1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

2

τῆς νηστείας, καθ' ὃν μεστὴ μὲν ἡ ἐκκλησία τοῦ πλήθους ἡμῖν ἦν, σφοδρὰ δὲ ἡ τῆς ἀκροάσεως προθυμία, πολλὴ δὲ ἡδονὴ, καὶ διεγηγερμένη πάντων ἡ διάνοια· καὶ πάντα ταῦτα συλλέγων, ἀναμιμνήσκου τῶν ποθεινῶν ἡμερῶν ἐκείνων. Κἂν μέλλῃς παρατίθεσθαι τράπεζαν, μετὰ τῆς μνήμης ταύτης ἅπτου τῶν ἐδεσμάτων, καὶ οὐδέποτε εἰς μέθην ἐξολισθῆσαι δυνήσῃ· ἀλλ' ὥσπερ οἱ γυναῖκα σεμνὴν καὶ σώφρονα καὶ ἐλευθέραν ἔχοντες, καὶ σφόδρα αὐτῆς περικαιόμενοι, οὐδὲ ἀπούσης αὐτῆς, πόρνης καὶ διεφθαρμένης ἐρασθεῖεν ἂν, τοῦ πόθου τοῦ περὶ ἐκείνην προκατέχοντος τὴν διάνοιαν, καὶ ἕτερον ἐπεισελθεῖν ἔρωτα οὐκ ἐῶντος· οὕτω δὴ καὶ ἐπὶ τῆς νηστείας καὶ τῆς μέθης γίνεται. Ἂν τοίνυν ἐκείνης τῆς ἐλευθέρας καὶ σώφρονος μνημονεύωμεν, τὴν πάνδημον πόρνην ταύτην, καὶ πάσης ἀσχημοσύνης μητέρα, τὴν μέθην λέγω, μετὰ πολλῆς διακρουσώμεθα τῆς εὐκολίας, τοῦ πόθου τῆς νηστείας, πάσης χειρὸς σφοδρότερον, ἀπωθοῦντος τὴν ταύτης ἀναισχυντίαν. ∆ιὰ 54.634 ταῦτα δὴ πάντα, παρακαλῶ κατὰ νοῦν ἀεὶ τὰς ἡμέρας ἐκείνας ἔχωμεν· ἵνα δέ τι κἀγὼ πρὸς τὴν μνήμην ἐκείνην συμβάλωμαι, τὴν αὐτὴν ὑπόθεσιν, ἣν τότε κινεῖν παρεσκευαζόμην, ταύτην καὶ νῦν εἰς μέσον ἀγαγεῖν πειράσομαι, ὥστε καὶ τῇ κατὰ τὴν διδασκαλίαν ὁμοιότητι γενέσθαι τινὰ τοῦ καιροῦ μνήμην ἡμῖν ἐκείνου. Ὑμεῖς μὲν γὰρ ἴσως ἐπιλέλησθε, διὰ τὸ μεταξὺ πολλὰς γεγενῆσθαι διαλέξεις ἡμῖν, καὶ ὑπὲρ ἑτέρων πραγμάτων. Καὶ γὰρ ἐλθόντος τοῦ πατρὸς ἀπὸ τῆς μακρᾶς ἀποδημίας, ἀναγκαῖον ἦν τὰ κατὰ τὸ στρατόπεδον συμβάντα ἅπαντα εἰπεῖν, καὶ μετὰ ταῦτα πρὸς Ἕλληνας ἀποτείνεσθαι, ὥστε τούτους ἀπὸ τῆς συμφορᾶς βελτίους γενομένους. καὶ πρὸς ἡμᾶς ἐκ τῆς Ἑλληνικῆς αὐτομολήσαντας πλάνης, μετ' ἀκριβείας ῥιζῶσαι, καὶ διδάξαι, οἵου μὲν ἀπηλλάγησαν σκότους, οἵῳ δὲ προσέδραμον ἀληθείας φωτί. Μετ' ἐκεῖνο πάλιν, πολλὰς ἡμέρας τῆς τῶν μαρτύρων ἀπελαύσαμεν πανηγύρεως, καὶ ἄκαιρον ἦν ἐν τάφοις μαρτύρων διατρίβοντας, τῶν τοῖς μάρτυσι πρεπόντων ἐγκωμίων ἀμοίρους ἀπελθεῖν. Ταῦτα τὰ ἐγκώμια διεδέξατο πάλιν ἡ περὶ τῶν ὅρκων παραίνεσις· ἐπειδὴ γὰρ τὴν ἀγροικίαν ἅπασαν τῆς πόλεως εἴδομεν ἐπιβᾶσαν, ἐβουλήθημεν αὐτοῖς δόντες ἐφόδια ταῦτα, οὕτως αὐτοὺς ἐκπέμψαι παρ' ἡμῶν ἅπαντας.

