1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

14

εἴχομεν ἀπολογίαν, τοσαῦτα εὐεργετηθέντες παρ' αὐτοῦ, καὶ τοῖς ἐναντίοις αὐτὸν ἀμειβόμενοι; Εἶδες γνώμην φιλόθεον, καὶ πῶς οὐ μεγαλοφρονεῖ, οὐδὲ ἐναβρύνεται ἐπὶ τῷ γενναίως ἐνεγκεῖν τὰς ὑπὲρ φύσιν ἐκείνας πληγὰς, οὔτε σοφίας εἶναι νομίζει καὶ μεγαλοψυχίας τὴν τοσαύτην ὑπομονὴν, ἀλλ' ὥσπερ ἀναγκαῖον ὄφλημα ἐκτιννὺς, καὶ οὐδὲν ἀπεικὸς παθὼν, οὕτως ἐκ περιουσίας τὸ γύναιον ἐπεστόμισε; Τοῦτο καὶ ἐπὶ τῆς γυναικὸς ταύτης γέγονεν. Ἐπειδὴ γὰρ εἶδεν αὐτὴν γενναίως φέρουσαν τὴν ἀπαιδίαν, καὶ τῷ Θεῷ προσπίπτουσαν, καθῆκε τὸ παιδάριον τοῦ ἱερέως, ὥστε μᾶλλον αὐτὴν ἀγριᾶναι. Ἀλλ' οὐδὲν τούτων ἔπαθεν ἡ γυνὴ, ἀλλὰ μελετήσασα φέρειν τὰς λοιδορίας ἐπὶ τῆς οἰκίας, καὶ τοῖς ὀνείδεσιν ἐγγυμνασαμένη τῆς ἀντιζήλου, ἀδεῶς λοιπὸν πρὸς τὰς τοιαύτας ἀπεδύετο προσβολάς. ∆ιὸ καὶ ἐν τῷ ἱερῷ πολλὴν ἐπιείκειαν ἐπεδείκνυτο, ἀνδρείως μάλα καὶ μεγαλοψύχως τὰ σκώμματα φέρουσα, τὰ ἐπὶ τῇ μέθῃ καὶ τῇ παροινίᾳ. Οὐδὲν δὲ οἷον καὶ αὐτῶν ἀκοῦσαι τῶν ῥημάτων. Εἰπόντος γὰρ τοῦ παιδαρίου· Περιελοῦ τὸν οἶνόν σου ἀπὸ σοῦ, καὶ ἄπελθε ἐκ προσώπου Κυρίου, ἀπεκρίθη ἡ Ἄννα, καὶ εἶπεν, Οὐχὶ, κύριε. Τὸν ὑβρίσαντα δεσπότην ἐκάλεσε. Καὶ οὐκ εἶπεν ὃ πολλοὶ τῶν ἀνθρώπων λέγουσιν· Εἶπέ μοι ταῦτα ὁ ἱερεύς; ταῦτα ὁ διδάσκων τοὺς ἄλλους εἰς μέθην καὶ παροινίαν ἔσκωψεν; ἀλλ' ἐσκόπησεν ὅπως ἀποκρούσαιτο μόνον τὴν ὑπόνοιαν, καίτοι γε οὐκ οὖσαν ἀληθῆ. εʹ. Ἡμεῖς δὲ πολλάκις, ἐπειδὰν λοιδορηθῶμεν, δέον 54.650 ἀπολογήσασθαι καὶ ἀπαλλαγῆναι, ἐξάπτομεν τὸ πῦρ, καὶ καθάπερ θηρία τοῖς ὑβρικόσιν ἐπιπηδῶμεν, ἄγχοντες, ἕλκοντες, εὐθύνας ἀπαιτοῦντες τῶν εἰρημένων, καὶ τούτοις αὐτοῖς, οἷς ποιοῦμεν, τὴν καθ' ἡμῶν βεβαιοῦντες ὑπόνοιαν. Εἰ γὰρ βούλει δεῖξαι τοῖς ὑβρικόσιν, ὡς οὐ μεθύεις, δεῖξον διὰ πραότητος καὶ ἐπιεικείας, μὴ δι' ὕβρεως, μηδὲ διὰ λοιδορίας. Ἂν μὲν γὰρ τυπτήσῃς τὸν ὑβρικότα, μέθην σου καταγνώσονται πάντες· ἂν δὲ γενναίως ἐνέγκῃς, ἀπεκρούσω διὰ τῶν ἔργων τὴν πονηρὰν