1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

24

ἔδωκεν, ἐνήστευσεν, ἄλλο τι τῶν ἀγαθῶν εἰργάσατο, ἢ ὑβρισθεὶς οὐκ ἀντελοιδόρησεν· ἐν μιᾷ γοῦν καιροῦ ῥοπῇ καρτερήσας καὶ κατασχὼν τὸν θυμὸν, διὰ παντὸς γάννυται καὶ εὐφραίνεται, τῶν κατορθωμάτων ἀναμιμνήσκων ἑαυτὸν ἐκείνων. Ἐπὶ δὲ τῆς κακίας τοὐναντίον· ὕβρισέ τις, ἀντελοιδόρησε· μετὰ ταῦτα οἴκοι γενόμενος, ἑαυτὸν κατεσθίει, τὰ ῥήματα ἀναλογιζόμενος, ἃ πολλάκις πολλὴν ἤνεγκε βλάβην. Ὥστε εἰ διώκεις ἡδονὴν, Φεῦγε τὰς νεωτερικὰς ἐπιθυμίας, καὶ σωφροσύνης ἐπιμελοῦ, καὶ ἀκροάσει θείων πρόσεχε λογίων. Ταῦτα πρὸς ὑμᾶς λέγομεν, ἵνα ὑμεῖς πρὸς ἐκείνους λέγοντες, καὶ συνεχῶς τούτοις αὐτοὺς ἐπαντλοῦντες τοῖς ῥήμασιν, ἀφέλκητε πάσης πονηρᾶς συνηθείας, καὶ πείθητε λογισμῷ πάντα ποιεῖν τῷ προσήκοντι. Τῶν γὰρ τοιούτων καὶ ἁπλῶς καὶ εἰκῆ φερομένων οὐδὲ τὴν σπουδὴν ἐπαινετὴν εὕροι τις ἂν οὖσαν· καὶ τοῦτο ἀπὸ τῆς ἐπιούσης συνάξεως δῆλον καθίστημι. Τῆς γὰρ ἁγίας ἡμῖν τελουμένης Πεντηκοστῆς, τοσοῦτον δραμεῖται πλῆθος, ὡς ἅπαντα ἡμῖν τὰ ἐνταῦθα στενοχωρεῖσθαι. Ἀλλ' ὅμως οὐδὲ ταύτην ἀποδέχομαι τὴν συλλογήν· συνηθείας γάρ ἐστιν, οὐκ εὐλαβείας. Τί τοίνυν γένοιτ' ἂν ἐκείνων ἀθλιώτερον, ὅταν καὶ ἡ ῥᾳθυμία αὐτῶν τοσούτων ἐγκλημάτων γέμῃ, καὶ ἡ δοκοῦσα εἶναι σπουδὴ ἐγκωμίων ᾖ ἔρημος; Τὸν γὰρ ζήλῳ καὶ πόθῳ καὶ σώφρονι λογισμῷ τοῦ θείου τούτου μετέχοντα συλλόγου, διηνεκῶς ταῦτα ποιεῖν χρὴ, ἀλλ' οὐχὶ μετὰ τῶν ἐν ἑορτῇ μόνον φαινομένων, μετ' ἐκείνων ἀφίστασθαι πάλιν, θρεμμάτων δίκην ἁπλῶς ἀγόμενον. γʹ. Ἠδυνάμην μὲν οὖν καὶ πρὸς πλέον μῆκος ἐκτεῖναι τὸ προοίμιον τοῦ λόγου· ἀλλ' ἐπειδὴ οἶδα σαφῶς, ὅτι καὶ πρὸ τῆς ἡμετέρας παραινέσεως τὰ προσήκοντα ὑμῖν αὐτοῖς ποιοῦντες, καὶ πλείονα τῶν εἰρημένων ἐρεῖτε, ὥστε μὴ δόξαι παρενοχλεῖν ἐν ταῖς κατ' ἐκείνων ἐπιτιμήσεσι, τὰ λειπόμενα ἅπαντα ὑμῖν ἀφεὶς, τῆς εἰωθυίας ἅψομαι διδασκαλίας, ἐπὶ τὴν τῆς Ἄν 54.663 νης ἱστορίαν ἐπαναγαγὼν τὸν λόγον. Καὶ μὴ θαυμάσητε, εἰ μηδέπω τῆς ὑποθέσεως ταύτης ἀπηλλάγημεν. Καὶ γὰρ οὐ δύναμαι τὴν γυναῖκα ταύτην