1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

22

ἀλλὰ πολλοὶ καὶ διάφοροι, οὓς ὁ Παῦλος ἡμῖν ὑπογράφων οὕτως ἔλεγε· Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται· καὶ πάλιν· Εἰ δέ τις τῶν ἰδίων, καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται, καὶ ἔστιν ἀπίστου χείρων· καὶ πάλιν· Φεύγετε τὴν πλεον 54.660 εξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία. Ἐπεὶ οὖν ἀρνήσεως τοσοῦτοι τρόποι, εὔδηλον ὅτι καὶ ὁμολογίας τοσοῦτοι, καὶ πολλῷ πλείους· οὓς δὴ πάντας ὁμολογῆσαι σπουδάσωμεν, ἵνα καὶ αὐτοὶ τῆς ἐν τοῖς οὐρανοῖς τιμῆς ἀπολαύσωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ, καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ∆ʹ. Πρὸς τοὺς τὰς συνάξεις καταλιμπάνοντας, καὶ εἰς τὰ θέατρα ἀναβαίνοντας, καὶ ὅτι οὐ μόνον χρησιμωτέρα τῆς ἐν θεάτροις διαγωγῆς ἡ ἐν ἐκκλησίᾳ διατριβὴ, ἀλλὰ καὶ ἡδίων· καὶ εἴς τε τὴν δευτέραν ῥῆσιν τῆς εὐχῆς τῆς Ἄννης, καὶ εἰς τὸ δεῖν συνεχῶς εὔχεσθαι, καὶ ἐν παντὶ

τόπῳ, κἂν ἐν ἀγορᾷ ὦμεν, κἂν ἐν ὁδῷ, κἂν ἐπὶ κλίνης. αʹ. Οὐκ οἶδα ποίοις χρήσομαι λόγοις σήμερον. Καὶ γὰρ ὁρῶν τὰς συνάξεις

ἐλαττουμένας, προφήτας ὑβριζομένους, ἀποστόλους ὑπερορωμένους, πατέρας καταφρονουμένους, διὰ τῶν δούλων εἰς τὸν ∆εσπότην διαβαίνουσαν τὴν ὕβριν, βούλομαι μὲν ἐγκαλέσαι, τοὺς δὲ ὀφείλοντας ἀκοῦσαι τῆς κατηγορίας οὐχ ὁρῶ παρόντας, ἀλλ' ὑμᾶς τοὺς οὐδὲν δεομένους τῆς παραινέσεως ταύτης καὶ τῆς νουθεσίας. Πλὴν ἀλλ' οὐδὲ οὕτως σιγητέον ἡμῖν· τήν τε γὰρ ὀδύνην τὴν ἐπ' ἐκείνοις διαπνεῦσαι μικρὸν παρασκευάσομεν εἰς τὰ ἔξω, διὰ τῶν ῥημάτων ἐκβάλλοντες αὐτὴν, αὐτούς τε ἐκείνους αἰσχύνεσθαι καὶ ἐρυθριᾷν ποιήσομεν, τοσούτους αὐτοῖς ἐπαφέντες κατηγόρους, τοὺς ἀκούοντας ἅπαντας ὑμᾶς. Εἰ μὲν γὰρ ἐνταῦθα παρεγένοντο, ἡμῶν μόνον ἐπιτιμώντων ἤκουσαν ἄν· νῦν δὲ φεύγοντες τὴν παρ' ἡμῶν ἐπιτίμησιν, παρ' ὑμῶν ταῦτα ἀκούσονται πάντα. Οὕτω καὶ φίλοι ποιοῦσιν· ἐπειδὰν τοὺς ὑπευθύνους μὴ εὕρωσι, τοῖς ἐκείνων ἐντυγχάνουσι φίλοις, ὥστε ἀπελθόντας εἰπεῖν τὰ εἰρημένα. Τοῦτο καὶ ὁ Θεὸς ἐποίησε· τοὺς γὰρ εἰς αὐτὸν ἡμαρτηκότας ἀφεὶς, τῷ μηδὲν ἠδικηκότι κατεντυγχάνει τῷ Ἱερεμίᾳ, λέγων· Εἶδες τί ἐποίησέ μοι ἡ ἀσύνετος θυγάτηρ Ἰούδα; ∆ιὰ δὴ τοῦτο καὶ ἡμεῖς ὑμῖν ὑπερεντυγχάνομεν κατ' ἐκείνων, ἵνα ἀπελθόντες διορθώσητε αὐτούς. Τίς γὰρ ἂν ἐνέγκῃ τὴν ὀλιγωρίαν τὴν τοσαύτην; Ἅπαξ τῆς ἑβδομάδος ἐνταῦθα συλλεγόμεθα, καὶ οὐδὲ ταύτην ἀνέχονται τὴν ἡμέραν τῶν βιωτικῶν ὑπερορᾷν φροντίδων· κἂν ἐγκαλῇ τις, εὐθέως πενίαν προβάλλονται, καὶ τὴν ἀναγκαίαν τροφὴν, καὶ ἀσχολίας κατεπειγούσας, ἀπολογίαν κατηγορίας ἁπάσης χαλεπωτέραν μελετήσαντες. Τί γὰρ ἂν ταύτης τῆς κατηγορίας γένοιτ' ἂν χεῖρον, ἀλλ' ἢ ὅταν τῶν τοῦ Θεοῦ πραγμάτων ἕτερον ἀναγκαιότερον ὑμῖν τι φαίνηται καὶ κατεπεῖγον μᾶλλον; Μάλιστα μὲν οὖν εἰ καὶ τοῦτο ἦν ἀληθὲς, κατηγορία ἡ ἀπολογία ἦν, ὥσπερ ἔφην. Ἵνα δὲ μάθητε, ὅτι καὶ ταῦτα σκῆψις καὶ πρόφασις καὶ ῥᾳθυμίας ἐστὶ παραπετάσματα, οὐδὲν ἐμοῦ λέγοντος, ἡ μετὰ τὴν αὔριον αὐτοὺς ἐλέγξει πάντας ἡμέρα τοὺς τὰ τοιαῦτα προφασιζομένους, ὅταν πᾶσα ἡ πόλις πρὸς τὸν ἱππόδρομον μεταστῇ, καὶ οἰκίαι, καὶ ἀγοραὶ εἰς τὴν παράνομον θεωρίαν κενωθῶσιν ἐκείνην. Καὶ ἐνταῦθα μὲν οὐδὲ τὸν κύριον τῆς ἐκκλησίας τόπον πληρούμενον ἔστιν ἰδεῖν· ἐκεῖ δὲ οὐ τὸν ἱππόδρομον μόνον, ἀλλὰ καὶ ὑπερῷα, καὶ οἰκίας, καὶ δώματα, καὶ κρημνοὺς, καὶ μυρίους ἑτέρους ἄνωθεν καταλαμ 54.661 βάνουσι τόπους· καὶ οὔτε πενία, οὔτε ἀσχολία, οὔτε ἀσθένεια σώματος, οὐ ποδῶν ἀῤῥωστία, οὐκ ἄλλο οὐδὲν τῶν τοιούτων ἐπέχει τὴν ἀκάθεκτον μανίαν· ἀλλ' ἄνθρωποι γεγηρακότες νέων ἀκμαζόντων σφοδρότερον ἐκεῖ τρέχουσι,