1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

15

δραπετεύει καὶ ἀφίσταται. Ὁ μέλλων εἰς εὐχὴν τρέπεσθαι, οὐδὲν ἄτοπον τολμᾷ φθέγξασθαι, οὐδὲ ἐν μέσῃ τραπέζῃ· κἂν φθέγξηται, μεταγινώσκει ταχέως. ∆ιὸ χρὴ καὶ ἀρχομένους καὶ λήγοντας εὐχαριστεῖν τῷ Θεῷ· μάλιστα μὲν γὰρ οὐδὲ εἰς μέθην ἐμπεσούμεθα ῥᾳδίως, καθάπερ ἔφθην εἰπὼν, εἰ καταστήσαιμεν εἰς ταύτην ἑαυτοὺς τὴν συνήθειαν. Ὥστε κἂν κραιπαλῶν κἂν μεθύων ποτὲ ἀναστῇς, μηδὲ οὕτω καταλύσῃς τὸ ἔθος, ἀλλὰ κἂν καρηβαρῶμεν, κἂν περιφερώμεθα καὶ καταπί 54.651 πτωμεν, καὶ οὕτως εὐξώμεθα, καὶ μὴ διαλύσωμεν τὴν συνήθειαν. Ἂν γὰρ τῇ προτέρᾳ ἡμέρᾳ οὕτως εὔξῃ, τῇ δευτέρᾳ διορθώσῃ τὴν ἐν τῇ προτέρᾳ γενομένην ἀσχημοσύνην ἡμέρᾳ. Ὅταν τοίνυν ἀριστοποιώμεθα, μνημονεύωμεν ταύτης τῆς γυναικὸς, καὶ τῶν ταύτης δακρύων, καὶ τῆς μέθης τῆς καλῆς ταύτης. Ἐμέθυε γὰρ καὶ ἡ γυνὴ, οὐκ ἀπὸ οἴνου, ἀλλ' ἀπ' εὐλαβείας πολλῆς. Εἰ γὰρ μετ' ἄριστον τοιαύτη ἦν, ποία ἦν ὑπὸ τὴν ἕω; εἰ μετὰ τὸ φαγεῖν καὶ πιεῖν οὕτως ἐκτενῶς προσηύχετο, ὁποία ὑπῆρχε νῆστις οὖσα; ςʹ. Ἐπανέλθωμεν τοίνυν πάλιν ἐπὶ τὰ ῥήματα αὐτῆς, τὰ φιλοσοφίας γέμοντα πολλῆς καὶ πραότητος. Εἰποῦσα γὰρ, Οὐχὶ, κύριε, ἐπήγαγε· Γυνὴ ἐν σκληρᾷ ἡμέρᾳ ἐγώ εἰμι, καὶ οἶνον καὶ μέθυσμα οὐ πέπωκα. Παρατήρησον πῶς οὐδὲ ἐνταῦθα λέγει τὰ ὀνείδη τῆς ἀντιζήλου, οὐδὲ ἐκπομπεύει τὴν πονηρίαν ἐκείνης, οὐδὲ ἐκτραγῳδεῖ τὴν συμφορὰν τὴν οἰκείαν, ἀλλὰ τοσοῦτον ἀποκαλύπτει τὴν ἑαυτῆς ἀθυμίαν, ὅσον ἀπολογήσασθαι πρὸς τὸν ἱερέα μόνον. Γυνὴ ἐν σκληρᾷ ἡμέρᾳ, φησὶν, ἐγώ εἰμι· καὶ οἶνον καὶ μέθυσμα οὐ πέπωκα, καὶ ἐκχέω τὴν ψυχήν μου ἐνώπιον Κυρίου. Οὐκ εἶπεν, Εὔχομαι τῷ Θεῷ, ἱκετεύω τὸν Θεὸν, ἀλλ' Ἐκχέω τὴν ψυχήν μου ἐνώπιον Κυρίου· τουτέστιν, ὅλην ἐμαυτὴν μετέστησα πρὸς τὸν Θεὸν, τὴν διάνοιάν μου ἐξεκένωσα πρὸς αὐτὸν, ὅλῃ ψυχῇ καὶ δυνάμει τὴν εὐχήν μου ἐποιησάμην, εἶπον τῷ Θεῷ τὴν συμφορὰν τὴν ἐμὴν, ἔδειξα τὸ ἕλκος· ἐκεῖνος τὸ φάρμακον θεῖναι δύναται. Μὴ δῷς τὴν δούλην σου εἰς πρόσωπον, εἰς θυγατέρα λοιμήν. Πάλιν δούλην ἑαυτὴν