1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

32

εὐχαριστοῦσα ἔλεγεν· Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Κύριος, καὶ οὐκ ἔστι δίκαιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἅγιος πλὴν σοῦ. Ἄληπτος γὰρ ἡ κρίσις αὐτοῦ, φησὶ, καθαρὰ καὶ ἀπαραλόγιστος ἡ ψῆφος. Εἶδες ψυχῆς εὐγνώμονος ἔννοιαν; Οὐ γὰρ εἶπε πρὸς ἑαυτήν· Τί γάρ μοι μέγα γέγονε; τί δὲ πλέον τῶν ἄλλων; Ὅπερ ἡ ἀντίζηλος πάλαι ἔλαβε καὶ μετὰ πολλῆς τῆς δαψιλείας, τοῦτο μετὰ πολὺν χρόνον ἐγὼ, μετὰ καμάτου, καὶ δακρύων, καὶ ἱκετηρίας, καὶ δεήσεως, καὶ πόνου πολλοῦ. Ἀλλ' ἐπειδὴ καλῶς ἐπέπειστο περὶ τῆς τοῦ Θεοῦ προνοίας, οὐκ ἀπαιτεῖ τὸν ∆εσπότην εὐθύνας τῶν γινομένων, ὃ πολλοὶ τῶν ἀνθρώπων ποιοῦσι, καθ' ἑκάστην ἡμέραν τῷ Θεῷ δικάζοντες. Κἂν ἴδωσι τὸν μὲν πλουτοῦντα, τὸν δὲ πενόμενον, μυρίους κατὰ τῆς προνοίας αὐτοῦ κινοῦσι λόγους. Τί ποιεῖς, ἄνθρωπε; Τῷ συνδούλῳ δικάζειν σε οὐκ ἀφῆκε Παῦλος 54.673 οὕτω λέγων· Ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος· καὶ τὸν ∆εσπότην εἰς δικαστήριον ἕλκεις, καὶ λόγον ἀπαιτεῖς τῶν πεπραγμένων, καὶ οὐ φρίττεις, οὐδὲ δέδοικας; Καὶ ποίας τεύξῃ συγγνώμης, ποίας δὲ ἀπολογίας, εἰπέ μοι, τοσαύτας μὲν τῆς προνοίας αὐτοῦ καθ' ἑκάστην ἡμέραν καὶ ὥραν ἀποδείξεις λαμβάνων, ἀπὸ δὲ τῆς κατὰ τὸν πλοῦτον καὶ τὴν πενίαν δοκούσης ἀνωμαλίας εἶναι καταψηφιζόμενος τῆς ἐν ἅπασιν εὐταξίας, καὶ ταῦτα ἀδίκως; Εἰ γὰρ μετὰ τῆς προσηκούσης γνώμης, καὶ πεπονημένης διανοίας καὶ ταῦτα ἐξετάζειν ἤθελες, εἰ καὶ μηδὲν ἕτερον ἦν τὸ συνιστῶν τὴν τοῦ Θεοῦ πρόνοιαν, ὁ πλοῦτος καὶ ἡ πενία ταύτην ἂν μάλιστα σαφῶς ἀπέδειξεν. Ἂν γὰρ ἀνέλῃς τὴν πενίαν, τοῦ βίου τὴν σύστασιν ἀνεῖλες ἅπασαν, καὶ διέφθειρας ἡμῶν τὴν ζωήν· καὶ οὔτε ναύτης, οὔτε κυβερνήτης, οὐ γεωργὸς, οὐκ οἰκοδόμος, οὐχ ὑφάντης, οὐχ ὑποδηματοῤῥάφος, οὐ τέκτων, οὐ χαλκοτύπος, οὐ σκυτοτόμος, οὐ σιτοποιὸς, οὐκ ἄλλος τις τῶν δημιουργῶν ἔσται τούτων· τούτων δὲ οὐκ ὄντων, πάντα ἡμῖν οἰχήσεται. Νῦν μὲν γὰρ, καθάπερ διδάσκαλός τις ἀρίστη, ἑκάστῳ τούτων ἐπικαθημένη ἡ τῆς πενίας ἀνάγκη, πρὸς τὰ ἔργα καὶ ἄκοντας συνωθεῖ· εἰ δὲ ἅπαντες ἔμελλον πλουτεῖν, ἅπαντες ἔμελλον ἐν ἀργίᾳ ζῇν· καὶ οὕτω πάντα ἂν ἀπώλετο καὶ διεφθάρη. Χωρὶς δὲ τῶν εἰρημένων καὶ ἑτέρως αὐτοὺς ἀπ' αὐτῶν, ὧν ἐγκαλοῦσι, πάλιν ἐπιστομίσαι ῥᾴδιον. