1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

13

τειχίου λαβὼν, καὶ κύριος ὢν ἀποσφάξαι, ἐφείσατο· καὶ ταῦτα, τῶν παρόντων κελευόντων ὠθῆσαι τὸ ξίφος. Ἀλλ' οὔτε τὸ τῆς ἐξουσίας εὔκολον, οὔτε τὸ παρ' ἑτέρων παροξύνεσθαι, οὔτε τὸ πολλὰ πεπονθέναι δεινὰ, οὔτε τὸ προσδοκᾷν πείσεσθαι χαλεπώτερα, συνεχώρησεν ἑλκύσαι τὸ ξίφος· καίτοι γε οὐδὲ τῷ στρατοπέδῳ κατάφωρος ἔμελλεν ἔσεσθαι ταύτην ἐργασάμενος τὴν σφαγήν. Σπήλαιον γὰρ ἦν, καὶ οὐδεὶς ἕτερος παρῆν, ἀλλὰ μόνος αὐτός. Καὶ οὐκ εἶπεν, ὅπερ τις μοιχείαν ἐργαζόμενος ἔλεγε, Σκότος κύκλῳ μου καὶ τοῖχοι, τί εὐλαβοῦμαι; ἀλλ' ἑώρα τὸν ἀκοίμητον ὀφθαλμὸν, καὶ ᾔδει ὅτι ὀφθαλμοὶ Κυρίου μυριοπλασίως ἡλίου φωτεινότεροι. ∆ιὰ τοῦτο πάντα οὕτως ἔπραττέ τε καὶ ἔλεγεν, ὡς ἐκείνου παρόντος, καὶ δικάζοντος τοῖς λεγομένοις, καί φησιν· Οὐ μὴ ἐπαγάγω τὴν χεῖρά μου ἐπὶ χριστὸν Κυρίου. Οὐχ ὁρῶ τὴν πονηρίαν, ἀλλ' ὁρῶ τὴν ἀξίαν. Μή μοι λεγέτω τις ὅτι βίαιος καὶ μιαρὸς οὗτος· ἐγὼ γὰρ τὴν τοῦ Θεοῦ τιμῶ ψῆφον, κἂν οὗτος ἀνάξιος φαίνηται. Οὐ γάρ ἐστιν ἐμὸν ἔγκλημα, τὸ τοῦτον ἀνάξιον φανῆναι τῆς τιμῆς. Ἀκουέτωσαν ὅσοι καταφρονοῦσιν ἱερέων, μανθανέτωσαν ὅσην εὐλάβειαν οὗτος περὶ βασιλέα ἐπεδείξατο. Καίτοι πολὺ τιμιώτερος καὶ αἰδεσιμώτερος βασιλέως ὁ ἱερεὺς, ὅσον καὶ ἐπὶ μείζονα ἀρχὴν κέκληται. Μανθανέτωσαν μὴ κρίνειν, μηδὲ εὐθύνας ἀπαιτεῖν, ἀλλ' ὑποτάσσεσθαι καὶ εἴκειν. Σὺ μὲν γὰρ τὸν τοῦ ἱερέως βίον, κἂν φαῦλος ᾖ τις καὶ ἠμελημένος, οὐκ οἶδας· οὗτος δὲ ᾔδει μετ' ἀκριβείας ἅπαντα, ὅσα ἐποίησεν ὁ Σαούλ· ἀλλ' ὅμως καὶ οὕτως ᾐδεῖτο τὴν παρὰ τοῦ Θεοῦ δοθεῖσαν ἀρχήν. Ὅτι δὲ κἂν εἰδὼς ᾖς ἀκριβῶς, οὐκ ἔχεις ἀπολογίαν, οὐδὲ συγγνώμην, καταφρονῶν τῶν προεστώτων, καὶ παρακούων τῶν λεγομένων, ἄκουσον πῶς καὶ ταύτην ἡμῶν ἀνεῖλε τὴν πρόφασιν ὁ Χριστὸς, δι' ὧν φησιν ἐν Εὐαγγελίοις, Ἐπὶ τῆς καθέδρας Μωϋσέως ἐκάθισαν οἱ γραμματεῖς, καὶ οἱ Φαρισαῖοι· πάντα οὖν ὅσα ἂν εἴπωσιν ὑμῖν ποιεῖν, ποιεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε. Ὁρᾷς πῶς ὧν ὁ βίος οὕτω