1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

11

διασπάσονται τοὺς ἠπατημένους καὶ μάλιστα πάντων καταγελάστους ἀποφανοῦσιν αὐτούς. Πόνος γὰρ οὐδὲν κέρδος ἔχων ἐγκωμίου παντὸς ἀπεστέρηται. Καὶ γὰρ ἔτι καὶ νῦν εἰσιν ἄνθρωποι φθοροὶ καὶ μυρίων γέμοντες κακῶν τοῦ φιλοσόφου πολλῷ μείζονα ἐπιδεικνύμενοι. Οἱ μὲν γὰρ ἥλους ἐξεῖς καὶ ἠκονημένους ἔφαγον οἱ δὲ ὑποδήματα διεμασήσαντο καὶ κατέπιον οἱ δὲ πρὸς ἕτερα πολλῷ τούτων παρεβουλεύσαντο μοχθηρότερα καίτοι τὰ τοιαῦτα πολλῷ τοῦ πίθου καὶ τῶν ῥακίων θαυμαστότερα. Ἀλλ' οὐκ ἀποδεχόμεθα αὐτὰ ὥσπερ οὖν οὐδὲ ἐκεῖνα ἀλλ' ἐξίσης τῷ φιλοσόφῳ κακίζομεν καὶ δακρύομεν καὶ τούτους καὶ πάντας ὁμοίως τοὺς τὰ τοιαῦτα τερατευομένους εἰκῆ.

46 Ἀλλὰ καὶ παρρησίαν ἐπεδείξατο πρὸς βασιλέα πολλήν. Ἴδωμεν οὖν καὶ τὴν πολλὴν παρρησίαν μή ποτε καὶ αὕτη τῆς τοῦ πίθου τερατείας ματαιοτέρα οὖσα τύχοι. Τίς οὖν ἡ παρρησία; Ἐλαύνοντι τῷ Μακεδόνι ποτὲ ἐπὶ τὸν Πέρσην ἐπιστάντι τε αὐτῷ καὶ ἀπαγγεῖλαι προτρέψαντι εἴ τινος δέοιτο, οὐδενὸς, ἔφη, πλὴν τοῦ μὴ ἐπισκοτεῖν αὐτῷ τὸν βασιλέα-καὶ γὰρ ἔτυχε ἤδη θερόμενος ὁ φιλόσοφος. Οὐ καταδύσεσθε; Οὐκ ἐγκαλύψεσθε; Οὐκ ἀπελθόντες ἑαυτούς που κατορύξετε ἐπὶ τούτοις μεγαλοφρονοῦντες ἐφ' οἷς αἰσχύνεσθαι ἐχρῆν; Πόσῳ γὰρ βέλτιον ἦν ἱμάτιον ἐνδύντα ἁδρὸν ἐνεργὸν εἶναι καί τι τῶν χρησίμων τὸν βασιλεύοντα τότε αἰτεῖν ἢ καθῆσθαι μετὰ τῶν ῥακίων θερμαινόμενον κατὰ τὰ μικρὰ καὶ ὑπομάζια τῶν παιδίων ἅπερ αἱ τίτθαι μετὰ τὸ λοῦσαι καὶ ἀλεῖψαι προτιθέασιν εἰς τοῦτο εἰς ὅπερ ὁ φιλόσοφος τότε ἐκάθητο γραιδίου δυστήνου χάριν αἰτῶν;

47 Ἀλλ' ἡ παρρησία ἴσως θαυμαστή; Ἀλλὰ ταύτης οὐδὲν τερατωδέστερον. Τὸν γὰρ ἀγαθὸν ἄνδρα πρὸς τὸ κοινωφελὲς ἅπαντα πράττειν χρὴ καὶ τὸν τῶν ἄλλων βίον κατορθοῦν, τὸ δὲ ἀξιῶσαι μὴ ἐπισκοτεῖν ποίαν πόλιν, ποίαν οἰκίαν, τίνα ἄνδρα, ποίαν γυναῖκα διέσωσεν; Εἰπὲ τῆς παρρησίας τὸ κέρδος. Τὸ γὰρ τοῦ μάρτυρος ἡμεῖς ἐπεδείξαμεν καὶ προιόντες δὲ αὐτὸ σαφέστερον ἐκκαλύψομεν. Τέως δὲ τὸν ὑβριστὴν ἐκόλασε καὶ ταύτῃ ᾗ τὸν ἱερέα κολάζειν θέμις ἐστί· τὰ τῶν ἀρχόντων κατέστειλε φρονήματα, τοῖς τοῦ Θεοῦ νόμοις κινουμένοις ἐπήμυνε, τιμωρίαν ὑπὲρ τοῦ κακῶς σφαγέντος ἀπῄτησε τὴν πασῶν τιμωριῶν χαλεπωτέραν τοῖς γε νοῦν ἔχουσι. Μέμνησθε δήπου πάντως ὅτε περὶ τοῦ φόνου διελεγόμην πῶς ἕκαστος διεθερμαίνετο τῶν ἀκροατῶν καὶ τὸν αὐθέντην λαβεῖν ηὔχετο;

48 Τοῦτο τοίνυν ὁ μακάριος ἐκεῖνος ἐποίησε καὶ δίκην ἐπέθηκεν αὐτῷ τε πρέπουσαν κἀκεῖνον ἐπιστρέψαι ἱκανὴν εἰ μὴ λίαν ἀναίσθητος ἔτυχεν ὤν, οὐχὶ θερομένῳ αὐτῷ τὸν βασιλέα ἐπισκοτοῦντα ἀποστῆναι ἀξιῶν, ἀλλ' ἀναιδῶς τοῖς ἱεροῖς ἐπιπηδῶντα περιβόλοις καὶ πάντα συγχέοντα καθάπερ τινὰ κύνα καὶ οἰκέτην ἀγνώμονα τῶν δεσποτικῶν ἀπείργων αὐλῶν. Ὁρᾶς ὡς οὐ κομπάζων ἔλεγον ὅτι παιδικῆς ἔργα διανοίας τὰ παρ' ὑμῖν φιλοσόφων ἀπέδειξε θαύματα. Ἀλλὰ καὶ ἐσωφρόνησεν ὁ Σινωπεὺς ἐκεῖνος καὶ ἐν ἐγκρατείᾳ διήγαγε καὶ τῶν κατὰ νόμον οὐκ ἀνεχόμενος γάμων. Ἀλλ' οὐ προσθήσεις ἀλλ' ἥδιον τῶν τῆς σωφροσύνης ἐγκωμίων ἀποστερήσεις αὐτὸν ἢ τὸν τρόπον τῆς σωφροσύνης ἐρεῖς οὕτως αἰσχρὸς καὶ πολλῆς γέμων αἰσχύνης.

49 Ἐπῆλθον δ' ἂν καὶ τὸν τῶν ἄλλων λῆρον καὶ τὴν ματαιοπονίαν καὶ τὴν αἰσχρότητα. Ποῦ γὰρ εἰπέ μοι χρήσιμον γονῆς ἀπογεύεσθαι ἀνθρωπίνης ὅπερ ὁ Σταγειρίτης ἐποίει; Ποῖον δὲ ὄφελος μίγνυσθαι μητράσι καὶ ἀδελφαῖς ὅπερ ὁ τῆς Στοᾶς προεστὼς φιλόσοφος ἐνομοθέτει; Καὶ τὸν τῆς Ἀκαδημίας δὲ ἄρξαντα καὶ τὸν ἐκείνου διδάσκαλον καὶ τοὺς ἔτι τούτων μᾶλλον θαυμαζομένους τούτων αἰσχροτέρους ἀνέδειξα ἄν, καὶ τὴν παιδεραστίαν ἣν σεμνὸν εἶναι τίθενται καὶ φιλοσοφίας μέρος ἐξεκάλυψα πάσης ἀπαμφιάσας τῆς ἀλληγορίας εἰ μὴ μικρὸν ὁ λόγος ἡμῖν ἐξετείνετο μῆκος καὶ πρὸς ἕτερον ἠπείγετο μέρος καὶ ἱκανῶς καὶ διὰ τοῦ ἑνὸς τοῦ γέ λωτα πάντων διήλεγξεν. Ὅταν γὰρ ὁ κρατῶν κατὰ τὸ δοκοῦν