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, κατηγορεῖς τῆς τοῦ Θεοῦ προνοίας; ἐπειδὴ ὁ μὲν πλείω, ὁ δὲ ἐλάττω κέκτηται χρήματα; Τί οὖν; ἂν ἐν τοῖς ἀναγκαιοτάτοις, καὶ πολλῷ μείζοσι, καὶ συνέχουσιν ἡμῶν τὴν ζωὴν, δείξωμεν ἰσομοιρίαν οὖσαν πᾶσιν ἀνθρώποις, ψηφιῇ τῇ τοῦ Θεοῦ προνοίᾳ; Ἀνάγκη πᾶσα. Εἰ γὰρ τὸ μὴ πάντας ἐπίσης ἀπολαύειν ἑνὸς πράγματος, χρημάτων λέγω, ἀπόδειξιν ποιῇ τοῦ μηδεμίαν εἶναι πρόνοιαν, ἂν φανῶσιν ἐξίσης ἅπαντες ἀπολαύοντες, οὐχ ἑνὸς πράγματος, οὐδὲ οὕτως εὐτελοῦς, ἀλλὰ πλειόνων καὶ πολὺ μειζόνων, εὔδηλον ὅτι καὶ ἄκων ἐκεῖθεν συναναγκασθήσῃ ψηφίσασθαι τῇ τοῦ Θεοῦ προνοίᾳ. ∆εῦρο οὖν ἐπὶ τὰ συνέχοντα τὴν ζωὴν ἡμῶν ἴωμεν τῷ λόγῳ, καὶ διερευνησώμεθα αὐτὰ μετὰ ἀκριβείας, καὶ ἴδωμεν εἰ πλεονεκτεῖ τὸν πένητα ὁ πλούσιος ἐν ἐκείνοις. Οἷον, ὁ πλούσιος ἔχει Θάσιον, καὶ ἕτερα πολλὰ τοιαῦτα πόματα πεφαρμακευμένα, καὶ μετὰ πολλῆς κατεσκευασμένα τῆς καρυκείας· ἀλλ' αἱ τῶν ὑδάτων πηγαὶ κοινῇ πᾶσι πρόκεινται, καὶ πλουσίοις, καὶ πένησι. Τάχα ἐγέλασας ἀκούων τὴν ἰσότητα ταύτην. Οὐκοῦν μάθε, πόσῳ τιμιώτερον οἴνου παντὸς, ὕδατος φύσις, καὶ ἀναγκαιότερον καὶ χρησιμώτερον· καὶ τότε σαυτοῦ καταγνώσῃ, καὶ τὸν ἀληθῆ τῶν πενήτων εἴσῃ πλοῦτον. Οἴνου μὲν γὰρ ἀναιρεθέντος, οὐ πολλή τις ἂν γένοιτο βλάβη τινὶ, πλὴν τοῖς ἀσθενέσι μόνοις· ἂν δέ τις σβέσῃ τὰς τοῦ ὕδατος πηγὰς καὶ τὸ στοιχεῖον ἀνέλῃ, τὸν βίον ἡμῶν ἀνέτρεψεν ἅπαντα, καὶ πάσας τὰς τέχνας ἠφάνισε· καὶ οὔτε δύο δυνησόμεθα μόνον διαρκέσαι ἡμέρας, ἀλλ' εὐθέως ἀποθανούμεθα πάντες θάνατον ἐλεεινόν τινα καὶ χαλεπώτατον. δʹ. Ὥστε ἐν τοῖς ἀναγκαιοτάτοις καὶ συνέχουσιν ἡμῶν τὴν ζωὴν ὁ πένης οὐδὲν πλεονεκτεῖται, ἀλλ', εἰ δεῖ τι καὶ θαυμαστὸν εἰπεῖν, καὶ πλεονεκτεῖ τοῦ πλουτοῦντος. Πλουσίους μὲν γὰρ πολλοὺς ἔστιν ἰδεῖν ὑπὸ τῆς τοῦ σώματος ἀῤῥωστίας τῆς διὰ τὴν τρυφὴν