1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

27

110 Καὶ τὴν αἰτίαν δὲ μετὰ ταῦτα ἐρῶ, τέως δὲ ἄξιον μαθεῖν ὑπὲρ ὧν ἀγνωμοσύνην ἐγκαλεῖ τῷ Ἡφαίστῳ οὑτωσί πως λέγων· "Ηφαιστος δὲ πυρὸς ταμίας οὐκ ἠπείλησε τῷ πυρὶ λυμαινομένῳ τὴν χάριν ὀφείλων τῷ Θεῷ μηνύματος ἀρχαίου." Ποίαν χάριν; Ποίου μηνύματος ἀρχαίου, εἰπέ; ∆ιὰ τί κρύπτεις σου τὰ σεμνὰ τῶν θεῶν κατορθώματα; Εἰ γὰρ καὶ τὴν εἶπες αὐτὴν μᾶλλον ἂν ἀγνώμονα τὸν Ἥφαιστον ἔδειξας. Ἀλλ' αἰσχύνῃ καὶ ἐρυθριᾷς· οὐκοῦν ἡμεῖς μετὰ παρρησίας ἐροῦμεν τὰ σά. Τίς οὖν ἡ χάρις; Ἐρασθέντα ποτὲ τὸν Ἄρην τῆς Ἀφροδίτης καὶ τὸν Ἥφαιστον-ἄνδρα γὰρ αὐτῆς εἶναι-δεδοικότα τὴν ἀπουσίαν ἐπιτηρήσαντα τὴν ἐκείνου πρὸς αὐτὴν εἰσελθεῖν φασι. Τὸν δὲ Ἀπόλλω θεασά μενον μιγνυμένους αὐτοὺς ἀπελθόντα πρὸς τὸν Ἥφαιστον τὴν μοιχείαν κατειπεῖν. Ἐλθόντα δὲ ἐκεῖνον καὶ ἀμφοτέρους ἐπὶ τῆς κλίνης εὑρόντα δεσμὰ αὐτοῖς οὕτως ὡς εἶχον περιβαλ όντα καλέσαι τε τοὺς θεοὺς ἐπὶ τὴν ἀσχήμονα θεωρίαν καὶ ταύτην τῆς μοιχείας πράξασθαι δίκην αὐτούς. Ταύτης οὖν τῆς χάριτος ὀφειλέτην ὄντα τὸν Ἥφαιστον καιροῦ καλοῦντος ἀγνωμονῆσαι περὶ τὴν ἀντίδοσίν φησι.

111 Τί οὖν καὶ ὁ Ζεὺς, ὦ βέλτιστε; Καὶ γὰρ καὶ τούτῳ πάλιν ἀπήνειαν ἐγκαλεῖς, "Ἀλλ' οὐδὲ ὁ Ζεύς," λέγων, "ὄμβρων ἡνίας ἔχων ὕδωρ ἀφῆκεν ἐπὶ τὴν φλόγα καὶ ταῦτα Λυδῶν ποτε βασιλεῖ δυστυχήσαντι σβέσας πυράν." Ἀλλὰ γὰρ καλῶς ποιῶν ἀνέμνησας ἡμᾶς καὶ τοῦ Λυδοῦ. Καὶ γὰρ κἀκεῖνον ὁ μιαρὸς οὗτος δαίμων ἠπάτησεν ἐλπίσι φυσήσας κεναῖς καὶ εἰς προὖπτον κακὸν ἐμβαλών. Καὶ εἰ μὴ φιλάνθρωπος ἦν ὁ Κῦρος οὐδὲν ἂν αὐτὸν ὤνησεν ὁ Ζεύς. Ὥστε μάτην ἐγκαλεῖς τῷ ∆ιὶ ὡς προτιμήσαντι τοῦ παιδὸς τὸν Λυδόν-οὐδὲ γὰρ ἑαυτῷ ἔνθα μάλιστα πασῶν ἐτιμᾶτο πόλεων τὴν Ῥωμύλου λέγω κεραυνωθεὶς ἤμυνεν.

