1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

16

67 Καὶ ὅτι οὐχ ἁπλῶς κομπάζων ταῦτα λέγω νῦν ἀλλὰ πρὸς ὠφέλειαν τὴν ἡμετέραν τοῦτο γεγένηται ἱκανὰ μὲν τὸν λόγον πιστώσασθαι καὶ τὰ καθ' ἑκάστην ἡμέραν ὑπὸ τῶν μαρτύρων γινόμενα θαύματα καὶ τὸ πλῆθος τῶν οὕτως ἐπιστρεφόντων ἀνδρῶν, οὐχ ἧττον δὲ ἐκείνων καὶ τὰ τοῦ μακαρίου τούτου κατορθώματα τὰ μετὰ τὴν τελευτήν. Ἐπειδὴ γὰρ ἐτάφη καθὼς ἐπέσκηψε καὶ χρόνος παρῆλθε μακρὸς μετὰ τὴν ταφὴν ὡς ὀστᾶ λείπεσθαι μόνον καὶ κόνιν ἐν τῇ σορῷ ἔδοξέ τινι τῶν μετὰ ταῦτα βασιλευσάντων εἰς τὸ προάστειον τουτὶ τὴν ∆άφνην ἀπενεχθῆναι τὴν λάρνακα, ἔδοξε δὲ τοῦ Θεοῦ πρὸς τοῦτο κινήσαντος τὴν τοῦ βασιλέως ψυχήν. Ὡς γὰρ εἶδε τὸ χωρίον ὑπὸ τῆς τῶν νέων ἀσελγείας τυραννούμενον καὶ κινδυνεῦον ἄβατον εἶναι τοῖς σεμνοτέροις καὶ ἐπιεικῶς βουλομένοις βιοῦν ἐλεήσας αὐτὸ τῆς ἐπηρείας ἔπεμψε τὸν ἀμυνοῦντα τὴν ὕβριν.

68 Ὁ μὲν γὰρ Θεὸς αὐτὸ καλόν τε καὶ ἐπέραστον εἰργάσατο καὶ τῇ τῶν ὑδάτων ἀφθονίᾳ καὶ ὥρᾳ καὶ τῇ φύσει τῆς γῆς καὶ τῇ τῶν ὡρῶν εὐμοιρίᾳ οὐχ ἵνα ἁπλῶς ἀναπαυώμεθα ἀλλ' ἵνα καὶ ὑπὲρ τούτου τὸν ἀριστοτέχνην δοξάζωμεν· ὁ δὲ τῆς σωτηρίας ἡμῶν ἐχθρὸς καὶ εἰς τοὐναντίον ἀεὶ καταχρώμενος ταῖς τοῦ Θεοῦ δωρεαῖς τῷ πλήθει τῶν διεφθαρμένων νέων καὶ ταῖς τῶν δαιμόνων οἰκήσεσι τὸ χωρίον προκαταλαβὼν ἐπεφήμισεν αὐτῷ τινα καὶ μῦθον αἰσχρὸν ὥστε ἀναθεῖναι διὰ τούτου τῷ δαίμονι τοῦ προαστείου τὴν χάριν. Ὁ δὲ μῦθος τοιοῦτος ἦν· Τὴν ∆άφνην κόρην οὖσάν φησι καὶ θυγατέρα τοῦ Λάδωνος ποταμοῦ-καὶ γὰρ ποταμοὺς γεννῶντας εἰσάγειν καὶ τὰ γεννώμενα εἰς ἀναίσθητα μετα βάλλειν καὶ πολλὰ τοιαῦτα αὐτῷ τερατεύ εσθαι ἔθος ἀεὶ τοῖς πλανωμένοις-ταύτην οὖν κόρην εὔμορφον οὖσαν ἰδεῖν ποτε τὸν Ἀπόλλω φησὶ καὶ ἰδόντα παθεῖν τι πρὸς αὐ τὴν καὶ παθόντα διώκειν ὥστε ἑλεῖν. Τὴν δὲ φεύγειν καὶ φεύγουσαν ἐπιστῆναί τε τῷ προαστείῳ, καὶ τὴν μητέρα τὴν ὕβριν ἀμῦναι ταύτην αὐτῇ διαστῆναί τε γὰρ εὐθέως καὶ δέξασθαι τὴν παρθένον καὶ ἀντὶ τῆς παιδὸς ἀναδοῦναι φυτὸν ὁμώνυμον τῇ παιδί, τὸν δὲ ἀκόλαστον ἐραστὴν ἀποτυχόντα τῶν παιδικῶν περιπλακῆναί τε τῷ δένδρῳ καὶ οἰκειώσασθαι καὶ τὸ φυτὸν καὶ τὸν τόπον καὶ προσεδρεύειν τῷ χωρίῳ λοιπὸν καὶ τοῦτο πάσης τῆς γῆς μά λιστα ἀσπάζεσθαι καὶ φιλεῖν. Κελεῦσαί τε τὸν βασιλεύοντα τότε νεὼν αὐτῷ δείμασθαι καὶ βωμὸν ἵν' ἔχῃ παραμυθεῖσθαι διὰ τοῦ τόπου τὴν μανίαν ὁ δαίμων. Καὶ ὁ μὲν μῦθος οὗτος ἡ δὲ ἀπὸ τοῦ μύθου γινομένη βλάβη οὐκέτι μῦθος ἦν.

