1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

8

ἡγιάζετο προφήτην ἔχουσα, καὶ ἱερέα κυοῦσα, καὶ τὸ ἀνάθημα φέρουσα, ἀνάθημα ἔμψυχον. ∆ιὰ ταῦτα ἠνείχετο ἀθυμούσης αὐτῆς ὁ Θεὸς, διὰ τοῦτο βραδέως ἐδίδου, ἵνα λαμπροτέραν αὐτὴν τῷ τρόπῳ τοῦ τόκου ποιήσῃ, ἵνα δείξῃ τὴν φιλοσοφίαν. Καὶ γὰρ εἰς τὴν εὐχὴν καταστᾶσα οὐκ ἐμνήσθη τῆς ἀντιζήλου, οὐκ εἶπεν αὐτῆς τὰς λοιδορίας, οὐκ ἤνεγκεν εἰς μέσον τὰ ὀνείδη, οὐκ εἶπεν· Ἐκδίκησόν με ἐκ τῆς μιαρᾶς καὶ πονηρᾶς γυναικὸς ἐκείνης· ἅπερ πολλαὶ ποιοῦσι γυναῖκες· ἀλλὰ μηδὲ μνησθεῖσα τῶν ὀνειδῶν ἐκείνων, περὶ τῶν αὐτῇ συμφερόντων ηὔχετο μόνον. Τοῦτο καὶ σὺ ποίησον, ἄνθρωπε, καὶ ὅταν ἴδῃς ἐχθρὸν λυποῦντα, πρὸς ἐκεῖνον μὲν μηδὲν ἐκβάλῃς ῥῆμα πικρὸν, μηδὲ εὔξῃ κατ' αὐτοῦ πρὸς σὲ ἀπεχθῶς ἔχοντος· εἰσελθὼν δὲ, καὶ τὰ γόνατα κάμψας, καὶ δάκρυα ἀφεὶς, παρακάλει τὸν Θεὸν λῦσαι τὴν ἀθυμίαν, σβέσαι τὴν λύπην· ὅπερ οὖν καὶ αὕτη πεποίηκε, καὶ τὰ μέγιστα παρὰ τῆς ἐχθρᾶς ἐκαρπώσατο γυναικός. Ἐκείνη γὰρ πρὸς τὸν τόκον τοῦ παιδίου συνέπραξε. Καὶ πῶς, ἐγὼ λέγω. Ἐπειδὴ ὠνείδισεν, ἔθλιψε, καὶ μείζονα τὴν ὀδύνην εἰργάσατο, ἀπὸ τῆς ὀδύνης ἡ εὐχὴ προσεκτικωτέρα γέγονεν, ἡ εὐχὴ τὸν Θεὸν ἐπεσπάσατο, καὶ ἐπινεῦσαι ἐποίησε, καὶ οὕτως ὁ Σαμουὴλ ἐτέχθη. Ὥστε, ἐὰν νήφωμεν, οὐ μόνον ἡμᾶς οἱ ἐχθροὶ οὐδὲν παραβλάψαι δυνήσονται, ἀλλὰ καὶ ὠφελήσουσι τὰ μέγιστα, πρὸς πάντα ἡμᾶς σπουδαιοτέρους ἐργαζόμενοι, μόνον ἂν μὴ πρὸς λοιδορίας καὶ ὕβρεις, ἀλλὰ πρὸς εὐχὰς ἑαυτοὺς 54.642 ἄγωμεν ἀπὸ τῆς παρ' ἐκείνων ἐγγινομένης ἡμῖν ἀθυμίας. Τεκοῦσα δὲ τὸ παιδίον, ἐκάλεσεν αὐτὸ Σαμουὴλ, τουτέστιν, Ἀκούσει Θεοῦ. Ἐπειδὴ γὰρ ἐκ τοῦ ἀκουσθῆναι, καὶ ἐξ εὐχῆς αὐτὸν ἔλαβε, καὶ οὐκ ἀπὸ φύσεως, τῆς ἐργασίας τὴν μνήμην, ὥσπερ ἐν στήλῃ χαλκῇ, τῇ προσηγορίᾳ τοῦ παιδίου λοιπὸν ἐναπέθετο. Καὶ οὐκ εἶπε, Καλέσωμεν αὐτὸν τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ, ἢ τοῦ θείου, ἢ τοῦ πάππου, ἢ τοῦ ἐπιπάππου· ἀλλ' αὐτὸς ὁ δεδωκὼς αὐτὸν, αὐτὸς καὶ τῇ προσηγορίᾳ τοῦ παιδίου τιμάσθω, φησί. Ταύτην ζηλώσατε, γυναῖκες, ταύτην