112 Ἐπακούσωμεν δὲ καὶ τῶν λοιπῶν τοῦ θρήνου ῥημάτων οὕτω γὰρ τὸ πένθος εἰσόμεθα καλῶς ὃ κατέσχεν αὐτῶν τὰς ψυχάς Ἄνδρες ἕλκομαι τὴν ψυχὴν πρὸς τὸ εἶδος τοῦ θεοῦ καί μοι πρὸ τῶν ὀμμάτων ἵστησιν ὁ λογισμὸς τὸν τύπον· ἡμερότητα μορφῆς, ἁπαλότητα δέρρης-ἐν λίθῳ καὶ ταῦτα-ζωστῆρα περὶ τῷ στήθει συνάγοντα χιτῶνα χρυσοῦν ὡς αὐτοῦ τὰ μὲν ἐνιζάνειν τὰ δὲ ὑπανίστασθαι. Τὸ δὲ ὅλον σχῆμα τίνος οὐκ ἂν ζέοντα ἐκοίμισε θυμόν; Ἐῴκει γὰρ ᾄδοντι μέλος. Καὶ πού τις καὶ ἤκουσεν ὥς φασιν ἐν μεσημβρίᾳ κιθαρίζοντος. Ὦτα εὐδαίμονα. Τὸ δὲ ᾆσμα ἄρα ἦν ἔπαινος τῆς γῆς ᾗ μοι φαίνεται καὶ σπένδειν ἀπὸ τῆς χρυσῆς κυάθου ὅτι τὴν κόρην ἔκρυψε ῥα γεῖσά τε καὶ συνελθοῦσα. Εἶτα μικρὰ πρὸς τὸν ἐμπρησμὸν ὀλοφυρόμενος, Ἐβόα μὲν φησίν, ὁδοιπόρος ἀνιούσης τῆς αὐγῆς ἐκυκᾶτο δ' ἐφ' ὕλῃ ∆άφ νης ἔνοικος ἱέρεια τοῦ θεοῦ. Πληγαὶ δὲ στέρνων καὶ οἰμωγή τις ὀξεῖα διὰ χωρίου πολυδένδρου δρα μοῦσα πίπτει μὲν εἰς τὸ ἄστυ δεινή τε καὶ φρικώ δης, ὄμμα δὲ ἄρχοντος ἄρτι γευόμενον ὕπνου πικρῷ ῥήματι τῆς εὐνῆς ἐξανέστησεν. Ὁ δὲ ἐμμανὴς ἤλαυνε· πτερὰ γὰρ Ἑρμοῦ ζητῶν αὐτὸς μὲν ἐπὶ ζήτη σιν ᾔει τῆς τοῦ κακοῦ ῥίζης φλεγόμενος ἔνδον οὐχ ἧττον ἢ ὁ νεώς, δοκοὶ δὲ ἐφέροντο κάτω φέρουσαι πῦρ ὅτῳ πελάσειαν φθείρουσαι τὸν Ἀπόλλω μὲν εὐ θὺς ἅτε καὶ μικρὸν διέχοντα τοῦ στέγους ἔπειτα δὲ τὰ ἄλλα κάλλη· Μουσῶν οἰκιστῶν εἰκόνας, λίθων ἀστραπάς, κιόνων ὥραν. Ὁ δὲ ὅμιλος ... ἐν ᾖ περιεστήκεσαν ὀλοφυρόμενοι βοηθεῖν δὲ ἀποροῦντες, ὃ καταλαμβάνει τοὺς ἀπὸ τῆς γῆς ναυαγίαν ὁρῶντας ὧν ἡ βοήθεια δακρῦσαι τὸ γινόμενον. Ἦ που μέγαν μὲν ἤγειραν γόον ἐκπηδήσασαι τῶν πηγῶν αἱ νύμφαι μέγαν δὲ ὁ Ζεὺς ὁ ἐγγύς που καθήμενος ὁποῖον εἰκὸς ἐπὶ τιμαῖς υἱέος συγκεχυμέναις μέγαν δὲ δαιμόνων μυρίων ὅμιλος ἐν τῷ ἄλσει διαι τωμένων. Οὐδὲν ἐλάττω θρῆνον ἐκ μέσης τῆς πόλεως ἡ Καλλιόπη τοῦ χαροποιοῦ τῶν Μουσῶν ἠδικημένου τῷ πυρί. Εἶτα πρὸς τῷ τέλει φησί· Γενοῦ μοι καὶ νῦν, Ἄπολλον, οἷόν σε ἐποίη σεν ὁ Χρύσης καταρώμενος τοῖς Ἀχαιοῖς θυμοῦ τε πλήρη καὶ νυκτὶ ἐοικότα ὅτι δή σοι τὰς στολὰς ἡμῶν ἀποδιδόντων καὶ ὅσον ἦν ἀπενεχ θὲν ἀντικαθιστάντων