1

 2

 3

 4

 5

5

τὰς τυχούσας ἀπαιτηθήσῃ εὐθύνας. ∆ιά τοι τοῦτο καὶ ἐγὼ, καίτοι γε μέλλων λυπεῖν, οὐδενὸς φείσομαι τῶν ἐπαχθεστέρων. Πολλῷ γὰρ βέλτιον ἐνταῦθα λυπηθέντας ἡμᾶς ἐξελέσθαι τῆς μελλούσης κρίσεως, ἢ ῥήμασι χαρισάμενον μεθ' ὑμῶν κολασθῆναι τότε. Οὐδὲ γὰρ ἀσφαλὲς ἡμῖν, οὐδὲ ἀκίνδυνον, σιγῇ τὰ τοιαῦτα φέρειν Ὑμῶν γὰρ ἕκαστος ὑπὲρ ἑαυτοῦ δώσει τὰς εὐθύνας· ἐγὼ δὲ τῆς ἁπάντων σωτηρίας ὑπεύθυνος. ∆ιὰ δὴ τοῦτο οὐ παύσομαι πάντα ποιῶν καὶ λέγων, κἂν λυπῆσαι δέῃ, κἂν ἐπαχθῆ φανῆναι, κἂν φορτικὸν, ὥστε δυνηθῆναι παραστῆναι τῷ βήματι ἐκείνῳ τῷ φοβερῷ, μὴ ἔχων σπῖλον ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων. Γένοιτο δὲ εὐχαῖς τῶν ἁγίων τούς τε διαφθαρέντας ἤδη ταχέως ἐπανελθεῖν, τούς τε μείναντας ἀσινεῖς ἐπὶ μεῖζον προκόψαι κοσμιότητος καὶ σωφροσύνης· ἵνα καὶ ὑμεῖς σώζοισθε, καὶ ἡμεῖς εὐφραινώμεθα, καὶ ὁ Θεὸς δοξάζηται νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.