1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

19

τέγους γυναῖκας ἀναστήσας ἀπὸ τῶν οἰκημάτων ἐν οἷς προεστήκεσαν μεθ' ἑαυτοῦ τὴν πόλιν ἅπασαν περιῆγε καὶ τοὺς στενωπούς. Καὶ ὁ μὲν ἵππος ὁ βασιλικὸς καὶ οἱ δορυφόροι πάντες ὄπισθεν ἐκ πολλοῦ τοῦ διαστήματος εἵποντο, πορνοβόσκοι δὲ ἄνδρες καὶ γυναῖκες προαγωγοὶ καὶ πᾶς ὁ τῶν ἡταιρηκότων χορὸς τὸν βασιλέα κυκλώσαντες εἶχον ἐν μέσῳ διὰ τῆς ἀγορᾶς βαδίζοντες καὶ τοιαῦτα φθεγγόμενοι καὶ οὕτως ἀνακακχάζοντες ὡς τοὺς ἐκ τῆς ἐργασίας ἐκείνης εἰκὸς ἦν.

78 Ταῦτα δὲ οἴδαμεν ὅτι τοῖς μεθ' ἡμᾶς γενησομένοις καὶ ἄπιστα εἶναι δόξει διὰ τὴν τῆς ἀτοπίας ὑπερβολήν. Οὐδὲ γὰρ ἂν ἰδιώτην τῶν εὐτελῶς καὶ αἰσχρῶς βεβιωκότων ἑλέσθαι τοιαῦτα δημοσίᾳ ἀσχημονεῖν. Ἀλλὰ πρὸς μὲν τοὺς ἔτι ζῶντας οὐδενὸς δέομαι λόγου· οἱ γὰρ παρόντες καὶ θεασάμενοι ταῦτα γινόμενα οὗτοι καὶ λεγόμενα ἀκούουσι νῦν. ∆ιὰ γάρ τοι τοῦτο τῶν μαρτύρων ἔτι περιόντων γράφω ἵνα μή τίς με τὰ παλαιὰ διηγούμενον ἐν οὐκ εἰδόσι μετὰ πολλῆς ψεύδεσθαι τῆς ἐξουσίας νομίζοι. Τῶν γὰρ ταῦτα θεασαμένων ἔτι καὶ γέροντες καὶ νέοι περίεισιν οὓς ἀξιῶ πάντας εἴ τι παρ' ἐμοῦ προστέθειται προσιέναι καὶ διελέγχειν. Ἀλλὰ προστεθέντα μὲν οὐκ ἂν ἐλέγξαιεν ἐλλείποντα δὲ μόνον, οὐδὲ γὰρ οἷόν τε πᾶσαν αὐτοῦ τῷ λόγῳ παραστῆσαι τῆς ἀσχημοσύνης τὴν ὑπερβολήν. Πρὸς δὲ τοὺς μετὰ ταῦτα ἀπιστήσοντας ἐκεῖνο ἂν εἴποιμι ὅτι ὁ δαίμων ὁ παρ' ὑμῖν ὃν Ἀφροδίτην καλεῖτε οὐκ αἰσχύνεται τοιούτους ἔχων θεραπευτάς.

79 Οὐδὲν οὖν θαυμαστὸν καὶ τὸν δείλαιον ἐκεῖνον τὸν ἅπαξ ἑαυτὸν ἐκδεδωκότα τῷ τῶν δαιμόνων γέλωτι μὴ ἐγκαλύπτεσθαι ἐφ' οἷς οἱ παρ' αὐτῷ θεραπευόμενοι σεμνύνονται θεοί. Τί ἄν τις λέγοι τὰς νεκυομαντείας, τὰς τῶν παίδων σφαγάς; Αἱ γὰρ θυσίαι ἐκεῖναι αἱ πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας τολμώμεναι μετὰ δὲ τὴν ἐπιφάνειαν αὐτοῦ κατασταλεῖσαι ἐτολμῶντο πάλιν φανερῶς μὲν οὐκέτι εἰ γὰρ καὶ βασιλεὺς ἦν καὶ μετ' ἐξουσίας ἅπαντα ἔπραττεν ἀλλ' ὅμως ἡ τῆς τῶν δρωμένων ἀνοσιότητος ὑπερβολῆ τῆς ἐξουσίας τὸ μέγεθος ἤλεγχεν ἐτολμῶντο δ' οὖν ὅμως.

