1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

9

νέος ᾖ, καὶ μετὰ τὸν γάμον πάλιν πρὸς ἑτέραν βλέπῃ γυναῖκα, τί τῶν γάμων ὄφελος, εἰπέ μοι; Μείζων μὲν οὖν ἡ κόλασις, ἀσύγγνωστος ἡ ἁμαρτία, ὅταν γυναικὸς ἔνδον οὔσης εἰς πόρνας ἑαυτὸν καταισχύνῃ, καὶ μοιχείαν ἐργάζηται. Μετὰ γὰρ γυναῖκα, κἂν πόρνη ᾖ ἡ προσφθειρομένη τῷ γεγαμηκότι, μοιχεία τὸ πρᾶγμά ἐστι. Ταῦτα δὲ γίνεται, 54.643 καὶ μετὰ γάμον πρὸς τὰς ἑταιριζομένας γυναῖκας τρέχουσιν, ἐπειδὴ πρὸ τοῦ γάμου σωφρονεῖν οὐκ ἐμελέτησαν. Ἐντεῦθεν μάχαι, καὶ λοιδορίαι, καὶ οἰκιῶν ἀνατροπαὶ, καὶ καθημερινοὶ πόλεμοι· ἐντεῦθεν ὁ πρὸς τὴν γυναῖκα ἔρως ὑποῤῥεῖ καὶ μαραίνεται, τῆς ἐν τοῖς πορνείοις ὁμιλίας ἐκλυούσης αὐτόν. Ὡς ἐὰν σωφρονεῖν μάθῃ, πάντων ποθεινοτέραν τὴν αὐτοῦ γυναῖκα ἡγήσεται, καὶ μετὰ πολλῆς αὐτὴν ὄψεται τῆς εὐνοίας, καὶ πολλὴν πρὸς αὐτὴν τηρήσει τὴν ὁμόνοιαν, εἰρήνης δὲ οὔσης καὶ ὁμονοίας, πάντα εἰς τὴν οἰκίαν ἐκείνην εἰσελεύσεται τὰ ἀγαθά. Ἵν' οὖν καὶ τὰ ἐνταῦθα ἡμῖν καλῶς οἰκονομῆται, καὶ μετὰ τούτων καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτύχωμεν, καὶ ἡμῶν αὐτῶν καὶ τῶν παιδίων προνοῶμεν, ταύτης ἕνεκεν μάλιστα τῆς ἐντολῆς, ὅπως μὴ ῥυπαρὰ ἐνδεδυμένοι ἱμάτια, εἰς τὸν πνευματικὸν ἐκεῖνον εἰσέλθωμεν γάμον, ἀλλὰ μετὰ παῤῥησίας πολλῆς ἀπολαύσωμεν τῆς ἐκεῖ κειμένης τοῖς ἀξίοις τιμῆς· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ Πατρὶ δόξα, τιμὴ, κράτος, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ Βʹ. Εἰς τὴν πίστιν τῆς Ἄννης, καὶ εἰς τὴν φιλοσο φίαν, καὶ εἰς τὴν ἐπιείκειαν αὐτῆς, καὶ περὶ τῆς εἰς τοὺς ἱερέας τιμῆς, καὶ εἰς τὸ δεῖν καὶ

ἀρχομένους ἀρίστου, καὶ λήγοντας εὔχεσθαι. αʹ. Οὐδὲν ἄρα ἴσον εὐχῆς, ἀγαπητοὶ, οὐδὲν πίστεως δυνατώτερον. Ἀμφότερα