βʹ. Ὑμῖν μὲν οὖν διὰ ταῦτα οὐκ ἂν εἴη δυνατὸν ῥᾳδίως ἀνενεγκεῖν τὴν τότε ἡμῖν γενομένην πρὸς Ἕλληνας ζήτησιν· ἐγὼ δὲ ὁ διὰ παντὸς ἐν τούτοις ἐσχολακὼς, καὶ ταύτην ἔχων μελέτην, ῥᾷστα πρὸς ὑμᾶς ὀλίγα τῶν τότε εἰρημένων εἰπὼν, ὁλοκλήρου τῆς τῶν λόγων ὑποθέσεως ἀναμνῆσαι δυνήσομαι. Τίς οὖν ἦν ἡμῖν ἡ ὑπόθεσις; Ἐζητοῦμεν πῶς ἐξ ἀρχῆς ὁ Θεὸς ἡμῶν προενόει τοῦ γένους, καὶ πῶς τὰ συμφέροντα ἐπαίδευσεν, οὔτε γραμμάτων ὄντων, οὔτε Γραφῶν δοθεισῶν· καὶ ἐδείκνυμεν ὅτι διὰ τῆς κατὰ τὴν κτίσιν θεωρίας πρὸς τὴν αὐτοῦ θεογνωσίαν ἐχειραγώγησεν· ὅτε καὶ λαβόμενος ὑμῶν οὐχὶ τῆς χειρὸς, ἀλλὰ τῆς διανοίας, πανταχοῦ τῆς κτίσεως περιήγαγον, δεικνὺς οὐρανὸν, καὶ γῆν, καὶ θάλατταν, καὶ λίμνας, καὶ πηγὰς, καὶ ποταμοὺς, καὶ πελάγη μακρὰ, καὶ λειμῶνας, καὶ παραδείσους, καὶ κομῶντα τὰ λήϊα, καὶ βριθόμενα τοῖς καρποῖς τὰ δένδρα, καὶ καλυπτομένας δρυμοῖς κορυφὰς ὁρῶν· ὅτε καὶ περὶ σπερμάτων, καὶ περὶ βοτανῶν, καὶ περὶ ἀνθέων, καὶ περὶ φυτῶν ἐγκάρπων τε καὶ ἀκάρπων, καὶ περὶ ἀλόγων, ἡμέρων τε καὶ ἀγρίων, ἐνύδρων τε καὶ χερσαίων, καὶ ἀμφιβίων, περὶ τῶν τὸν ἀέρα τεμνόντων, περὶ τῶν χαμαὶ συρομένων, καὶ περὶ αὐτῶν τῶν τοῦ παντὸς στοιχείων πολλὰ διελέχθην, καὶ καθ' ἕκαστον ἐπεβοῶμεν κοινῇ πάντες, ἀτονούσης ἡμῖν πρὸς τὸν ἄπειρον πλοῦτον τῆς διανοίας, καὶ τὸ πᾶν καταλαβεῖν μὴ δυναμένης· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας. Οὐ διὰ τὸ πλῆθος δὲ μόνον ἐθαυμάζομεν τοῦ Θεοῦ τὴν σοφίαν, ἀλλὰ καὶ δι' ἀμφότερα ταῦτα, ὅτι καὶ καλὴν καὶ μεγάλην καὶ θαυμαστὴν τὴν κτίσιν ἐποίησε, καὶ ὅτι πολλὰ πάλιν τῆς ἀσθενείας αὐτῆς δείγματα ἐναπέθετο τοῖς ὁρωμένοις· τὸ μὲν, ἵνα θαυμάζηται ἐπὶ σοφίᾳ, καὶ πρὸς τὴν ἑαυτοῦ λατρείαν