ὑποψίαν· ὅπερ οὖν καὶ ἡ γυνὴ τότε ἐποίησε, καὶ εἰποῦσα, Οὐχὶ, κύριε, δι' αὐτῶν τῶν πραγμάτων ἐδείκνυ, ὅτι ψευδὴς ἦν ἡ ὑποψία. Πόθεν δὲ ὅλως καὶ ὑπώπτευσεν ὁ ἱερεὺς τοῦτο; μὴ γὰρ γελῶσαν εἶδε; μὴ γὰρ χορεύουσαν; μὴ γὰρ περιφερομένην καὶ καταπίπτουσαν; μὴ γὰρ αἰσχρόν τι καὶ ἀνελεύθερον φθεγγομένην ῥῆμα; Πόθεν οὖν ταύτην ἔσχε τὴν ὑπόνοιαν; Οὐχ ἁπλῶς, οὐδὲ ὡς ἔτυχεν ἐκεῖνος, ἀλλ' ἀπὸ τοῦ καιροῦ τῆς ἡμέρας· καὶ γὰρ ἦν τὸ μεσημβρινὸν, ὅτε τὴν εὐχὴν ἐποιεῖτο. Πόθεν τοῦτο δῆλον; Ἀπ' αὐτῶν τῶν ἄνωθεν εἰρημένων. Ἀνέστη γὰρ, φησὶν, Ἄννα μετὰ τὸ φαγεῖν αὐτοὺς ἐν Σηλὼμ, καὶ μετὰ τὸ πιεῖν, καὶ κατέστη ἐνώπιον Κυρίου. Ὁρᾷς; Ὃν ἀνέσεως καιρὸν ποιοῦνται ἅπαντες, τοῦτον εὐχῆς ἐποιεῖτο αὕτη καιρὸν, καὶ μετὰ τράπεζαν πρὸς ἱκετηρίαν ἀνέτρεχε, καὶ πηγὰς ἠφίει δακρύων, καὶ διάνοιαν παρεῖχε σωφρονοῦσαν καὶ νήφουσαν, καὶ μετὰ τράπεζαν οὕτως ἐκτενῶς ηὔξατο, ὡς δῶρον ὑπὲρ φύσιν λαβεῖν, καὶ λῦσαι στείρωσιν, καὶ φύσιν ἀσθενήσασαν διορθῶσαι. Ταῦτα τοίνυν ἀπὸ τῆς γυναικὸς ἐκερδάναμεν, ὥστε εἰδέναι μετ' εὐωχίαν εὔχεσθαι. Ὁ γὰρ πρὸς τοῦτο παρεσκευασμένος, οὐδέποτε εἰς μέθην καὶ παροινίαν ἐκπεσεῖται, οὐδέποτε ὑπὸ ἀδδηφαγίας διαῤῥαγήσεται, ἀλλὰ τὴν προσδοκίαν τῆς εὐχῆς ἀντὶ χαλινοῦ τοῖς λογισμοῖς ἐπικειμένην ἔχων, μετὰ τοῦ προσήκοντος μέτρου τῶν παρακειμένων ἅψεται πάντων, καὶ πολλῆς μὲν τὴν ψυχὴν, πολλῆς δὲ τὸ σῶμα ἐμπλήσει τῆς εὐλογίας. Τράπεζα γὰρ ἀπὸ εὐχῆς ἀρχομένη, καὶ εἰς εὐχὴν καταλήγουσα, οὐδέποτε ὑστερηθήσεται, ἀλλὰ πηγῆς δαψιλέστερον ἅπαντα ἡμῖν οἴσει τὰ ἀγαθά. Μὴ δὴ τοσοῦτον παρορῶμεν κέρδος. Καὶ γὰρ ἄτοπον τοὺς μὲν οἰκέτας τοὺς ἡμετέρους, εἴ ποτέ τι τῶν παρακειμένων λάβοιεν παρ' ἡμῶν μέρος, εὐχαριστεῖν τε ἡμῖν καὶ μετ' εὐφημίας ἀναχωρεῖν· ἡμᾶς δὲ τοσούτων ἀπολαύοντας ἀγαθῶν μηδὲ τοσαύτην ἀποδιδόναι τῷ Θεῷ τὴν τιμὴν, καὶ ταῦτα, μέλλοντας πολλῆς ἀπολαύσεσθαι τῆς ἀσφαλείας. Ὅπου γὰρ εὐχὴ καὶ εὐχαριστία, ἁγίου Πνεύματος παραγίνεται χάρις, καὶ φυγαδεύονται δαίμονες, καὶ πᾶσα ἀντικειμένη δύναμις