ἔδειξεν ἡμῖν ἡ Ἄννα πρώην· μετὰ γὰρ τούτων προσελθοῦσα τῷ Θεῷ τῶν δώρων, πάντα ὅσα ἠθέλησεν ἤνυσε, καὶ φύσιν πεπηρωμένην διώρθωσε, καὶ μήτραν κεκλεισμένην ἀνέῳξε, καὶ αἰσχύνην ἀνεῖλε, καὶ τὰ ὀνείδη τῆς ἀντιζήλου κατέλυσε, καὶ πρὸς παῤῥησίαν ἑαυτὴν πολλὴν ἐπανήγαγεν, ἐκ πέτρας ἀγόνου στάχυν κομῶντα θερίσασα. Καὶ πάντες ἠκούσατε, πῶς ηὔξατο, πῶς ᾔτησε, καὶ ἔπεισε καὶ ἔλαβε, καὶ ἔτεκε καὶ ἔθρεψε καὶ ἀνέθηκε τὸν Σαμουήλ. Ὥστε οὐκ ἄν τις ἁμάρτοι, μητέρα ὁμοῦ καὶ πατέρα τοῦ παιδίου τὴν γυναῖκα ταύτην προσειπών. Εἰ γὰρ καὶ ὁ ἀνὴρ ἔσπειρεν, ἀλλὰ τῷ σπέρματι τὴν δύναμιν ταύτης παρέσχεν ἡ εὐχὴ, καὶ σεμνοτέρας τοῦ Σαμουὴλ τὰς ἀρχὰς τῆς γεννήσεως ἐποίησεν. Οὐ γὰρ δὴ, καθάπερ ἐπὶ τῶν λοιπῶν, ὕπνος καὶ σύνοδοι τῶν γεννησαμένων μόνον, ἀλλ' εὐχαὶ, καὶ δάκρυα, καὶ πίστις ἀρχαὶ τῆς γεννήσεως ταύτης ἐγένοντο, καὶ σεμνοτέρας τῶν ἄλλων ἔσχε τὰς γονὰς προφήτης, διὰ τὴν πίστιν τῆς μητρὸς γεγονώς. ∆ιὸ καὶ περὶ ταύτης εὐκαίρως ἄν τις εἴποι τῆς γυναικός· Οἱ σπείροντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θεριοῦσι. Ταύτην ζηλώσωμεν ἄνδρες, ταύτην μιμησώμεθα, γυναῖκες· καὶ γὰρ ἑκατέρου τοῦ γένους διδάσκαλός ἐστιν ἡ γυνή. Ὅσαι στεῖραι, μὴ ἀπαγορευέτωσαν· ὅσαι μητέρες, οὕτω τρεφέτωσαν τεχθέντα τὰ παιδία· καὶ πάντες ζηλώσωμεν τῆς γυναικὸς τὴν φιλοσοφίαν τὴν πρὸ τοῦ τόκου, τὴν πίστιν τὴν ἐν τῷ τόκῳ, τὴν σπουδὴν τὴν μετὰ τὸν τόκον. Τί γὰρ ἂν γένοιτο τῆς γυναικὸς ἐκείνης φιλοσοφώτερον, ἣ συμφορὰν οὕτως ἀφόρητον πράως ἤνεγκε καὶ γενναίως, καὶ οὐκ ἀπέστη πρότερον, ἕως ἔλυσε τὸ δεινὸν, καὶ τοῦ κακοῦ πέρας εὗρε θαυμαστὸν καὶ παράδοξον, οὐδένα κάτωθεν λαβοῦσα σύμμαχον καὶ βοηθόν; Καὶ γὰρ ᾔδει τὴν τοῦ ∆εσπότου φιλανθρωπίαν· διὸ καὶ μόνη προσῆλθε, καὶ ἤνυσεν ὅπερ ἠθέλησεν. Οὐ γὰρ ἀνθρωπίνης βοηθείας, 54.644 ἀλλὰ τῆς θείας ἐδεῖτο χάριτος ἡ διόρθωσις τῆς ἀθυμίας ἐκείνης· καὶ γὰρ οὐκ ἐν ζημίᾳ χρημάτων ἦν, ἵνα τις ἐνεγκὼν χρυσίον λύσῃ τὴν ἀθυμίαν· οὐκ ἐν σώματος