διεφθαρμένος ἦν, ὡς ἄξιος εἶναι διαβολῆς τοῖς μαθητευομένοις, τούτων τὴν παραίνεσιν οὐκ ἠτίμασεν, οὐδὲ τὴν διδαχὴν ἐξέβαλε; Ταῦτα δὲ λέγω, οὐχὶ τῶν ἱερέων κατηγορεῖν βουλόμενος· μὴ γένοιτο· καὶ γὰρ ὑμεῖς μάρτυρες ἦτε τῆς τε ἀναστροφῆς αὐτῶν καὶ τῆς εὐλαβείας ἁπάσης· ἀλλ' ἵνα ἐκ πολλῆς τῆς περιουσίας πολλὴν αὐτοῖς τὴν αἰδῶ καὶ τὴν τιμὴν παρέχωμεν. Οὐ γὰρ αὐτοὺς τοσοῦτον, ὅσον ἡμᾶς αὐτοὺς ὠφελήσομεν. Ὁ δεχόμενος οὖν προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προ 54.649 φήτου λήψεται. Εἰ γὰρ τοὺς ἀλλήλων βίους οὐκ ἐπετράπημεν κρίνειν, πολλῷ μᾶλλον τοὺς τῶν πατέρων. Ἀλλ' ὅπερ ἔλεγον πάλιν γὰρ ἐπὶ τὴν γυναῖκα ταύτην ἐπανελθεῖν ἀναγκαῖον, καὶ ὅτι τὸ φέρειν γενναίως τὰς λοιδορίας πολλῶν ἡμῖν ἀγαθῶν αἴτιον γίνεται, τοῦτο καὶ ἐπὶ τοῦ Ἰὼβ συνέβη. Καὶ γὰρ ἐκεῖνον οὐχ οὕτω θαυμάζω πρὸ τῆς παραινέσεως τῆς γυναικὸς, ὡς μετὰ τὴν ὀλεθρίαν συμβουλὴν ἐκείνην. Καὶ μή τις παράδοξον εἶναι νομιζέτω τὸ λεγόμενον. Πολλάκις γοῦν οὓς ἡ τῶν πραγμάτων φύσις οὐχ ὑπεσκέλισε, ῥῆμα καὶ παραίνεσις διεφθαρμένη κατέλυσεν. Ὅπερ οὖν καὶ ὁ διάβολος συνειδὼς, μετὰ τὴν ἀπὸ τῆς πείρας πληγὴν, καὶ τὴν διὰ τῶν ῥημάτων ἐπάγει προσβολήν· ὅπερ οὖν ἐποίησεν καὶ ἐπὶ τοῦ ∆αυΐδ. Ἐπειδὴ γὰρ εἶδεν αὐτὸν γενναίως ἐνεγκόντα τὴν ἐπανάστασιν τοῦ παιδὸς, καὶ τὴν παράνομον ἐκείνην τυραννίδα, βουλόμενος ὑποσκελίσαι τὴν διάνοιαν, καὶ πεῖσαι εἰς ὀργὴν ἐκπεσεῖν, καθῆκεν ἐκεῖνον τὸν Σεμεεὶ, ῥήμασι πικροῖς παρασκευάσας δακεῖν αὐτοῦ τὴν ψυχήν. Τοῦτο καὶ ἐπὶ τοῦ Ἰὼβ ἐκακούργησεν. Ὡς γὰρ εἶδε κἀκεῖνον καταγελάσαντα αὐτοῦ τῶν βελῶν, καὶ ὥσπερ ἀδαμάντινον πύργον πρὸς πάντα στάντα γενναίως, καθώπλισε τὴν γυναῖκα, ἵνα ἀνύποπτος ἡ συμβουλὴ γένηται, καὶ ἐνέκρυψε τὸ δηλητήριον τοῖς ἐκείνης ῥήμασι, καὶ τὴν συμφορὰν ἐτραγῴδησε. Τί οὖν ὁ γενναῖος ἐκεῖνος; Ἵνα τί ὡς μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας; Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἰ μὴ ∆εσπότης ἦν, μηδὲ τοσοῦτον ἡμῶν ὑπερέχων, ἀλλὰ φίλος τις ὁμότιμος, ποίαν