1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

6

πραγμάτων μὲν ἀπηλλάχθαι καὶ κινδύνων καὶ φόβων στέργειν δὲ τοῖς ὑπάρχουσι καὶ μηδὲν πλέον τῶν ὄντων ἐπιζητεῖν· κρεῖττον γὰρ εἶναι μετὰ ἀφοβίας ἀπολαύειν μετρίων ἢ τοῦ πλείονος ἐφιεμένους δεδοικέναι καὶ τρέμειν ἀεὶ καὶ κατὰ αὐτούς τε ἑτέροις διδόντας καὶ παρ' ἑτέρων λαμβάνοντας ζῆν.

24 ∆όξαν δὴ καταθέσθαι τὸν πόλεμον καὶ τὸν ἀπράγμονα βίον ζῆν ἔδοξεν ἰσχυρῷ τινι θεσμῷ καὶ ὅροις ἀσφαλέσι τοῦτο καταδῆσαι τὸ καλόν, καὶ ποιησάμενοι συνθήκας καὶ λαβόντες ὅρκους καὶ δόντες ἐκ περιουσίας ἐπεχείρουν πείθειν τὸν βασιλέα τὸν αὐτῶν τὸν υἱὸν τὸν αὐτοῦ-παιδίον δὲ ἦν κομιδῇ-τῆς εἰρήνης ἐνέχυρον καταθέντα ἀσφαλὲς, τοῖς τε πρότερον πολεμίοις οὖσι παρέχειν θαρρεῖν τῆς τε οἰκείας γνώμης μαρτύριον ἐξενεγκεῖν ὡς ἀδόλως τὴν εἰρήνην πεποιημένου πρὸς αὐτούς. Καὶ ταῦτα λέγοντες ἔπεισαν καὶ ἐξέδωκε τὸν υἱὸν ὁ βασιλεὺς ὡς μὲν αὐτὸς ᾤετο τοῖς φίλοις καὶ συμμάχοις, ὡς δὲ τὸ τέλος ἔδειξε τῷ πάντων ἀπηνεστάτῳ θηρίῳ. Λαβὼν γὰρ νόμῳ φιλίας καὶ συνθηκῶν τὸ παιδίον ἐκεῖνο τὸ βασιλικὸν πάντα ὁμοῦ κατεπάτησε καὶ ἀνέτρεψε τοὺς ὅρκους, τὰς συνθήκας, τὴν πρὸς ἀνθρώπους αἰδῶ, τὴν πρὸς τὸ θεῖον εὐλάβειαν, τὸν ἀπὸ τῆς ἡλικίας ἔλεον.

25 Καὶ οὔτε ἡ νεότης τὸ θηρίον ἐπέκαμψεν οὔτε ἡ παρεπομένη τοῖς τοιούτοις μιάσμασι δίκη τὸν ἄγριον ἐκεῖνον ἐφόβησεν οὔτε τὰ τοῦ παρακαταθεμένου πατρὸς αὐτὸν εἰσῆλθε ῥήματα ἅπερ ἐκεῖνος τὸν υἱὸν ἐγχειρίζων ἴσως ἐπέσκηπτεν ἐν ἐπιμελείᾳ τε αὐτὸν ἔχειν ἀξιῶν πολλῇ καὶ πατέρα αὐτὸν ἐπιφημίζων τῷ παιδὶ καὶ ὡς αὐτὸν γεγεννηκότα οὕτω τρέφειν καὶ παιδεύειν παρακαλῶν καὶ τῆς τῶν οἰκείων προγόνων εὐγενείας ἄξιον ἀποφαίνειν, καὶ μετὰ τούτων τῶν ῥημάτων τὴν δεξιὰν τοῦ παιδὸς τῇ δεξιᾷ τοῦ φονέως ἐντιθεὶς καὶ μετὰ δακρύων διαλυόμενος. Τούτων οὐδὲν εἰς νοῦν ὁ μιαρὸς ἐκεῖνος ἐβάλετο, ἀλλὰ πάντα ῥίψας ἀθρόως ἀπὸ τῆς ψυχῆς τὸν φόνον ἐκεῖνον τὸν πάντων ἐναγέστατον τῶν φόνων ἐργάζεται. Τοῦτο γὰρ καὶ παιδοκτονίας χεῖρον τὸ μιάσμα, καὶ μάρτυρες ὑμεῖς οἱ οὐκ ἂν οὕτως ἀλγήσαντες εἴπερ τοῖς ἐμοῖς πάθεσι καὶ τὰ ὑμέτερα στοχάζεσθαι χρή εἰ τὸν υἱὸν ὅτι κατέσφαξεν ἠκούσατε τὸν ἑαυτοῦ. Τότε μὲν γὰρ μετὰ τῶν κοινῶν νόμων καὶ οἱ φύσεως ἐδόκουν ἀνατετράφθαι θεσμοί, ἐνταῦθα δὲ πολλὰ ὁμοῦ συνδεδράμηκεν καὶ τῆς φυσικῆς ἀνάγκης ἰσχυρότερα τῷ πλήθει γίνεται.

