1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

17

ὑπερβὰς τὴν δόξαν αἰσχύνῃ τὴν ἑαυτοῦ. Γενόμενος δὲ ὑπὸ τῆς ὄψεως εὐλαβέστερος καὶ τὸν μακάριον φαντασθεὶς πρὸς τὴν λάρνακα εὐθέως ἐπείγεται, καὶ ἐλθὼν ἐκεῖ μείζονά τε προσλαμβάνει φόβον καὶ πᾶσαν ὀλιγωρίαν ἐκβαλῶν καὶ γενόμενος πτηνὸς οὕτως ἄπεισι. Καὶ τοὺς μὲν ἐκ τῆς πόλεως ἀνιόντας δεχόμενος ἀπὸ τῆς ὁδοῦ μετὰ τοιαύτης σωφροσύνης παραπέμπει πρὸς τὴν τῆς ∆άφνης ἀνάπαυσιν μόνον οὐκ ἐκείνην αὐτοῖς ἐπιβοῶν τὴν φωνὴν "ἀγαλλιᾶσθε τῷ Κυρίῳ ἐν τρόμῳ," καὶ τὸ ἀποστολικὸν προστιθεὶς εἴτε ἐσθίετε εἴτε πίνετε εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε," τοὺς δὲ εἰς τὴν πόλιν κατιόντας μετὰ τὴν τρυφὴν εἰ συμβαίη ῥᾳθυμότερον διατεθέντας ἀπορρῖψαι τὸν χαλινὸν καὶ εἰς κραιπάλην καὶ εἰς ἄτοπον ἐξενεχθῆναι τρυφὴν δεξάμενος πάλιν μεθύοντας εἰς τὸ αὐτοῦ καταγώγιον οὐκ ἀφίησι τὴν ἀπὸ τῆς μέθης βλάβην ἔχοντας οἴκαδε ἀπελθεῖν, ἀλλὰ σωφρονίσας τῷ φόβῳ πρὸς τὴν αὐτὴν ἐπανάγει νῆψιν ἣν καὶ πρὸ τοῦ τῇ μέθῃ βαπτισθῆναι ἐφύλαττον. Καὶ γὰρ ὥσπερ τις αὔρα λεπτὴ τοὺς ἐν τῷ μαρτυρίῳ γενομένους περιπνεῖ πάντοθεν-αὔρα οὐκ αἰσθητή τις οὐδὲ σωμάτων αὐξητικὴ ἀλλ' εἰς αὐτὴν ἱκανὴ διαδῦναι τὴν ψυχήν- καὶ καταστέλλουσα πάντοθεν αὐτὴν εὐσχημόνως καὶ πᾶν γήινον περικόπτουσα βάρος ἀναπαύει τε καὶ κουφοτέραν ἐργάζεται τὴν βεβαρημένην καὶ καταπίπτουσαν.

71 Καὶ τὸ μὲν ∆άφνης κάλλος καὶ τοὺς ῥαθυμοτέρους ἐκκαλεῖται πρὸς ἑαυτήν, ὁ δὲ μάρτυς καθάπερ ἐν ἀλείᾳ τινὶ καθήμενος καὶ λοχῶν τοὺς εἰσιόντας κατέχει τέως αὐτούς, καὶ ῥυθμίσας πρότερον οὕτως ἀφίησιν οὐδὲ ὑβριστικῶς ἀλλὰ σεμνῶς τῇ ἐρωμένῃ χρησομένους λοιπόν. Ἐπειδὴ γὰρ τῶν ἀνθρώπων οἱ μὲν διὰ ῥαθυμίαν οἱ δὲ διὰ φροντίδας βιωτικὰς οὐκ ἐθέλουσιν εἰς τὰς τῶν μαρτύρων θήκας ἀπαντᾶν, ᾠκονόμησεν ὁ Θεὸς τούτῳ σαγηνεύεσθαι τῷ τρόπῳ καὶ τῆς θεραπείας αὐτοὺς ἀπολαύειν τῆς ἐν τῇ ψυχῇ. Καὶ γίνεται παρόμοιον ὥσπερ ἂν εἴ τις τὸν κάμνοντα ὠφέλιμα φάρμακα προσίεσθαι μὴ καταδεχόμενον μεθοδεύσειεν ἡδύσματι τὸ φάρμακον ἐγκατακρύψας τινί.

