1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

22

91 Ὅτι γὰρ μείζονα τοῦ προτέρου φόβον τούτοις τοῖς δευτέροις εἰργάσατο δῆλον ἐκεῖθεν. Ἐκεῖνος μὲν γὰρ αὐτὸν λαβὼν καὶ ἔδησε καὶ ἀνεῖλεν οὗτοι δὲ μόνον μετέθηκαν. ∆ιὰ τί γὰρ μὴ καταποντίσαι τὴν λάρνακα μήτε ἐκεῖνος ἐκέλευσε μήτε οὗτος ἐθέλησε; ∆ιὰ τί μὴ συνέτριψε καὶ κατέκαυσε; ∆ιὰ τί μὴ εἰς ἔρημον καὶ ἀοίκητον αὐτὴν ἀπενεχθῆναι προσέταξεν; Εἰ γὰρ ἄγος ἦν καὶ μίασμα-καὶ βδελυττόμενος ἀλλὰ μὴ δεδοικὼς ἐκεῖθεν αὐτὴν ἐκίνησεν-οὐκ εἰς τὴν πόλιν ἐχρῆν τὸ ἄγος εἰσάγειν ἀλλ' ἀποικίζειν εἰς ὄρη καὶ νάπας. Ἀλλ' ᾔδει καὶ αὐτοῦ τοῦ Ἀπόλλωνος οὐχ ἧττον ὁ δείλαιος τοῦ μακαρίου τὴν ἰσχὺν καὶ τὴν παρρησίαν τὴν πρὸς τὸν Θεὸν καὶ ἔδεισε μὴ τοῦτο ἐργασάμενος σκηπτὸν ἤ τινα νόσον ἑτέραν ἐφ' ἑαυτὸν προκαλέσηται.

92 Καὶ γὰρ εἶχε πολλὰ τῆς τοῦ Χριστοῦ δυνάμεως τὰ τεκμήρια ἔν τε τοῖς πρὸ αὐτοῦ βεβασιλευκόσιν ἐπιδειχθείσης καὶ ἐν τοῖς σὺν αὐτῷ τότε τὴν ἐπ' αὐτοῦ διέπουσιν ἀρχήν. Τῶν μὲν γὰρ πάλαι βασιλευσάντων οἱ τὰ τοιαῦτα τολμήσαντες μετὰ πολλὰς καὶ ἀφορήτους συμφορὰς αἰσχρῶς καὶ ἐλεεινῶς τὸν βίον κατέλυσαν, ὡς τοῦ μὲν τὰς κόρας ἔτι ζῶντος αὐτομάτως ἐκπηδῆσαι τῶν ὀφθαλμῶν Μαξιμῖνος οὗτος ἦν τὸν δὲ μανέντα τὸν δὲ ἄλλῃ τοιαύτῃ χρησάμενον συμφορᾷ οὕτως ἐνθένδε ἀπελθεῖν. Τῶν δὲ σὺν αὐτῷ τότε ὄντων ὁ μὲν θεῖος ὁ πρὸς πατρὸς νεανικώτερον τῇ καθ' ἡμῶν μανίᾳ χρησάμενος καὶ τῶν ἱερῶν σκευῶν ταῖς μιαραῖς τολμήσας ἄψασθαι χερσὶ καὶ οὐδὲ τούτοις ἀρκεσθεὶς ἀλλὰ περαιτέρω τῇ ὕβρει προελθών περιστρέψας γὰρ αὐτὰ καὶ θεὶς ἐπὶ τοῦ ἐδάφους ἁπλῶς οὕτως ἐκάθισεν ἐπ' αὐτῶν παραχρῆμα ταύτης τῆς παρανόμου καθέδρας τὴν δίκην ἔδωκε. ∆ιαφθαρὲν γὰρ αὐτοῦ τὸ αἰδοῖον σκώληκας ἔτεκε, καὶ ὥστε δειχθῆναι ὅτι ἡ νόσος θεήλατος ἦν πίονας ὄρνεις καὶ ξενικὰς καταθύοντες οἱ ἰατροὶ καὶ πλησίον τῶν διεφθορότων μελῶν τιθέντες ἐξεκαλοῦντο τοὺς σκώληκας. Οἱ δὲ οὐκ ἀφίσταντο ἀλλὰ ἀπρὶξ τῶν σεσηπότων εἴχοντο μερῶν καὶ οὕτως αὐτὸν ἐπὶ πολλαῖς δαπανήσαντες ἡμέραις κακῶς ἀπώλεσαν. Ἕτερος δέ τις ἐπὶ τῇ φυλακῇ τῶν ταμείων τεταγμένος τῶν βασιλικῶν πρὶν ἢ τὸν οὐδὸν ὑπερβῆναι τῶν βασιλείων ἐλάκησεν ἄφνω μέσος καὶ αὐτὸς ἑτέρας τινὸς τοιαύτης παρανομίας δίκην δούς. Ταῦτα δὴ καὶ τούτων πλείονα οὐ γὰρ ἅπαντα καταλέγειν καιρὸς νῦν εἰς νοῦν λαβὼν ὁ μιαρὸς ἐδεδοίκει τὴν τόλμαν περαιτέρω προαγαγεῖν.

