1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

28

προανηρπάσθη τὸ τιμώμενον οἷον νυμφίου τινὸς πλεκομένων ἤδη στεφάνων ἀπελθόντος.

113 Ὁ μὲν θρῆνος οὗτος μᾶλλον δὲ ὀλίγα τοῦ θρήνου μέρη. Ἐμοὶ δὲ θαυμάζειν ἔπεστι, πῶς ἐφ' οἷς ἐγκαλύπτεσθαι ἐχρῆν ἐπὶ τούτοις αὐτὸν σεμνύνειν οἴεται, οὐδὲν ἄμεινον ἀκολάστου νέου καὶ αἰσχροῦ κατὰ μεσημβρίαν ποιῶν αὐτὸν κιθαρίζοντα καὶ τοῦ ᾄσματος ὑπόθεσιν εἶναι λέγων τὴν ἐρωμένην καὶ ὦτα εὐδαίμονα καλῶν τὰ τῆς ᾠδῆς ἐπακούσαντα τῆς αἰσχρᾶς. Καὶ τὸ μέν τινας τῶν τὴν ∆άφνην οἰκούντων δακρύειν καὶ τοὺς προσκειμένους αὐτοῖς καὶ τὸν τῆς πόλεως ἄρχοντα φλέγεσθαι καὶ πλέον τῶν θρήνων μηδὲν ἐμποιεῖν, οὐδὲν θαυμαστόν, τὸ δὲ καὶ αὐτοὺς τοὺς θεοὺς ἐπὶ τῆς αὐτῆς ἀμηχανίας εἶναι καὶ δακρύειν μόνον κατ' αὐτοὺς καὶ μήτε τὸν ∆ία μήτε τὴν Καλλιόπην μήτε τὸν πολὺν τῶν δαιμόνων ὅμιλον ἀλλὰ μηδὲ τὰς νύμφας αὐτὰς ἀρκέσαι πρὸς τὴν πυρὰν ἀλλὰ πάντας κωκυτοὺς καὶ οἰμωγὰς ἐγείρειν μόνον, τοῦτό ἐστι τὸ πολλοῦ γέλωτος γέμον. Ὅτι μὲν οὖν μεγάλην εἶχον πληγὴν ἱκανῶς ἐκ τῶν εἰρημένων ἀποδέδεικται-καὶ γὰρ καὶ ἐν μέσῳ που τῆς μονῳδίας ῥητῶς οὕτως περὶ τὰ καίρια πεπλῆχθαι αὐτοὺς ὡμολόγησεν. Οὐκ ἂν οὖν τοῦτο πράως ἤνεγκεν ὁ βασιλεὺς μὴ δέει καὶ τρόμῳ μείζονι κατεχόμενος.

114 Ὥρα δὴ λοιπὸν ἐπιδεῖξαι καὶ τὴν αἰτίαν δι' ἣν ὁ Θεὸς οὐκ εἰς τὸν βασιλεύοντα τὴν ὀργὴν ἀφῆκεν ἀλλ' εἰς τὸν δαίμονα, καὶ διὰ τί μὴ πάντα ἀπώλεσε τὸ πῦρ τὸν ναὸν ἀλλὰ τὴν στέγην ἀφανίσαν ἅμα καὶ τὸ εἴδωλον ἤλεγξεν. Οὐ γὰρ ἁπλῶς οὐδὲ ἄνευ αἰτίας τινὸς ταῦτα ἐγένετο ἀλλ' ἀπὸ τῆς τοῦ Θεοῦ φιλανθρωπίας τῆς ὑπὲρ τῶν πλανωμένων πάντα ἐδρᾶτο. Ὁ γὰρ τὰ πάντα εἰδὼς πρὶν γενέσεως αὐτῶν μετὰ τῶν ἄλλων ᾔδει καὶ τοῦτο, ὅτι κατὰ μὲν τοῦ βασιλέως ἐνεχθέντος τοῦ κεραυνοῦ οἱ μὲν παρόντες καὶ θεασάμενοι τὴν πληγὴν ἐφοβήθησαν ἂν πρὸς καιρόν, δευτέρου δὲ καὶ τρίτου παρελθόντος ἔτους ἤ τε μνήμη τοῦ γεγονότος ἀπώλλυτο καὶ πολλοὶ οἱ διαπιστήσοντες ἦσαν τῷ θαύματι. Εἰ δὲ ὁ ναὸς δέξοιτο τὴν φλόγα παντὸς κήρυκος σαφέστερον οὐ τοῖς τότε μόνον ἀλλὰ καὶ τοῖς μετέπειτα πᾶσιν ἀπαγγελεῖ τοῦ Θεοῦ τὴν ὀργήν, ὡς καὶ τοῖς βουλομένοις ἀναισχυντεῖν καὶ συγκαλύπτειν τὸ γεγονὸς πᾶσαν ἀνῃρῆσθαι πρόφασιν. Ἕκαστος γὰρ ἐφιστάμενος τῷ τόπῳ ὥσπερ ἄρτι συμβεβηκότος τοῦ ἐμπρησμοῦ οὕτω διατίθεται τὴν ψυχὴν καὶ φρίκη τις αὐτὸν εἴσεισι καὶ πρὸς τὸν οὐρανὸν ἀπιδὼν εὐθέως δοξάζει τοῦ ταῦτα ἐργασαμένου τὴν ἰσχύν.