ἀπὸ τῆς διανοίας ἐκβαλεῖν τῆς ἐμῆς· οὕτως αὐτῆς θαυμάζω τὴν εὐμορφίαν τῆς ψυχῆς, καὶ τὸ κάλλος τῆς διανοίας. Φιλῶ γὰρ ὀφθαλμοὺς δακρύοντας ἐν εὐχαῖς, διὰ παντὸς μελετῶντας. καὶ χείλη, καὶ στόμα οὐκ ἐπιτρίμμασί τισιν ἐρυθραινόμενον, ἀλλ' εὐχαριστίᾳ τῇ πρὸς τὸν Θεὸν καλλωπιζόμενον, οἷον ἦν τὸ ταύτης· ἣν θαυμάζω μὲν ὅτι ἐφιλοσόφησε, θαυμάζω δὲ μειζόνως, ὅτι γυνὴ οὖσα ἐφιλοσόφησε, γυνὴ, ἧς πολλοὶ πολλάκις κατηγόρησαν. Ἀπὸ γὰρ γυναικὸς, φησὶν, ἀρχὴ ἁμαρτίας, καὶ δι' αὐτὴν ἀποθνήσκομεν πάντες· καὶ πάλιν· Μικρὰ πᾶσα κακία πρὸς κακίαν γυναικός· καὶ ὁ Παῦλος· Ἀδὰμ γὰρ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἀπατηθεῖσα ἐν παραβάσει γέγονε. ∆ιὰ τοῦτο μάλιστα αὐτὴν θαυμάζω, ὅτι τὰ ἐγκλήματα ταῦτα διεκρούσατο, ὅτι τὴν κατηγορίαν ἀπέθετο, ὅτι τοῦ διαβαλλομένου γένους οὖσα καὶ κατηγορουμένου, τὰ ὀνείδη πάντα ἀπετρίψατο, διὰ τῶν ἔργων παιδεύουσα, ὅτι κἀκεῖναι οὐ παρὰ τὴν φύσιν τοιαῦται γεγόνασιν, ἀλλὰ παρὰ τὴν προαίρεσιν καὶ τὴν οἰκείαν ὀλιγωρίαν, καὶ ὅτι ἐν τῷ γένει τούτῳ δυνατὸν ἄκρας ἀρετῆς ἐπιλαβέσθαι. Φιλόνεικον γάρ ἐστι τὸ ζῶον τοῦτο καὶ εὔτονον, κἂν εἰς πονηρίαν ἀποκλίνῃ, μεγάλα ἐργάζεται κακά· κἂν ἀρετῆς ἐπιλάβηται, τὴν ψυχὴν προήσεται πρότερον, ἢ τῆς προθέσεως ἀποστήσεται. Οὕτω γοῦν καὶ αὕτη τὴν φύσιν ἐνίκησε, καὶ τὴν ἀνάγκην ἐβιάσατο, καὶ τῇ προσεδρίᾳ τῆς εὐχῆς ἀπὸ μήτρας πεπηρωμένης τέκνον βλαστῆσαι παρεσκεύασε, ∆ιὰ τοῦτο πάλιν ἐπὶ τὴν εὐχὴν καταφεύγει, καὶ μετὰ τὸ λαβεῖν οὕτω λέγουσα· Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μου ἐν Θεῷ μου. Ὅτι μὲν οὖν, τί ἐστιν, Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, πρώην εἶπον πρὸς τὴν ὑμετέραν ἀγάπην, δῆλον ὑμῖν· νυνὶ δὲ ἀναγκαῖον τὴν ἑξῆς ἑρμηνεῦσαι ῥῆσιν. Εἰποῦσα γάρ· Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ· ἐπήγαγεν· Ὑψώθη κέρας μου ἐν Θεῷ μου. Τί ἐστι, Κέρας μου; Καὶ γὰρ συνεχῶς ταύτῃ κέχρηται τῇ λέξει ἡ Γραφὴ, ὡς ὅταν λέγῃ· Ὑψώθη κέρας αὐτοῦ, καὶ, Ὑψώθη κέρας χριστοῦ αὐτοῦ. Τί ποτ' οὖν λέγει κέρας; Τὴν δύναμιν, τὴν