1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

26

ἔλεγεν. Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μου ἐν Θεῷ μου. Οὐχ ἁπλῶς εἶπεν, Ἐν Θεῷ, ἀλλ', Ἐν Θεῷ μου, τὸν κοινὸν τῆς οἰκουμένης ∆εσπότην ἁρπάζουσα πρὸς ἑαυτήν. Τοῦτο δὲ ἐποίησεν, οὐκ ἐλαττοῦσα αὐτοῦ τὴν 54.665 δεσποτείαν, ἀλλὰ τὸν οἰκεῖον ἔρωτα ἐνδεικνυμένη τε καὶ παραμυθουμένη. Τοιοῦτον γὰρ τῶν φιλούντων τὸ ἔθος· οὐκ ἀνέχονται μετὰ πολλῶν φιλεῖν, ἀλλ' ἐξαιρέτως καὶ ἰδιαζόντως βούλονται αὐτῶν ἐνδείκνυσθαι τὸ φίλτρον. Οὕτω καὶ ὁ ∆αυῒδ ποιεῖ λέγων· Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω. Εἰπὼν γὰρ τὴν κοινὴν αὐτοῦ δεσποτείαν, εἶπε καὶ τὴν ἰδιάζουσαν τὴν ἐπὶ τῶν ἁγίων. Καὶ πάλιν, Ὁ Θεὸς, ὁ Θεός μου, πρόσχες μοι· ἵνα τί ἐγκατέλιπές με; Καὶ πάλιν· Ἐρῶ τῷ Θεῷ· Ἀντιλήπτωρ μου εἶ· ψυχῆς γὰρ ζεούσης καὶ θερμῆς καὶ διακαιομένης ὑπὸ τοῦ πόθου ταῦτα τὰ ῥήματα. Οὕτω καὶ ἡ γυνὴ αὕτη ἐποίησεν. Ἀλλὰ τὸ μὲν ἀνθρώπους τοῦτο ποιεῖν, θαυμαστὸν οὐδέν· ὅταν δὲ ἴδῃς τὸν Θεὸν τοῦτο ποιοῦντα, τότε ἐκπλάγηθι. Καθάπερ γὰρ οὗτοι οὐ κοινῇ μετὰ τῶν πολλῶν αὐτὸν καλοῦσιν, ἀλλὰ καὶ ἰδιαζόντως ἑαυτῶν αὐτὸν βούλονται εἶναι Θεόν· οὕτω καὶ αὐτὸς, οὐ κοινῇ μετὰ τῶν ἄλλων φησὶν αὐτῶν εἶναι Θεὸν μόνον, ἀλλὰ καὶ ἰδιαζόντως αὐτῶν. ∆ιὰ τοῦτο λέγει, Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, οὐ συστέλλων αὐτοῦ τὴν δεσποτείαν, ἀλλ' ἐκτείνων μᾶλλον· οὐ γὰρ οὕτω τὸ πλῆθος τῶν ἀρχομένων, ὡς ἡ ἀρετὴ τῶν βασιλευομένων δείκνυσιν αὐτοῦ τὴν ἀρχήν· οὐδὲ οὕτω χαίρει καλούμενος Θεὸς οὐρανοῦ καὶ γῆς, καὶ θαλάττης, καὶ τῶν ἐν τούτοις, ὡς χαίρει καλούμενος Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. Καὶ ὅπερ ἐπ' ἀνθρώπων οὐ γίνεται, τοῦτο ἐπὶ τοῦ Θεοῦ συμβαῖνον ἔστιν ἰδεῖν. Οἷόν τι λέγω· ἐπὶ τῶν ἀνθρώπων ἀπὸ τῶν δεσποτῶν οἱ δοῦλοι καλοῦνται, καὶ οὕτως ἔθος ἅπασι λέγειν, Ὁ δεῖνα ἐπίτροπος τοῦ δεῖνος, ὁ δεῖνα οἰκονόμος τοῦ δεῖνος, στρατηγοῦ καὶ ὑπάρχου· οὐδεὶς δέ φησιν, Ὁ δεῖνα ὁ ὕπαρχος τοῦδε τοῦ ἐπιτρόπου, ἀλλὰ τοὺς ἐλάττονας ἀπὸ τῶν μειζόνων ἀεὶ καλεῖν εἰώθαμεν. Ἐπὶ δὲ τοῦ Θεοῦ τοὐναντίον