1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

20

82 Ἀλλ' οὐ περὶ πάντων εἶπε τῶν νεκρῶν. Τί οὖν τοῦτο οὐ διαρρήδην ὡμολόγησεν; Ἦ σοὶ τὸ δρᾶμα ὑποκρινομένῳ τῆς πλάνης τοῦτο ἀφῆκε τὸ αἴνιγμα. Ἐγὼ μὲν γὰρ λέγω τοὺς νεκροὺς, φησίν, ὥστε μὴ δήλην γενέσθαι τὴν ἧτταν καὶ ἄλλως γὰρ δέδοικα ὀνομαστὶ τὸν ἅγιον εἰπεῖν, σὺ δὲ νόει τὸ λεχθὲν καὶ ἀντὶ πάντων κίνει τὸν μάρτυρα· ἐκεῖνος γὰρ ἡμᾶς ἐπεστόμισε. Τοσαύτην κατέγνω παραπληξίαν τῶν θεραπευόντων αὐτὸν ὡς οὕτω φανερὰν ἀπάτην μὴ δυνηθῆναι συνιδεῖν. Εἰ γὰρ ἐξεστήκεσαν ἅπαντες εἰ ἐμεμήνεσαν οὐδ' ἂν οὕτω διέφυγον τὴν τῆς ἥττης κατάγνωσιν-οὕτω φανερὰ πᾶσίν ἐστι καὶ σαφής. Εἰ γὰρ μίασμα τι καὶ μύσος ἔσται, ὡς φῄς, τὰ νεκρὰ τῶν ἀνθρώπων σώματα, πολλῷ μᾶλλον τὰ τῶν ἀλόγων ὅσῳ καὶ τὸ γένος ἀτιμότερον τοῦ γένους. Πολλῶν δὲ καὶ κυνῶν καὶ πιθήκων καὶ ὄνων ὀστᾶ πλησίον τοῦ ναοῦ κατορώρυκται καὶ ταῦτα μᾶλλον ἐχρῆν μετακινεῖν εἰ μὴ πιθήκων ἀνθρώπους ἀτιμοτέρους ἡγῇ.

83 Ποῦ νῦν εἰσιν οἱ τὸ καλὸν τοῦ Θεοῦ δημιούργημα καὶ πρὸς ὑπηρεσίαν ἡμετέραν γεγονὸς τὸν ἥλιον ἐνυβρίζοντες καὶ τῷ δαίμονι τὸ ἄστρον ἐπιφημίζοντες καὶ τοῦτο ἐκεῖνον εἶναι λέγοντες; Ὁ μὲν γὰρ ἥλιος μυρίων ἐν τῇ γῇ κειμένων νεκρῶν ἐκχεῖται κατὰ τῆς οἰκουμένης καὶ οὐδαμοῦ συστέλλει τὰς ἀκτῖνας οὐδὲ τὴν ἐκ τούτων ἐνέργειαν διὰ τοὺς μολυσμούς, ὁ δὲ θεὸς ὁ ὑμέτερος βίους μὲν αἰσχροὺς καὶ μαγγανείας καὶ φόνους οὐκ ἀποστρέφεται οὐδὲ μισεῖ ἀλλὰ καὶ ἀγαπᾷ καὶ ἀσπάζεται καὶ φιλεῖ, σώματα δὲ ἐκτρέπεται τὰ ἡμέτερα. Καίτοι τὸ μὲν τῆς κακίας εἶδος καὶ παρ' αὐτοῖς τοῖς δρῶσιν αὐτὸ μυρίας καταγνώσεως ἄξιον εἶναι δοκεῖ, τὸ δὲ σῶμα τὸ νεκρὸν καὶ ἀκίνητον οὐδεμιᾶς μετέχει μέμψεως καὶ αἰτίας. Ἀλλ' αὕτη τῶν δαιμόνων ὑμῶν ἡ προαίρεσις βδελύττεσθαι μὲν τὰ βδελυκτὰ τιμᾶν δὲ καὶ ἀποδέχεσθαι τὰ παντὸς ἄξια μίσους καὶ ἀποστροφῆς.