72 Τῷ γοῦν χρόνῳ θεραπευόμενοι εἰς τοῦτο κατέστησαν ὡς μηκέτι τὴν τρυφὴν μόνον, ἀλλὰ καὶ τοῦ ἁγίου τὴν ἐπιθυμίαν τῆς ἐπὶ τὸ προάστειον ἀνόδου πρόφασιν γίνεσθαι τοῖς πολλοῖς. Μᾶλλον δὲ οἱ μὲν ἐπιεικέστεροι διὰ τοῦτο μόνον ἐκεῖσε ἔρχονται, οἱ δὲ ἐκείνων ἐλάττους δι' ἀμφότερα, οἱ δὲ ἔτι τούτων ἀτελέστερον διακείμενοι διὰ μόνην μὲν ἀναβαίνουσι τὴν τρυφήν. Ἐπειδὰν δὲ παραγένωνται καλέσας αὐτοὺς ὁ μάρτυς καὶ ἑστιάσας τοῖς αὐτοῦ καὶ καθοπλίσας καλῶς οὐδὲν ἀφίησι δεινὸν παθεῖν. Καὶ ἔστιν ὁμοίως θαυμαστὸν τὸ ἐκεῖ γινόμενον, σωφρονῆσαί τινα τῶν ἁβρῶν καὶ ῥαθύμων, οἷον ἐκ μέσης μανίας ἀνενεγκεῖν ἢ εἰς κάμινον ἐμπεσόντα μηδὲν ὑπὸ τοῦ πυρὸς παθεῖν. Τῆς γὰρ νεότητος καὶ τῆς τόλμης τῆς ἀλόγου καὶ τοῦ οἴνου καὶ τῆς πλησμονῆς φλογὸς χαλεπώτερον περιισταμένων τοὺς λογισμούς, ἡ παρὰ τοῦ μακαρίου δρόσος διὰ τῶν ὄψεων εἰς τὴν τῶν ὁρώντων καταβαίνουσα ψυχὴν τήν τε φλόγα ἐκοίμισε καὶ τὸν ἐμπρησμὸν ἔστησε καὶ πολλὴν τῆς διανοίας κατέσταξε τὴν εὐλάβειαν.

73 Καὶ τῆς μὲν ἀσελγείας τὴν τυραννίδα οὕτως ὁ μακάριος κατέλυσε-πῶς δὲ καὶ τοῦ δαίμονος τὴν δύναμιν ἔσβεσε; Πρῶτον μὲν τούτοις αὐτοῖς ἄπρακτον αὐτοῦ καὶ τὴν προσεδρείαν καὶ τὴν ἀπὸ τοῦ μύθου βλάβην ἐργασάμενος ὕστερον δὲ καὶ αὐτὸν ἀπελάσας τὸν δαίμονα. Πρὶν ἢ δὲ τὸν τρόπον τῆς διώξεως εἰπεῖν ἐκεῖνο ὑμᾶς ἐπισημήνασθαι ἀξιῶ, ὅτι οὐκ εὐθέως αὐτὸν ἀνελθὼν ἐξέβαλεν ἀλλὰ μένοντα εἰργάσατο ἄπρακτον καὶ ἐπεστόμισε καὶ τῶν λίθων ἀπέφηνεν ἀφωνότερον, τοῦ δὲ ἀπελάσαι τὸ μένοντος περιγενέσθαι οὐκ ἔλαττον ἦν. Καὶ ὁ πάντας πανταχοῦ πρότερον ἀπατῶν οὐδὲ πρὸς τὴν κόνιν ἀντιβλέψαι ἐτόλμησε τοῦ μακαρίου Βαβύλα. Τοσαύτη τῶν ἁγίων ἡ δύναμις ὧν ζώντων μὲν οὐδὲ τὰς σκιὰς φέρουσιν οὐδὲ τὰ ἱμάτια, τελευτησάντων δὲ καὶ τὰς λάρνακας τρέμουσιν. Ὥστε εἴ τις ἀπιστεῖ τοῖς ὑπὸ τῶν ἀποστόλων γεγενημένοις τὰ παρόντα θεωρῶν παυέσθω τῆς ἀναισχυντίας ποτέ.