69 Ἐπειδὴ γὰρ οἱ τῶν νέων ἀκόλαστοι φθάσαντες ὅπερ ἔφην ἐξύβρισαν τὸ τοῦ προαστείου κάλλος ἐπὶ κώμαις καὶ μέθαις τὰς ἐκεῖ ποιούμενοι διατριβάς, βουλόμενος τοῦτο ἐπιδοθῆναι τὸ κακὸν ὁ διάβολος τόν τε μῦθον ἔπλασε καὶ τὸν δαίμονα κατῴκι σεν ὡς καὶ ἀσελγείας καὶ ἀσεβείας ὑπέκκαυμα γενέσθαι μεῖζον τὴν ἱστορίαν ταύτην αὐτοῖς. Πρὸς δὴ τὴν λύσιν τῶν τοσούτων κακῶν εὗρε ταύτην τὴν σοφωτάτην μηχανὴν ὁ βασιλεὺς τὸ μετοικίσαι τε τὸν ἅγιον καὶ πέμψαι τὸν ἰατρὸν πρὸς τοὺς κάμνοντας. ∆ιατάξει μὲν οὖν καὶ αὐθεντίᾳ βασιλικῇ τὴν εἰς τὸ προάστειον ἐγκόπτειν ὁδὸν τοῖς τὴν οἰκουμένην οἰκοῦσιν ἐδόκει τυραννίδος ἔργον εἶναι μᾶλλον καὶ ὠμότητος καὶ ἀγροικίας πολλῆς. Εἰ δὲ προσέθηκεν ὅτι "οἱ μὲν ἐπιεικέστεροι καὶ μετριώτεροι ἀναβαινέτωσαν οἱ δὲ ἀσελγεῖς καὶ ἀκόλαστοι κωλυέσθωσαν," ἄπορον ἦν τὸ ἐπίταγμα καὶ δίκας ἐχρῆν καθ' ἑκάστην γίνεσθαι τὴν ἡμέραν τῆς ἑκάστου κρινομένης ζωῆς. Μόνον δὲ τῶν τοσούτων δεινῶν διέξοδον ἀρίστην τὴν τοῦ μακαρίου γενέσθαι παρουσίαν· τήν τε γὰρ τοῦ δαίμονος διαλῦσαι δύναμιν καὶ τὴν νέων ἐπιστρέψαι διάχυσιν ἱκανὸν εἶναι τὸν μάρτυρα. Καὶ οὐκ ἐσφάλη τῆς ἐλπίδος.

70 Ἅμα τε γὰρ ἐφίσταταί τις τῇ ∆άφνῃ καὶ τὸ μαρτύριον εὐθέως ἀπὸ τῶν τοῦ προαστείου προθύρων ἰδὼν συστέλλεται καθάπερ τις νέος ἐν συμποσίῳ παιδαγωγὸν θεασάμενος ἐφεστῶτα καὶ παρα κελευόμενον διὰ τῆς ὄψεως ἐν τάξει τῇ προσηκούσῃ πίνειν τε καὶ ἐσθίειν καὶ φθέγγεσθαι καὶ γελᾶν, φυλαττόμενον μή που τὸ μέτρον