1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

12

συνεδρεύοντας, καὶ πᾶν ὁτιοῦν ποιοῦντας μετὰ σφοδρᾶς τῆς βοῆς καλεῖν τὸν Θεὸν, τῆς ἔνδον λέγω, καὶ μηδενὶ τῶν παρόντων κατάδηλον ταύτην ποιεῖν. Ὅπερ οὖν καὶ ἡ γυνὴ αὕτη τότε ἐποίησε. Φωνὴ γὰρ αὐτῆς οὐκ ἠκούετο, φησί· καὶ εἰσήκουσεν αὐτῆς ὁ Θεός. Τοιαύτη ἦν αὐτῆς ἔνδοθεν ἡ κραυγή. Καὶ εἶπεν αὐτῇ τὸ παιδάριον Ἠλεί· Ἕως πότε μεθυσθήσῃ; Περιελοῦσα τὸν οἶνόν σου ἀπὸ σοῦ, ἄπελθε ἐκ προσώπου Κυρίου. Ἐνταῦθα μάλιστα ἔστι τὴν φιλοσοφίαν τῆς γυναικὸς ἰδεῖν. Ἐπὶ τῆς οἰκίας ἡ ἀντίζηλος ὠνείδιζεν· ἦλθεν εἰς τὸν ναὸν, καὶ τὸ παιδάριον τοῦ ἱερέως ὕβρισε, καὶ ὁ ἱερεὺς 54.647 ἐπετίμησεν. Ἔφυγε τὸν οἴκοι χειμῶνα, ἦλθεν εἰς λιμένα, καὶ κύματα πάλιν εὗρεν· ἦλθε φάρμακον λαβεῖν, ἡ δὲ οὐ μόνον οὐκ ἔλαβεν, ἀλλὰ καὶ πληγὴν διὰ τῶν ὀνειδῶν προσεκτήσατο, καὶ τὸ ἕλκος μᾶλλον δι' αὐτῶν ἀνεξαίνετο, Ἴστε γὰρ πῶς αἱ ὀδυνώμεναι ψυχαὶ πρὸς τὰς λοιδορίας καὶ τὰς ὕβρεις διάκεινται. Καθάπερ γὰρ τὰ μείζονα τῶν τραυμάτων, οὐ τὴν τυχοῦσαν ἐπιβολὴν τῆς χειρὸς ἀνεχόμενα, χείρονα γίνεται· οὕτω καὶ ἡ ψυχὴ τεταραγμένη δυσάρεστός τέ ἐστι, καὶ πρὸς ἅπαντα δυσχεραίνει. καὶ ὑπὸ τοῦ τυχόντος δάκνεται ῥήματος. Ἀλλ' ὅμως οὐδὲν τοιοῦτον ἔπαθεν ἡ γυνὴ, καὶ ταῦτα, τοῦ παιδὸς λοιδορουμένου. Εἰ μὲν οὖν ὁ ἱερεὺς ἦν ὁ ὑβρικὼς, οὐχ οὕτω θαυμαστὴ ἦν ἡ ἀνεξικακία· τὸ γὰρ μέγεθος τοῦ ἀξιώματος, καὶ ὁ τῆς ἀρχῆς ὄγκος καὶ ἄκουσαν αὐτὴν ἔπειθε σωφρονεῖν. Νυνὶ δὲ οὐδὲ πρὸς τὸ παιδάριον τοῦ ἱερέως ἐδυσχέρανε· διὰ τοῦτο καὶ μᾶλλον τὸν Θεὸν εἰς εὔνοιαν ἐπεσπάσατο. Οὕτω καὶ ἡμεῖς ἂν λοιδορηθέντες, καὶ μυρία παθόντες δεινὰ, τοὺς ὀνειδίζοντας φέρωμεν γενναίως, μείζονα παρὰ τοῦ Θεοῦ τὴν εὔνοιαν ἐπισπασόμεθα. Πόθεν τοῦτο δῆλον; Ἀπὸ τῶν τῷ ∆αυῒδ συμβάντων. Τί δὴ οὖν οὗτος ἔπαθεν; Ἐξέπεσέ ποτε τῆς πατρίδος, καὶ περὶ τῆς ἐλευθερίας καὶ τῆς ψυχῆς αὐτῆς ἐκινδύνευσε, καὶ τοῦ στρατοπέδου πρὸς τὸν ἀκόλαστον νεανίσκον τὸν τύραννον ἐκεῖνον καὶ πατραλοίαν μεταταξαμένου, ἐπλανᾶτο κατὰ τὴν ἔρημον, καὶ οὐκ ἐδυσχέρανεν, οὐδὲ ἀπεδυσπέτησε πρὸς τὸν Θεὸν, οὐδὲ εἶπε· Τί ποτε τοῦτό ἐστι; συνεχώρησε τῷ παιδὶ κατεξαναστῆναι τοῦ γεγεννηκότος; καίτοι καὶ εἰ δίκαια ἐγκαλεῖν εἶχεν, οὐδὲ οὕτω τοῦτο γενέσθαι ἔδει· νυνὶ δὲ οὐ μικρὸν, οὐ μέγα ἠδικημένος παρ' ἡμῶν, περιέρχεται τὴν δεξιὰν ἐπιθυμῶν αἵματι μολῦναι πατρικῷ, καὶ ὁ Θεὸς ἀνέχεται ταῦτα ὁρῶν. Ἀλλ' οὐδὲν τούτων εἶπε. Καὶ τὸ δὴ μεῖζον καὶ θαυμαστὸν, ὅτι πλανωμένῳ, καὶ πάντων ἐκπεπτωκότι, Σεμεεί τις ἄνθρωπος πονηρὸς καὶ μιαρὸς ἐπέθετο αὐτῷ, μιαιφόνον ἀποκαλῶν καὶ ἀσεβῆ, καὶ ἑτέροις μυρίοις αὐτὸν πλύνων ὀνείδεσιν· ὁ δὲ οὐδὲ οὕτως ἠγρίανεν, Εἰ δὲ λέγοι τις· Ναὶ τί θαυμαστὸν, ὅτι οὐκ ἠμύνατο ἀσθενὴς ὢν, καὶ οὐκ ἰσχύων; πρῶτον μὲν ἐκεῖνο ἂν εἴποιμι, ὅτι οὐχ οὕτως αὐτὸν ἐθαύμασα εἰ τὸ διάδημα καὶ τὴν βασιλείαν ἔχων, καὶ ἐπὶ τοῦ θρόνου καθήμενος, εἶτα λοιδορούμενος ἤνεγκεν, ὡς νῦν αὐτὸν ἐπαινῶ καὶ ἐκπλήττομαι ἐν τῷ καιρῷ τῆς συμφορᾶς φιλοσοφήσαντα. Τότε μὲν γὰρ ὁ τῆς ἀρχῆς ὄγκος, καὶ τὸ εὐτελὲς τοῦ ὑβρίζοντος καταφρονῆσαι αὐτὸν πολλάκις ἔπειθε. Πολλοὶ δὲ καὶ ἄλλοι βασιλεῖς πολλάκις τοιαῦτα ἐφιλοσόφησαν, τὴν ὑπερβολὴν τῆς μανίας τῶν ὑβρικότων εἰς ἀπολογίαν λαβόντες. Οὐ γὰρ ὁμοίως ἡμῶν εὐημερίας ἀπολαυόντων, καὶ κακουμένων, τὰ ὀνείδη καθάπτεσθαι πέφυκεν· ἀλλ' ὅταν πταίσωμεν, τότε καθικνεῖται μειζόνως ἡμῶν, καὶ δάκνει σφοδρότερον. Ἐπὶ δὲ τούτου, καὶ ἕτερόν τι πρὸς τοῖς εἰρημένοις ἔστιν εἰπεῖν, ὅτι καὶ κύριος ἦν ἀμύνασθαι, ἀλλ' οὐκ 54.648 ἠμύνατο. Καὶ ἵνα μάθῃς, ὅτι οὐκ ἀσθενείας, ἀλλ' ἀνεξικακίας ἦν ἡ φιλοσοφία, τοῦ στρατηγοῦ τότε ἀξιοῦντος ἐπιτραπῆναι διαβῆναι, καὶ τὴν κεφαλὴν ἀποτεμεῖν τὴν ἐκείνου, οὐ μόνον οὐκ ἐπέτρεψεν ὁ ∆αυῒδ, ἀλλὰ καὶ ἐδυσχέρανε, λέγων· Τί ἐμοὶ καὶ σοὶ, υἱὲ Σαρουία; Ἄφετε αὐτὸν καταρᾶσθαι, ὅπως ἴδοι τὴν ταπείνωσίν μου Κύριος, καὶ ἀνταποδῷ μοι ἀγαθὰ ἀντὶ τῆς κατάρας αὐτοῦ τῆς ἐν τῇ ἡμέρᾳ ταύτῃ· ὅπερ οὖν καὶ ἐγένετο. δʹ. Ὁρᾷς πῶς οἶδεν ὁ δίκαιος, ὅτι τὸ φέρειν γενναίως τὰς λοιδορίας, ἀφορμὴ πλείονος εὐδοκιμήσεως γίνεται; ∆ιὰ τοῦτό ποτε καὶ τὸν Σαοὺλ εἴσω διπλοῦ