80 Οὗτος δὴ οὖν ὁ βασιλεὺς εἰς τὴν ∆άφνην συνεχῶς ἀνιὼν μετὰ πολλῶν μὲν ἀναθημάτων μετὰ πολλῶν δὲ θυσιῶν καὶ χειμάρρους αἱμάτων ἐργαζόμενος ἀπὸ τῆς τῶν θρεμμάτων σφαγῆς ἐπέκειτο σφοδρῶς τὸν δαίμονα χρησμὸν ἀπαιτῶν καὶ ἀξιῶν ἀναιρεῖν ὑπὲρ τῶν κατὰ γνώμην αὐτῷ. Ὁ δὲ γενναῖος ἐκεῖνος, καὶ ψάμμου τε ἀριθμὸν εἰδὼς καὶ μέτρα θαλάσσης καὶ κωφοῦ συνιεὶς καὶ οὐ λαλέοντος ἀκούων ὥς φησι τὸ μὲν εἰπεῖν διαρρήδην καὶ σαφῶς, ὅτι "διὰ τὸν ἅγιον Βαβύλαν καὶ τὴν ἐκ γειτόνων δύναμιν ἐπιστομισθεὶς οὐ δύναμαι φθέγγεσθαι," παρῃτήσατο δεδοικὼς μὴ γέλωτα παρὰ τοῖς θεραπευταῖς ὄφλῃ τοῖς ἑαυτοῦ, βουλόμενος δὲ συσκιάσαι τὴν ἧτταν εἶπε πρόφασιν τῆς σιγῆς ἢ μᾶλλον αὐτὸν καταγελαστότερον ἀπέφηνε τῆς σιγῆς. Ἐκείνῳ μὲν γὰρ ἂν τὴν ἀσθένειαν μόνον ἀπεκάλυψε τὴν ἑαυτοῦ νυνὶ δὲ καὶ τὴν ἀσθένειαν καὶ τὴν ἀσχημοσύνην καὶ τὴν ἀναισχυντίαν ἔδειξε τὰ ἀσυσκίαστα συσκιάζειν ἐπιχειρῶν.

81 Τίς γὰρ ἡ πρόφασις; Νεκρῶν, φησίν, ἐστι τὸ χωρίον ἡ ∆άφνη μεστὸν καὶ τοῦτο κωλύει τὸν χρησμόν. Καὶ πόσῳ βέλτιον ἦν, ὦ δείλαιε, τοῦ μάρτυρος ὁμολογῆσαι τὴν δύναμιν ἢ οὕτως ἀναίσχυντα προφασίζεσθαι. Καὶ ὁ μὲν δαίμων ταῦτα, ὁ δὲ ἀνόητος βασιλεὺς καθάπερ ἐν σκηνῇ παίζων καὶ δρᾶμα ὑποκρινόμενος ἐπὶ τὸν μακάριον εὐθέως ἦλθε Βαβύλαν. Καίτοι ὦ μιαρὲ καὶ παμμίαρε εἰ μὴ ἀλλήλους ἐξηπατᾶτε ἑκόντες καὶ συνεπεκρίνασθε πρὸς τὴν τῶν λοιπῶν ἀπώλειαν, τί δήποτε σὺ μὲν λέγεις ἀνωνύμως καὶ ἀδιορίστως τοὺς νεκροὺς σὺ δὲ ὡς ὀνομαστὶ καὶ μετὰ διορισμοῦ τινος ἀκούσας τῶν ἄλλων ἐφέμενος τὸν ἅγιον μόνον ἐκίνεις; Ἐχρῆν γὰρ κατὰ τὴν τοῦ δαίμονος ἀπόφασιν πάσας ἀνορύττειν τὰς ἐν τῇ ∆άφνῃ θήκας καὶ τὸ μορμολυκεῖον τῆς τῶν θεῶν ὄψεως ἀπάγειν ὡς πορρωτάτω.