26 Ὅταν γὰρ ἐννοήσω τὸ μειράκιον τὸ μηδὲν ἠδικηκός, τὸ παρὰ τοῦ πατρὸς ἐκδοθέν, τὸ τῶν προγονικῶν βασιλείων ἀποσπασθὲν καὶ ἐν οἰκίᾳ τρυφῆς καὶ δόξης καὶ τιμῆς ἀλλαξάμενον τὴν ἐν ἀλλοτρίᾳ διαγωγὴν ἵνα ἐξῇ τῷ μιαρῷ θαρρεῖν ἐκείνῳ περὶ τῶν συνθηκῶν, εἶτα ὑπὸ αὐτοῦ κατεργασθὲν καὶ τῶν οἴκοι λαμπρῶν δι' αὐτὸν ἀποστερηθὲν καὶ ὑπ' αὐτοῦ πάλιν ἀποσφαχθέν, ἐναντίον τι πάσχω πάθος τηκόμενός τε ὁμοῦ τὴν ψυχὴν καὶ ἐξοιδῶν τὸ μὲν τοῦ θυμοῦ τὸ δὲ τῆς ἀθυμίας ἐργαζομένης. Ὅταν μὲν γὰρ ἐννοήσω τὸν μιαρὸν ἐκεῖνον ὁπλιζόμενον καὶ τὸ ξίφος ἀνατείνοντα καὶ τὴν δειρὴν κατέχοντα τοῦ παιδὸς καὶ τὴν δεξιὰν ᾗ τὴν παρακαταθήκην ἐδέξατο ταύτῃ κατ' αὐτῆς ὠθοῦντα τὸ ξίφος διαρρήγνυμαι καὶ ἀποπνίγομαι τῷ θυμῷ. Ὅταν δὲ πάλιν ἴδω τὸν νέον δεδοικότα καὶ τρέμοντα καὶ οἰμώττοντα τὰς ἐσχάτας οἰμωγὰς καὶ τὸν πατέρα ἀνακαλοῦντα καὶ τούτων αἴτιον αὐτὸν γεγενῆσθαι λέγοντα καὶ τὴν σφαγὴν οὐ τῷ βαπτίζοντι τὸ ξίφος εἰς τὸν λαιμὸν ἀλλὰ τῷ γεγεννηκότι λογιζόμενον καὶ μὴ δυνάμενον ἐκφυγεῖν μη δὲ ἐπαμῦναι ἑαυτῷ ἀλλ' ἀνήνυτα λοιπὸν τῷ φυσαμένῳ μεμφόμενον καὶ δεχόμενον τὴν πληγὴν καὶ σπαίροντα καὶ λακτίζοντα τοὔδαφος καὶ τὴν γῆν τοῖς τῶν αἱμάτων μολύνοντα κρουνοῖς διακόπτομαι τὰ σπλάγχνα καὶ σκοτοῦμαι τὸν λογισμὸν καί μου τις ἀχλὺς ἀθυμίας καταχεῖται τοῖς ὀφθαλμοῖς.

27 Ἀλλ' οὐχ ὁ θὴρ ἐκεῖνος ἔπαθέ τι τοιοῦτον οὐδὲν, ἀλλ' ὥσπερ τινὰ ἀρνίον καταθύειν μέλλων ἢ μόσχον οὕτω διετέθη πρὸς τὴν μιαρὰν ἐκείνην σφαγήν. Καὶ ὁ μὲν παῖς ἔκειτο νεκρὸς δεξάμενος τὴν πληγὴν ὁ δὲ σφαγεὺς ἐπηγωνίζετο τῷ