μιμησώμεθα, ἄνδρες, καὶ τοσαύτην περὶ τὰ παιδία ποιώμεθα τὴν ἐπιμέλειαν, οὕτως ἐκτρέφωμεν τοὺς τεχθέντας, ἔν τε τοῖς ἄλλοις ἅπασιν, ἕν τε τῷ τῆς σωφροσύνης λόγῳ. Οὐδὲν γὰρ οὕτω σπουδάζειν χρὴ καὶ φροντίζειν τῶν νέων, ὡς σωφροσύνης ἕνεκεν καὶ σεμνότητος. Τοῦτο γὰρ μάλιστα τὸ πάθος ἐκείναις ἐνοχλεῖ ταῖς ἡλικίαις· καὶ ὅπερ ἐπὶ τῶν λύχνων ποιοῦμεν, τοῦτο καὶ ἐπὶ τῶν παιδίων φυλάττωμεν. Πολλάκις γοῦν θεραπαινίδι λύχνον ἁπτούσῃ παρακελευόμεθα μὴ παραγαγεῖν τὸν λύχνον, ἔνθα ἂν ᾖ καλάμη, ἢ χόρτος, ἤ τι τῶν τοιούτων, μήποτε ἀγνοούντων ἡμῶν, σπινθήρ τις ἐκπεσὼν, καὶ τῆς ὕλης ἐπιλαβόμενος ἐκείνης, ὁλόκληρον ἐμπρήσῃ τὴν οἰκίαν· ταύτην καὶ ἐπὶ τῶν παιδίων τὴν πρόνοιαν ἔχωμεν, καὶ μὴ παράγωμεν αὐτῶν τὰς ὄψεις, ἔνθα θεραπαινίδες ἀσελγεῖς, ἔνθα κόραι ἄσωτοι, ἔνθα δοῦλαι ἀκόλαστοι, ἀλλὰ κελεύωμεν, καὶ παρεγγυῶμεν, κἂν θεραπαινίδα τοιαύτην ἔχωμεν, κἂν γείτονα, κἂν ἁπλῶς ἑτέραν τινὰ τοιαύτην, μήτε εἰς ὄψιν, μήτε εἰς συνουσίαν λόγων τοῖς νέοις ἔρχεσθαι, ὥστε μὴ σπινθῆρα ἐκεῖθεν ἐκπεσόντα ὁλόκληρον ἀνάψαι τοῦ παιδίου τὴν ψυχὴν, καὶ ἀπαραμύθητον γενέσθαι τὴν συμφοράν. Μὴ θεαμάτων δὲ μόνον, ἀλλὰ καὶ ἀκουσμάτων αὐτοὺς μαλθακῶν καὶ διακεκλασμένων ἀπάγωμεν, ἵνα μὴ γοητεύηται διὰ τούτων αὐτοῖς ἡ ψυχή· μηδὲ εἰς θέατρα αὐτοὺς ἀνάγωμεν, μηδὲ εἰς συμπόσια καὶ μέθας, ἀλλὰ τῶν θαλαμευομένων παρθένων μᾶλλον ἡμῖν οἱ νέοι φυλαττέσθωσαν. Οὐδὲν γὰρ οὕτω τὴν ἡλικίαν ἐκείνην κοσμεῖν πέφυκεν, ὡς ὁ τῆς σωφροσύνης στέφανος, καὶ τὸ πάσης ἀσελγείας καθαρεύοντα πρὸς γάμον ἐλθεῖν. Οὕτω καὶ αἱ γυναῖκες αὐτοῖς γένοιντ' ἂν ποθειναὶ, ὅταν μὴ πορνείαν ἡ ψυχὴ προμεμελετηκυῖα, μηδὲ διεφθαρμένη ᾖ, ὅταν ἐκείνην εἰδὼς ᾖ τὴν γυναῖκα μόνον ὁ νέος τὴν γάμῳ συναφθεῖσαν αὐτῷ. Οὕτω καὶ οἱ ἔρωτες θερμότεροι, καὶ ἡ εὔνοια γνησιωτέρα, καὶ ἡ φιλία ἀκριβεστέρα γίνεται, ὅταν μετὰ τοιαύτης φυλακῆς ἐπὶ τοὺς γάμους οἱ νέοι βαδίζωσιν. Ὡς τά γε νῦν γινόμενα, οὐ γάμος ἐστὶν, ἀλλ' ἁπλῶς χρημάτων ἐμπορία, καὶ καπηλεία. Ὅταν γὰρ καὶ πρὸ τῶν γάμων διεφθαρμένος ὁ