καλεῖ, καὶ πολλὴν ποιεῖται σπουδὴν, ὥστε μὴ πονηρὰν δόξαν παρὰ τῷ ἱερεῖ λαβεῖν. Καὶ οὐκ εἶπε πρὸς ἑαυτήν· Τί δέ μοι μέλει τῆς τούτου διαβολῆς; ἁπλῶς καὶ εἰκῆ κατηγόρησεν, ὑπώπτευσεν εἰς οὐδὲν δέον· τὸ συνειδός μου καθαρὸν ἔστω, καὶ πάντες με διαβαλλέτωσαν· ἀλλὰ τὸν ἀποστολικὸν ἐκεῖνον ἐπλήρου νόμον, τὸν κελεύοντα προνοεῖσθαι καλὰ μὴ μόνον ἐνώπιον Κυρίου, ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων. Καὶ παντὶ τρόπῳ τὴν ὑποψίαν ἀπεκρούετο λέγουσα· Μὴ δῷς τὴν δούλην σου εἰς πρόσωπον, εἰς θυγατέρα λοιμήν. Τί δέ ἐστιν, Εἰς πρόσωπον; Μὴ νομίσῃς, ἀναίσχυντον εἶναί με καὶ ἰταμήν. Ἀθυμίας, οὐ παροινίας, ἐστὶν αὕτη ἡ παῤῥησία· ὀδύνης, οὐχὶ μέθης. Τί οὖν ὁ ἱερεύς; Ὅρα κἀκείνου τὴν σύνεσιν· οὐ περιειργάσατο τὴν συμφορὰν, οὐκ ἠβουλήθη πολυπραγμονῆσαι τὴν αἰτίαν, ἀλλὰ τί φησι; Πορεύου ἐν εἰρήνῃ· δῴη σοι Κύριος ὁ Θεὸς τοῦ Ἰσραὴλ πᾶν αἴτημα, ὃ ᾐτήσω παρ' αὐτοῦ. Τὸν κατήγορον συνήγορον εἰργάσατο ἡ γυνή. Τοσοῦτόν ἐστιν ἐπιείκεια καὶ πραότης καλόν. Καὶ ἀντὶ ὕβρεως ἐφόδια ἱκανὰ λαβοῦσα ἀπῆλθε, καὶ προστάτην ἔσχε καὶ πρεσβευτὴν τὸν ἐπιτιμήσαντα. Καὶ οὐδὲ οὕτως ἀφίσταται, ἀλλὰ πάλιν φησίν· Εὕροι ἡ δούλη σου χάριν ἐν ὀφθαλμοῖς σου· τουτέστι, Μάθοις διὰ τοῦ τέλους αὐτοῦ, καὶ τῆς τῶν πραγμάτων ἐκβάσεως, ὡς οὐκ ἀπὸ παροινίας, ἀλλ' ἐξ ὀδύνης τοσαύτης ἐποιησάμην ἱκετηρίαν καὶ τὴν δέησιν. Καὶ ἀπελθοῦσα, φησὶν, οὐκέτι συνέπεσεν. Εἶδες πίστιν γυναικός; Πρὶν λάβῃ ὅπερ ᾔτησεν, ἐθάρσησεν ὡς λαβοῦσα. Τὸ δὲ αἴτιον, ὅτι μετὰ πολλῆς ηὔξατο τῆς σφοδρότητος, μετὰ σπουδῆς ἀδιακρίτου. ∆ιὰ τοῦτο, ὡς τὸ πᾶν εἰληφυῖα, κατῆλθεν. Ἄλλως δὲ, καὶ ὁ Θεὸς 54.652 λοιπὸν αὐτῆς τὴν ἀθυμίαν ἐξέβαλε, μέλλων διδόναι τὸ δῶρον. Ταύτην ζηλώσωμεν καὶ ἡμεῖς, καὶ ἐν ἁπάσαις ταῖς συμφοραῖς πρὸς τὸν Θεὸν καταφεύγωμεν. Κἂν μὴ ἔχωμεν παιδία, παρ' ἐκείνου αἰτῶμεν· κἂν λάβωμεν, μετὰ πολλῆς ἀνατρέφωμεν αὐτὰ τῆς σπουδῆς, καὶ πάσης μὲν κακίας ἀπάγωμεν τοὺς νέους, μάλιστα δὲ ἀσελγείας· χαλεπὸς γὰρ οὗτος ὁ πόλεμος, καὶ οὐδὲν οὕτως ἐνοχλεῖ τὴν ἡλικίαν