93 Καὶ ὅτι οὐκ ἀπ' ἐμαυτοῦ ταῦτα λέγω νῦν ἐκ τῶν μετὰ ταῦτα ὑπ' αὐτοῦ γενομένων ἔσται δῆλον ἡμῖν. Τέως δὲ τῆς ἀκολουθίας τῶν γεγενημένων ἐχώμεθα. Τί δὴ τὸ ἐντεῦθεν ἦν; Τοῦτο γάρ ἐστι τὸ θαυμαστὸν οὐ τὴν δύναμιν μόνον ἀλλὰ καὶ τὴν ἄφατον φιλανθρωπίαν ἐπιδεικνύον τοῦ Θεοῦ. Ὁ μὲν γὰρ ἅγιος μάρτυς τῶν ἱερῶν εἴσω περιβόλων ἦν ἐν οἷς καὶ πρότερον ἐτύγχανεν ὢν πρὶν εἰς τὴν ∆άφνην ἐλθεῖν, ὁ δὲ πονηρὸς δαίμων ἐμάνθανεν εὐθέως ὅτι μάτην αὐτῷ τὰ τῆς ἀπάτης μεμηχάνηται, καὶ ὅτι οὐ πρὸς νεκρὸν τὸν ἀγῶνα εἶχεν ἀλλὰ πρὸς ζῶντα καὶ ἐνεργοῦντα καὶ οὐκ αὐτοῦ μόνον ἀλλὰ καὶ πάντων δαιμόνων ἰσχυρότερον. Παρακαλέσας γὰρ τὸν Θεὸν ἀφεῖναι πῦρ εἰς τὸν νεὼν τήν τε ὀροφὴν κατέφλεξε πᾶσαν καὶ τὸ εἴδωλον μέχρις ἐσχάτων ἀφανίσας ποδῶν τέφραν τε ἀποφήνας καὶ κόνιν ἀφῆκεν ἑστάναι τοὺς τοίχους ἅπαντας.

94 Καὶ εἴ τις ἐπισταίη τῷ τόπῳ νῦν οὐκ ἂν εἴποι πυρὸς εἶναι ἔργον τὸ γεγονός. Οὐδὲ γὰρ ἄτακτος οὐδὲ ὡς ἐξ ὕλης ἀψύχου γέγονεν ἡ πυρπόλησις ἀλλ' ὥσπερ τινὸς χειρὸς περιαγούσης τὸ πῦρ καὶ δεικνυούσης τίνων μὲν φείσασθαι τίνα δὲ ἀναλῶσαι ἐχρῆν οὕτως εὐρύθμως καὶ τεχνικῶς ὁ ναὸς ἐκκεκάλυπται. Καὶ οὐ τοῖς ἐμπεπρησμένοις ἁπλῶς ἀλλὰ τοῖς ἀρτίους μὲν ἔχουσι περιβόλους στέγης δὲ δεομένοις μόνης προσέοικεν· τά τε γὰρ ἄλλα καὶ οἱ κίονες οἵ τε τὸν ὄροφον ἀνέχοντες οἵ τε τὰ πρόπυλα ἅπαντες ἑστήκασι πλὴν τοῦ περὶ τὸν ὄπισθεν δόμον