1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

11

τὴν πρώτην εὐχὴν πρὸς τὸν ἱερέα καὶ τὸν παῖδα τοῦ ἱερέως γενομένων, ἵνα μάθητε τὸ πρᾶον καὶ τὸ ἥμερον φρόνημα τῆς γυναικός. Καὶ ἐγένετο, φησὶν, ὅτε ἐπλήθυνε προσευχομένη ἐνώπιον Κυρίου, καὶ Ἠλεὶ ὁ ἱερεὺς ἐφύλασσε τὸ στόμα αὐτῆς. ∆ιπλῆν ἐνταῦθα ὁ συγγραφεὺς ἀρετὴν μαρτυρεῖ τῇ γυναικὶ, καὶ τὴν καρτερίαν τὴν ἐν ταῖς εὐχαῖς, καὶ τὸ τῆς διανοίας ἐγρηγορός· τὸ μὲν, διὰ τοῦ εἰπεῖν, Ἐπλήθυνε· τὸ δὲ, διὰ τοῦ προσθεῖναι, Ἐνώπιον Κυρίου· πάντες μὲν γὰρ εὐχόμεθα, ἀλλ' οὐ πάντες ἐνώπιον τοῦ Θεοῦ. Ὅταν γὰρ τοῦ σώματος ἐπὶ γῆς κειμένου, καὶ τοῦ στόματος εἰκῆ ληροῦντος, ἡ διάνοια πανταχοῦ τῆς οἰκίας καὶ τῆς ἀγορᾶς περιέρχηται, πῶς ὁ τοιοῦτος δυνήσεται εἰπεῖν, ὅτι ἐνώπιον τοῦ Θεοῦ ηὔξατο; Ἐνώπιον γὰρ Κυρίου εὔχεται ὁ πάντοθεν ἑαυτοῦ τὴν ψυχὴν συλλέγων, καὶ μηδὲν ἔχων κοινὸν πρὸς τὴν γῆν, ἀλλὰ πρὸς αὐτὸν τὸν οὐρανὸν ἑαυτὸν μετοικίσας, καὶ πάντα ἀνθρώπινον λογισμὸν ἀπὸ τῆς ψυχῆς ἐκβαλών· καθάπερ οὖν καὶ αὕτη ἡ γυνὴ ἐποίησε τότε· ὅλην γὰρ ἑαυτὴν συναγαγοῦσα, καὶ συντείνασα τὴν διάνοιαν, ἐκάλει τὸν Θεὸν μετ' ὀδυνωμένης ψυχῆς. Πῶς δέ φησιν, ὅτι καὶ ἐπλήθυνε τὴν εὐχήν; καίτοι γε βραχὺ τὸ μέτρον τῆς εὐχῆς τῆς γυναικός. Οὐ γὰρ μακροὺς ἀπέτεινε λόγους, οὐδὲ εἰς μῆκος τὴν ἱκετηρίαν ἐξέτεινεν, ἀλλ' ὀλίγα καὶ ψιλὰ εἶπε ῥήματα. Ἀδωναῒ Κύριε Ἐλωῒ Σαβαὼθ, ἐὰν ἐπιβλέπων ἐπιβλέψῃς ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης σου, καὶ μνησθῇς μου, μὴ ἐπιλάθῃς τῆς δούλης σου, καὶ δῷς τῇ δούλῃ σου σπέρμα ἀνδρὸς, δώσω αὐτὸ ἐνώπιόν σου δοτὸν ἕως ἡμέρας θανάτου αὐτοῦ. Καὶ οἶνον καὶ μέθυσμα οὐ μὴ 54.646 πίεται, καὶ σίδηρος οὐκ ἀναβήσεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Ποῖον τοῦτο πλῆθος ῥημάτων; Τί ποτ' οὖν ᾐνίξατο εἰπὼν, Ἐπλήθυνε; Συνεχῶς τὰ αὐτὰ ἐφθέγγετο, καὶ οὐκ ἀφίστατο πολὺν δαπανῶσα χρόνον διὰ τῶν αὐτῶν ῥημάτων. Οὕτω γοῦν καὶ ἐν τοῖς Εὐαγγελίοις ὁ Χριστὸς ἐπέταξεν εὔχεσθαι. Εἰπὼν γὰρ τοῖς μαθηταῖς, μὴ κατὰ τοὺς ἐθνικοὺς εὔχεσθαι, καὶ μὴ βαττολογεῖν, καὶ μέτρον ἡμᾶς εὐχῆς ἐδίδαξε· δεικνὺς ὅτι οὐκ ἐν τῷ πλήθει τῶν ῥημάτων, ἀλλ' ἐν τῇ νήψει τῆς διανοίας κεῖται τὸ ἀκουσθῆναι. Πῶς οὖν, φησὶν, εἰ ὀλίγα δεῖ εὔχεσθαι, παραβολὴν εἶπεν αὐτοῖς πρὸς τὸ δεῖν ἀεὶ προσεύχεσθαι, ὅτι χήρα τις ἦν, ἣ τῇ συνεχείᾳ τῆς ἐντεύξεως ὠμὸν δικαστὴν καὶ ἀπάνθρωπον, οὔτε Θεοῦ φόβον, οὔτε ἀνθρώπων ἔχοντα αἰδῶ, τῇ πυκνότητι τῆς προσόδου κατέκαμψε; Πῶς δὲ καὶ ὁ Παῦλος παραινεῖ λέγων, Τῇ προσευχῇ προσκαρτεροῦντες, καὶ πάλιν, Ἀδιαλείπτως προσεύχεσθε; Εἰ γὰρ δεῖ μὴ μακροὺς ἀποτείνειν λόγους, καὶ συνεχῶς εὔχεσθαι, ἐναντίον τοῦτο ἐκείνου. Ἀλλ' οὐκ ἔστιν ἐναντίον, μὴ γένοιτο, ἀλλὰ καὶ σφόδρα συμβαῖνον. Καὶ γὰρ καὶ ὁ Χριστὸς καὶ ὁ Παῦλος βραχείας καὶ πυκνὰς ποιεῖσθαι τὰς εὐχὰς ἐκέλευσαν ἐξ ὀλίγων διαλειμμάτων. Ἂν μὲν γὰρ εἰς μῆκος ἐκτείνῃ τὸν λόγον, ὀλιγωρήσας πολλάκις, πολλὴν ἔδωκας τὴν ἄδειαν τῷ διαβόλῳ προσελθεῖν, καὶ ὑποσκελίσαι, καὶ τὴν διάνοιαν ἀπαγαγεῖν τῶν λεγομένων· ἂν δὲ συνεχεῖς καὶ πυκνὰς ποιῇς τὰς εὐχὰς, τὸν καιρὸν ἅπαντα τῇ πυκνότητι διαλαμβάνων, δυνήσῃ σωφρονεῖν εὐκόλως, αὐτάς τε τὰς εὐχὰς μετὰ πολλῆς ποιήσῃ τῆς νήψεως. Ὃ δὴ καὶ αὕτη ἐποίει, οὐ μακροὺς ἀποτείνουσα λόγους, ἀλλὰ συχνῶς καὶ πυκνότερον προσιοῦσα τῷ Θεῷ. Εἶτα ἐπειδὴ ἐπεστόμισεν αὐτὴν ὁ ἱερεύς· τοῦτο γάρ ἐστι τὸ, Ἐφύλασσε τὸ στόμα αὐτῆς, καὶ τὰ χείλη αὐτῆς ἐκινεῖτο, φωνὴ δὲ αὐτῆς οὐκ ἠκούετο· ἐβιάσατο καὶ ὑπακοῦσαι τῷ ἱερεῖ, καὶ τῆς εὐχῆς ἀποστῆναι. Ἐπεστόμιστο οὖν αὐτῆς ἡ φωνὴ, οὐκ ἐπεστόμιστο δὲ ἡ παῤῥησία, ἀλλὰ μειζόνως ἡ καρδία ἔνδον ἐβόα. Τοῦτο γάρ ἐστι μάλιστα εὐχὴ, ὅταν ἔνδον αἱ βοαὶ ἀναφέρωνται· τοῦτο μάλιστα ψυχῆς πεπονημένης, μὴ τῷ τόνῳ τῆς φωνῆς, ἀλλὰ τῇ προθυμίᾳ τῆς διανοίας τὴν εὐχὴν ἐπιδείκνυσθαι. γʹ. Οὕτω καὶ Μωϋσῆς ηὔχετο· διὸ καὶ μηδὲν αὐτοῦ φθεγγομένου, φησὶν ὁ Θεὸς, Τί βοᾷς πρός με; Ἄνθρωποι μὲν γὰρ ταύτης μόνον ἐπακούουσι τῆς φωνῆς. ὁ δὲ Θεὸς πρὸ ταύτης τῶν ἔνδοθεν κραζόντων ἀκούει. Ἄρα ἔστι καὶ μὴ κράζοντας ἀκούεσθαι, καὶ ἐπ' ἀγορᾶς βαδίζοντας εὔχεσθαι κατὰ διάνοιαν μετὰ πολλῆς ἀκριβείας, καὶ μετὰ φίλων