τῶν ἀδελφῶν, ἵνα διηνεκῶς αὐτοὺς ἔχητε. Οὐδὲ γὰρ τὸ τυχὸν ὑμῖν ἐστι κρίμα, εἰ παρίδητε τοσαύτην ἀπώλειαν, ἀλλὰ μεγίστην ἕξετε τιμωρίαν. Εἰ γὰρ ἐν ταῖς τῶν ἀνθρώπων οἰκίαις ἂν ἁλῷ τις τῶν οἰκετῶν ἀργύριον ἢ χρυσίον ὑφελόμενος, οὐκ αὐτὸς κολάζεται μόνον ὁ ἁλοὺς, ἀλλὰ καὶ οἱ συνειδότες καὶ μὴ καταγγείλαντες, πολλῷ μᾶλλον ἐπὶ τῆς Ἐκκλησίας. Ἐρεῖ γάρ σοι τηνικαῦτα ὁ Θεός· Ὁρῶν ἀπὸ τοῦ οἴκου τοῦ ἐμοῦ οὐκ ἀργύριον, οὐδὲ χρυσοῦν σκεῦος κλαπὲν, ἀλλὰ σωφροσύνην συληθεῖσαν, καὶ τὸν λαβόντα τὸ σῶμα τὸ τίμιον, καὶ τοιαύτης μετασχόντα θυσίας, ἀπελθόντα εἰς τὸ τοῦ διαβόλου χωρίον, καὶ τοιαῦτα παρανομήσαντα, πῶς ἐσίγησας; πῶς ἤνεγκας; πῶς οὐκ ἀπήγγειλας τῷ ἱερεῖ; καὶ οὐ