115 Ὥσπερ γὰρ ἂν εἴ τις λῃστάρχου τινὸς σπήλαιον καὶ κατάδυσιν διαρρήξας ἄνωθεν ἐξαγάγοι τὸν ἐνοικοῦντα δέσμιον καὶ τὰ αὐτοῦ πάντα λαβὼν καταλίποι τὸν τόπον θηρίων καὶ κολοιῶν εἶναι καταφυγήν, εἶτα ἕκαστος τῶν πρὸς τὴν κατάδυσιν ἐρχομένων ἐκείνην ἅμα τὸν τόπον ὁρῶν τὰς καταδρομὰς καὶ τὰς κλοπὰς καὶ τὴν ἰδέαν φαντάζεται καὶ ὑπογράφει τοῦ πρότερον κατοικοῦντος αὐτήν, οὕτω καὶ ἐνταῦθα γίνεται. Πόρρωθεν γάρ τις τοὺς κίονας ἰδὼν εἶτα ἐλθὼν καὶ τὸν οὐδὸν ὑπερβὰς ὑπογράφει ἑαυτῷ τὸ τοῦ δαίμονος ἀποτρόπαιον, τὴν ἀπάτην, τὰς ἐπιβουλάς, καὶ καταπλαγεὶς τοῦ Θεοῦ τήν τε ὀργὴν καὶ τὴν ἰσχὺν ἄπεισι καὶ τὸ πρότερον πλάνης οἰκοδόμημα καὶ βλασφημίας νῦν δοξολογίας ὑπόθεσις γίνεται. Οὕτως εὐμηχανός ἐστιν ἡμῶν ὁ Θεός.

116 Καὶ τὰ παράδοξα ταῦτα οὐ νῦν πρῶτον ἀλλ' ἄνωθεν καὶ ἐκ τῶν προτέρων θαυματουργεῖ γενεῶν. Καὶ πάντα μὲν καταλέγειν οὐ τοῦ παρόντος καιροῦ, ἐπιμνησθήσομαι δὲ ὃ τούτῳ παρόμοιον εἶναι δοκεῖ. Πολέμου γὰρ συγκροτηθέντος ἐν τῇ Παλαιστίνῃ ποτὲ τοῖς Ἰουδαίοις πρὸς ἀλλοφύλους τινὰς νικήσαντες οἱ πολέμιοι καὶ τοῦ Θεοῦ τὴν κιβωτὸν λαβόντες ὡς δὴ λάφυρόν τι καὶ ἀκροθίνιον ἀνέθηκαν αὐτήν τινι τῶν ἐπιχωρίων εἰδώλῳ ∆άγων ἦν ὄνομα αὐτῷ; Καὶ τὸ πρῶτον εἰσενεχθείσης τῆς κιβωτοῦ κατέπεσέ τε τὸ ζῴδιον καὶ ἔκειτο πρηνές. Ὡς δὲ οὐ συνίεσαν τῆς τοῦ Θεοῦ δυνάμεως τὴν ἰσχὺν ἀπὸ ταύτης τῆς πτώσεως ἀλλ'