1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

5

δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἀλγεῖς, φησὶν, ὅτι σε ἡ πρώτη γυνὴ εἰς ὠδῖνας καὶ πόνους ἐνέβαλε καὶ κύησιν μακράν; Ἀλλὰ μὴ δυσχεράνῃς· οὐ γὰρ τοσοῦτον ἐπηρεάσθης ἀπὸ τῶν ὠδίνων, καὶ τῶν πόνων, ὅσον κερδαίνεις, ἐὰν θέλῃς, ἀπὸ τῆς παιδοτροφίας πρόφασιν λαμβάνουσα κατορθωμάτων. Τὰ γὰρ παιδία τὰ τικτόμενα, ἂν τῆς προσηκούσης ἀπολαύῃ θεραπείας, καὶ εἰς ἀρετὴν ἐνάγηται παρὰ τῆς σῆς προνοίας, πολλῆς σοι σωτηρίας ἀφορμὴ καὶ πρόφασις γίνεται, καὶ πρὸς τοῖς οἰκείοις κατορθώμασι, καὶ τῆς περὶ ταῦτα θεραπείας πολλὴν ἀπολήψῃ τὴν ἀμοιβήν. δʹ. Καὶ ἵνα μάθῃς, ὅτι οὐ τὸ τεκεῖν ποιεῖ μητέρα, οὐδὲ τούτῳ κεῖται μισθὸς, καὶ ἀλλαχοῦ μὲν χήρᾳ διαλεγόμενος ὁ Παῦλος οὕτως εἶπεν, Εἰ ἐτεκνοτρόφησε· καὶ οὐκ εἶπεν, εἰ ἐτεκνοποίησεν, ἀλλ' Εἰ ἐτεκνοτρόφησε. Τὸ μὲν γὰρ τῆς φύσεως, τὸ δὲ τῆς προαιρέσεώς ἐστι. Καὶ διὰ τοῦτο καὶ ἐνταῦθα εἰπὼν, Σωθήσεται διὰ τῆς τεκνογονίας, οὐκ ἔστη μέχρι τούτου, ἀλλὰ δεῖξαι βουλόμενος, ὅτι οὐ τὸ γεννῆσαι τέκνα, ἀλλὰ τὸ θρέψαι τέκνα καλῶς, τοῦτο ἡμῖν φέρει τὸν μισθὸν, ἐπήγαγεν· Ἐὰν ἐπιμείνωσι τῇ πίστει, καὶ τῇ ἀγάπῃ, καὶ τῷ ἁγιασμῷ μετὰ σωφροσύνης. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Τότε λήψῃ πολὺν τὸν μισθὸν, ἐὰν οἱ γεννηθέντες παῖδες ἐπιμείνωσι τῇ πίστει καὶ τῇ ἀγάπῃ καὶ τῷ ἁγιασμῷ. Ἂν τοίνυν αὐτοὺς εἰς ταῦτα ἐνάγῃς, ἂν παρακαλῇς, ἂν διδάξῃς, ἂν συμ 54.638 βουλεύσῃς, τῆς ἐπιμελείας ταύτης κείσεταί σοι παρὰ τοῦ Θεοῦ πολλὴ ἡ ἀμοιβή. Μὴ τοίνυν ἀλλότριον αὐτῶν εἶναι νομιζέτωσαν αἱ γυναῖκες τὸ καὶ θηλειῶν καὶ ἀῤῥένων ἐπιμελεῖσθαι. Οὐ γὰρ διέκρινεν ἐνταῦθα τὸ γένος, ἀλλὰ καὶ ἐκεῖ ἁπλῶς εἶπεν, Εἰ ἐτεκνοτρόφησε, καὶ ἐνταῦθα, Ἐὰν ἐπιμείνωσι τῇ πίστει, καὶ τῇ ἀγάπῃ, καὶ τῷ ἁγιασμῷ. Ὥστε ἀμφοτέρων ἡμῖν ἐπιμελητέον τῶν παιδίων, καὶ μάλιστα ταῖς γυναιξὶν, ὅσῳ καὶ τὰ πλείονα οἴκοι κάθηνται. Τοὺς μὲν γὰρ ἄνδρας καὶ ἀποδημίαι, καὶ αἱ τῆς ἀγορᾶς φροντίδες, καὶ τὰ τῆς πόλεως πράγματα περιέλκουσι πολλάκις· ἡ δὲ γυνὴ πάσης τοιαύτης φροντίδος ἀτέλειαν ἔχουσα, εὐκολώτερον δύναιτ' ἂν τῶν τεχθέντων ἐπιμελεῖσθαι, πολλῆς ἀπολαύουσα τῆς σχολῆς. Οὕτως αἱ παλαιαὶ ἐποίουν γυναῖκες· οὐ γὰρ ἀνδράσι μόνον, ἀλλὰ καὶ γυναιξὶν ἀναγκαῖον τοῦτο τὸ ὄφλημα· λέγω δὲ τὸ τῶν οἰκείων προνοεῖσθαι παίδων, καὶ εἰς φιλοσοφίαν αὐτοὺς ἐνάγειν. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἀρχαίαν τινὰ ἱστορίαν ὑμῖν διηγήσομαι. Ἄννα τις ἐγένετο παρὰ τοῖς Ἰουδαίοις γυνή. Αὕτη ἡ Ἄννα πολὺν ἐνόσησεν ἀπαιδίας χρόνον, καὶ τὸ δὴ χαλεπώτερον, ὅτι ἡ ἀντίζηλος αὐτῆς παίδων ἦν μήτηρ πολλῶν. Ἴστε δὲ ὡς τῇ φύσει καὶ καθ' ἑαυτὸ τὸ πρᾶγμα ἀφόρητόν ἐστι ταῖς γυναιξίν· ὅταν δὲ καὶ ἀντίζηλος προσῇ παῖδας ἔχουσα, πολλῷ χαλεπώτερον γίνεται· ἐν γὰρ τῇ τῆς γυναικὸς ἐκείνης εὐπραγίᾳ τὴν οἰκείαν ἀκριβέστερον καταμανθάνει συμφοράν· καθάπερ οὖν καὶ οἱ πενίᾳ συζῶντες ἐσχάτῃ, τότε ὀδυνῶνται μειζόνως, ὅταν ἐννοήσωσι τοὺς πλουτοῦντας. Καὶ οὐ τοῦτο μόνον ἦν τὸ δεινὸν, ὅτι παῖδας αὕτη μὲν οὐκ εἶχεν, ἐκείνη δὲ εἶχεν, ἀλλ' ὅτι καὶ ἀντίζηλος ἦν, καὶ οὐχ ὅτι ἀντίζηλος ἦν μόνον, ἀλλ' ὅτι παρώργιζεν αὐτὴν διὰ τὸ ἐξουθενεῖν αὐτήν. Ὁ δὲ Θεὸς ταῦτα πάντα ὁρῶν ἠνείχετο, καὶ Οὐκ ἔδωκεν αὐτῇ Κύριος, φησὶ, παιδίον κατὰ τὴν θλίψιν αὐτῆς, καὶ κατὰ τὴν ἀθυμίαν τῆς ψυχῆς αὐτῆς. Τί ἐστι, Κατὰ τὴν θλίψιν αὐτῆς; Οὐκ ἔστιν εἰπεῖν, φησὶν, ὅτι πράως ὁρῶν φέρουσαν τὴν συμφορὰν, ἐπεῖχεν αὐτῆς τὴν τόκον, ἀλλὰ καίτοι διακοπτομένην ὁρῶν, ὀδυνωμένην, θλιβομένην, οὐκ ἔλυσε τὴν ἀθυμίαν, ἕτερόν τι πολλῷ μεῖζον οἰκονομῶν. Ταῦτα μὴ παρέργως ἀκούωμεν, ἀλλὰ καὶ ἐντεῦθεν μάθωμεν μεγίστην φιλοσοφίαν, καὶ ἐπειδὰν δεινῷ τινι περιπέσωμεν, κἂν ἀλγῶμεν, κἂν ὀδυρώμεθα, κἂν ἀφόρητον ἡμῖν εἶναι δοκῇ τὸ κακὸν, μὴ σπεύδωμεν, μηδὲ ἀλύωμεν, ἀλλ' ἀναμένωμεν τοῦ Θεοῦ τὴν πρόνοιαν. Ἐκεῖνος γὰρ οἶδε σαφῶς πότε δεῖ λῦσαι τὸ ποιοῦν τὴν ἀθυμίαν ἡμῖν· ὅπερ οὖν καὶ ἐπὶ ταύτης συνέβη. Οὐ γὰρ μισῶν αὐτὴν, οὐδὲ ἀποστρεφόμενος ὁ Θεὸς ἀπέκλεισεν αὐτῆς τὴν μήτραν, ἀλλ' ἵνα ἡμῖν ἀνοίξῃ τὰς θύρας τῆς φιλοσοφίας τῆς ἐν τῇ γυναικὶ, καὶ τὸν πλοῦτον αὐτῆς τῆς πίστεως κατίδωμεν, καὶ γνῶμεν ὅτι λαμπροτέραν αὐτὴν ἐκ