γέγονεν· οὐ γὰρ μόνον Ἀβραὰμ τοῦ Θεοῦ λέγεται, ἀλλὰ καὶ ὁ Θεὸς τοῦ Ἀβραὰμ, καὶ ὁ ∆εσπότης ἀπὸ τοῦ δούλου καλεῖται. Τοῦτο γοῦν αὐτὸ καὶ ὁ Παῦλος ἐκπληττόμενος ἔλεγε· ∆ι' ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ὁ Θεὸς, Θεὸς καλεῖσθαι αὐτῶν. Οὐκ ἐπαισχύνεται, φησὶν, ὁ ∆εσπότης ἀπὸ τῶν δούλων καλεῖσθαι. ∆ιὰ τί οὐκ ἐπαισχύνεται; εἰπὲ τὴν αἰτίαν. Ἵνα μιμησώμεθα καὶ ἡμεῖς. Ἀλλ' ἐκεῖνοι ξένοι καὶ παρεπίδημοι ἦσαν, φησίν. Καὶ μὴν καὶ διὰ τοῦτο ἐπαισχύνεσθαι δεῖ· ὁ γὰρ ξένος εὐτελὴς καὶ εὐκαταφρόνητος εἶναι δοκεῖ. Ἀλλ' ἐκεῖνοι οἱ ἅγιοι οὐ τοῦτον ᾖσαν ξένοι τὸν τρόπον, ὃν ἡμεῖς νομίζομεν, ἀλλ' ἕτερόν τινα καὶ παράδοξον. Ἡμεῖς μὲν γὰρ ξένους ἐκείνους καλοῦμεν τοὺς τὴν αὐτῶν πατρίδα ἀφέντας, καὶ εἰς ἑτέραν γῆν ἐλθόντας· ἐκεῖνοι δὲ οὐχ οὕτως ἦσαν ξένοι, ἀλλὰ τῆς οἰκουμένης ἁπάσης ὑπεριδόντες, καὶ μικρὰν εἶναι νομίσαντες τὴν γῆν, πρὸς τὴν ἐν τοῖς οὐρανοῖς πόλιν ἔβλεπον, οὐ δι' ἀλαζονείαν, ἀλλὰ διὰ μεγαλοψυχίαν, οὐ δι' ἀπόνοιαν, ἀλλὰ διὰ φιλοσοφίαν. Ἐπειδὴ γὰρ ἐσκέψαντο τὰ ἐπὶ γῆς ἅπαντα, καὶ εἶδον ὅτι ῥεῖ καὶ ἀπόλλυται, καὶ οὐδὲν ἐνταῦθα βέβαιον καὶ ἀκίνητον, οὐ πλοῦτος, οὐ δυναστεία, οὐ δόξα, οὐκ αὐτὴ ἡ ζωὴ, ἀλλ' ἕκαστον ἔχει τέλος, καὶ πρὸς τὸ οἰκεῖον ἐπείγεται πέρας, τὰ δὲ ἐν τοῖς οὐρανοῖς οὐ τοιαῦτα, ἀλλὰ ἀτελεύτητα καὶ ἀθάνατα, εἵλοντο ξένοι τῶν ῥεόντων καὶ παρατρεχόντων γενέσθαι, ἵν' ἐκείνων τῶν μενόντων ἐπιλάβωνται. Ξένοι τοίνυν ἦσαν, οὐ τῷ μὴ ἔχειν πατρίδα, ἀλλὰ τῷ πατρίδος ἐφίεσθαι τῆς ἀεὶ μενούσης. Ὅπερ οὖν καὶ αὐτὸς 54.666 παραδηλῶν ἔλεγεν· Οἱ δὲ ταῦτα λέγοντες, ἐμφαίνουσιν ὅτι πατρίδα ζητοῦσι. Ποίαν, εἰπὲ, πατρίδα; ἆρα τὴν προτέραν, ἣν ἀπέλιπον; Οὐχὶ, φησί· Εἰ γὰρ ἐκείνης ἐμέμνηντο, εἶχον ἂν καιρὸν ἀνακάμψαι· νῦν δὲ κρείττονος ὀρέγονται, τουτέστιν, ἐπουρανίου, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. ∆ιὰ τοῦτο οὐκ ἐπαισχύνεται ὁ Θεὸς καλεῖσθαι αὐτῶν Θεός. εʹ. Μιμησώμεθα δὴ καὶ ἡμεῖς τούτους, παρακαλῶ· ὑπερίδωμεν τῶν παρόντων, ἐπιθυμήσωμεν τῶν μελλόντων, λάβωμεν τὴν γυναῖκα ταύτην διδάσκαλον, καὶ πρὸς τὸν Θεὸν ἀεὶ