84 Καὶ ἀνὴρ μὲν ἀγαθὸς οὐδὲ βουλεύσασθαί τι χρήσιμον οὔτε πρᾶξαί τι τῶν δεόντων ὑπὸ σώματος κωλυθήσεται νεκροῦ, ἀλλὰ ἂν ὑγιαίνῃ τὴν ψυχὴν καὶ παρ' αὐτοὺς οἰκῶν τοὺς τάφους καὶ σωφροσύνην καὶ δικαιοσύνην καὶ πᾶσαν ἐπιδείξεται τὴν ἀρετήν. Καὶ χειροτέχνης δὲ ἕκαστος ἀνεμποδίστως τὰ τῆς οἰκείας ἐπιστήμης πάντα ἐργάσεται καὶ παρέξει τοῖς δεομένοις αὐτοῦ οὐ πλησίον νεκρῶν καθήμενος μόνον ἀλλὰ κἂν αὐτὰ τὰ μνήματα τῶν κατοιχομένων οἰκοδομῆσαι δέῃ, καὶ ὁ ζωγράφος καὶ ὁ λιθοξόος καὶ ὁ τέκτων καὶ ὁ χαλκοτύπος καὶ πάντες τὰ αὐτῶν συνεισφέρουσι. Μόνος δὲ πάντων ὁ Ἀπόλλων ὑπὸ τῶν νεκρῶν κωλύεσθαί φησι τὰ μέλλοντα προορᾶν.

85 Καὶ μὴν καὶ παρ' ἡμῖν ἄνδρες γεγόνασι μεγάλοι καὶ θαυμαστοὶ καὶ τὰ πρὸ τετρακοσίων καὶ χιλίων προεῖπον ἐτῶν καὶ προλέγοντες οὐδὲν τούτων οὔτε ἐζήτησαν οὔτε ἐμέμψαντο οὔτε τοὺς τάφους τῶν ἀπελθόντων ἀναρρήγνυσθαι ἐκέλευσαν καὶ τοὺς κειμένους ῥίπτεσθαι καὶ τυμβωρυχίας ξένον καὶ ἀναίσχυντον ἐπινοεῖν τρόπον. Ἀλλ' οἱ μὲν αὐτῶν ἔθνεσι παροικοῦντες ἀθέοις καὶ μιαροῖς οἱ δὲ ἐν μέσοις τοῖς βαρβάροις ὄντες ἔνθα τὰ ἀληθῶς μολυσμοῦ ἄξια καὶ μιασμοῦ πάντα ἐδρᾶτο μετὰ ἀληθείας ἅπαντα προύλεγον καὶ οὐδὲν αὐτοὺς ὁ τῶν ἄλλων μιασμὸς ἐκώλυεν εἰς τὴν πρόρρησιν. Τί δήποτε; Ὅτι ἐκεῖνοι μὲν ἀληθῶς ὑπὸ θείας ἐνεργούμενοι δυνάμεως ἔλεγον ἅπερ ἔλεγον, ὁ δὲ δαίμων κενὸς τῆς ἐνεργείας ἐκείνης καὶ ἔρημος ὢν εἶχε μὲν οὐδὲν προειπεῖν ὑπὲρ δὲ τοῦ μὴ δόξαι ἀπορεῖν πιθανὰ ἁπλῶς καὶ καταγέλαστα προφασίζεσθαι ἀναγκάζεται.

86 ∆ιὰ τί γάρ, εἰπέ μοι, κατὰ τὸν ἔμπροσθεν χρόνον οὐδέποτέ τι τοιοῦτον εἶπεν οὐδὲ ἐφθέγξατο; Ὅτι τότε μὲν εἶχε τὸ μὴ θεραπεύεσθαι πρόφασιν, ταύτης δὲ αὐτῷ τῆς ἀπολογίας περιαιρεθείσης κατέφυγεν ἐπὶ τοὺς νεκροὺς στενοχωρηθεὶς μή τι πάθοι. Οὐ γὰρ ἐβούλετο ἀσχημονεῖν ἀλλ' ὑμεῖς αὐτὸν ἠναγκάσατο διὰ τῆς πολλῆς θεραπείας τὴν ἀπολογίαν ἐκκόψαντες καὶ οὐκ ἀφέντες εἰς τὴν τῶν θυσιῶν σπάνιν καταφυγεῖν.