1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

8

ἀλλ' ὅμως τοσούτων ὄντων τῶν ἐν ἐπαγγελίαις χρηστῶν, χλεύην ἡγοῦ τὰ λεγόμενα, καὶ μετὰ παῤῥησίας ἐβόας, τὴν ἀπαιδίαν ὀλοφυρόμενος καὶ λέγων· Τί μοι δώσεις, Κύριε; ἐγὼ δὲ ἀπόλλυμαι ἄτεκνος. Ταύτην ἀφεὶς τὴν φωνὴν, ἔλαβες τέκνον. Γενοῦ πατὴρ, ταύτην ἄφες νῦν, ἵνα σώσῃς τὸ τέκνον. Εἰπὲ πάλιν, Τί μοι δώσεις, ∆έσποτα, ἀναιρῶν μου τὸν κληρονόμον; Οἴμοι, τάχα τότε φιλότεκνος ἦς, ὅτε οὐκ ἦς πατήρ. Ταῦτα λεγούσης τῆς Σάῤῥας, τί ποιεῖν ἔδει τὴν 56.549 Ἀβραάμ; ∆ηλονότι ἀφέμενον τοῦ θείου προστάγματος, τοὺς περὶ θεοσεβείας ποιεῖσθαι λόγους, καὶ πείθειν τὴν Σάῤῥαν, ὅτι, τοῦτον ἂν λάβῃ Θεὸς, δίδωσί σοι κρείσσονα. Καὶ πῶς ἂν ἔπεισε γυναῖκα τῷ πάθει μεθύουσαν; Ἀλλὰ δὴ πέπεικε. Θεοσεβὴς γὰρ ἡ γυνὴ, καὶ ἀνδρὸς πιστοτάτου σύνοικος· πάντως γοῦν ἀκόλουθον πεισθεῖσαν αὐτὴν προπέμψαι τὸν υἱὸν ἐπὶ τὴν θυσίαν ὁδεύοντα, στέγειν μὲν ἴσως τὸν πόνον βιαζομένην διὰ τὸ δοκοῦν τῷ Θεῷ, ὑπὸ δὲ τῆς φύσεως αὐτῆς πρὸς θρήνους ἀβουλήτως ἐξαγομένην. Πόσοι θεράποντες ἐκεῖ τῷ πόθῳ τοῦ νέου δακνόμενοι; πόσαι θεράπαιναι τῇ δεσποίνῃ συμπάσχουσαι; Χαναναῖοι πόσοι, συνήθεις καὶ γείτονες, οἱ ἐπὶ τοῖς τούτῳ συμβεβηκόσι θαυμάζοντες; Θόρυβος ἐκ τούτων πολὺς, καὶ οἰμωγὴ, καὶ θρῆνος, καὶ δάκρυα, ὡς ἐπὶ προπεμπομένῳ νεκρῷ. Εἶπε δ' ἂν ἡ μήτηρ ἀνακωκύσασα μέγα· ∆ός μοι, τέκνον, τελευταίας περιπλοκάς. Ἐγὼ μὲν ἤλπιζον ὑπὸ σοῦ προπεμφθῆναι, τέκνον, καὶ τὸν ἐμὸν θάνατον τοῖς σοῖς κοσμηθῆναι δακρύοις· ἐπεὶ δὲ ψῆφος τοῦ κτίσαντος τὰς ἐμὰς ἐλπίδας νενίκηκε, καὶ θρηνῶ τοῦτον, ὑφ' οὗ θρηνηθῆναι προσεδόκησα, τοῦτό σε μόνον αἰτῶ, ἐπιβαίνων τῷ τῆς θυσίας πυρὶ, πρέσβευσον πρὸς τὸν Θεῖον ὑπὲρ ἐμοῦ, ἀπελθεῖν με τοῦ βίου πρὶν ἐπανελθεῖν τῆς θυσίας τὸν ἱερέα. ∆εξιὰν γὰρ πατρὸς αἵματι παιδὸς ἰδεῖν ᾑμαγμένην οὐ δύναμαι. Ἡ μὲν οὖν μήτηρ τοσαῦτα. Τίς δ' ἂν ἤνεγκε τὰ παρὰ τῶν Χαναναίων ὀνείδη, τῶν ἐπὶ τῇ θέᾳ τότε συνδεδραμηκότων; Ὁ μὲν γὰρ εἶπεν ἄν· Ὢ, ἐφ' οἷον θάλαμον τὸν υἱὸν ὁ καλὸς ἄγει πατήρ! Ὁ δὲ, Ἐκ ποίας ἄρα ποίμνης αὐτῷ τὸ ἱερεῖον; Ὁ δὲ, Καλῶς αὐτῷ ὁ Θεὸς πληθῦναι θέλει τὸ γένος, ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ. Ἄλλος, Ὢ πόσοι γέροντες ὡς υἱὸν θρηνοῦσι τὸν ἄθλιον, οὗτος δὲ ἠλίθιος γέρων οὐδὲ δακρύει τὸ ἴδιον τέκνον! Ταῦτα μὲν οἱ Χαναναῖοι· τῶν δὲ θεραπόντων ὁ μὲν ἀνοιμώξας εἶπεν· Ὦ παιδίον ἄθλιον, καὶ γενόμενον ὄψιμον, καὶ ἀπολλύμενον ἄωρον! Σοῦ καὶ παράδοξος ἡ γέννησις, καὶ παράδοξος ἡ τελευτή. Μόνος ἐκ πάντων ἐξ ἀγόνου μήτρας, μόνος ἐκ πάντων ἀκούων τὸν ἐπὶ τῇ ταφῇ σου θρῆνον. Ὢ, οἵαν ὁ δεσπότης αὐτοῦ εἰκόνα ἐξαλείφει τοῦ βίου! Ταῦτα μὲν οὖν οἱ καθ' ἕκαστον· ὁμοῦ δὲ πάντες ὑποστρέψαντες οἴκαδε, ὡς ἀφ' ἑνὸς στόματος εἶπον ἄν· Ὅδευε λοιπὸν, ὦ πρεσβῦτα, τοῦτο μόνον ἐνθυμούμενος, ὅτι τοῦτον ἂν θύσῃς, ἄλλον υἱὸν ἀπὸ Σάῤῥας οὐχ ἕξεις. Ταῦτα λογισμῷ σώφρονι προειδόμενος Ἀβραὰμ, ταῦτα σκοπήσας ὁ μακάριος, ἐμβύθιον ἔκρυψε τὸ πρόσταγμα, οὕτω διατεθεὶς, ὡς ἀκούσας ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. Ὦ θησαυρὲ κρύφιε δεσποτικῶν ἐντολῶν! ὦ ταμιεῖον ἀποῤῥήτων, ταμιεῖον ἱερῶν Θεοῦ λόγων! Ταῦτά σε τὰ μυστήρια καθ' ὅλης τῆς οἰκουμένης ἀνεκήρυξεν. Ὁδεύει διὰ ταῦτα σιγῇ μετὰ τοῦ Ἰσαὰκ ὁ πατὴρ, δύο μόνους θεράποντας ἐπαγόμενος, καὶ τούτους οὐκ εἰδότας τῆς θυσίας τὸν τρόπον· ὁδεύει δὲ τριῶν ἡμερῶν ὁδόν. Σὺ δὲ μάνθανε τὴν δοκιμασίαν τῆς γνώμης τοῦ προπάτορος, καὶ τοῦτ' ἐκ τοῦ διαστήματος τῆς ὁδοῦ. Οὐ γὰρ ἐγγὺς αὐτῷ Θεὸς δείκνυσι τὸ θυσιαστήριον, ἵνα μὴ τῇ θερμότητι τῆς πίστεως κλαπῇ φύσεως τὴν στοργήν· ἀλλ' ὅπως μακρὰν βαδίζων ὁδὸν, καὶ τὸν υἱὸν ἐπὶ πλεῖστον θεώμενος χρόνον συνήθως προσπαίζοντα, ταῖς ἀγκάλαις προστρέχοντα, τῇ ἐννοίᾳ τοῦ πρακτέου, καθάπερ χρυσὸς ἐν πυρὶ, τῷ πόθῳ πολλῷ χρόνῳ δοκιμασθεὶς, λαμπροτέραν τῆς ὑπακοῆς ἐπιδείξηται τὴν προαίρεσιν. Ὢ, ποσάκις ἐν τῷ τριημέρῳ τούτῳ διαστήματι καθ' ἑαυτὸν ὁ πατὴρ ἀνετυπώσατο τοῦ υἱοῦ τὴν σφαγήν! ποσάκις ἐπέθηκε τῇ πυρᾷ τοῦ τέκνου τὸ λείψανον, τοσαυτάκις τὴν καρδίαν πληγεὶς, ὁσάκις ἂν τὴν θυσίαν ἀνελογίζετο! Τὸ μὲν γὰρ πεπραγμένον κακὸν εὐθὺς πρὸς λήθην ὁρᾷ,