1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

31

122 Τίς ἡμῖν τὰ ἐντεῦθεν διηγήσεται καὶ τῶν κατὰ τὴν ἔρημον καὶ τῶν κατὰ τὴν θάλατταν καὶ τῶν κατὰ τὴν Αἴγυπτον ὅτε ὁ ἀναίσθητος ἐκεῖνος ἐκολάζετο Φαραὼ καὶ πάντες κατεποντίζοντο ὄντα πολλῷ φοβερώτερα; Καθάπερ γὰρ τότε ἐπεὶ μηδενὶ τῶν τοιούτων εἶξε συμφορῶν καὶ γενέσθαι βελτίων ἠθέλησεν ὁ Αἰγύπτιος τέλος αὐτὸν σὺν αὐτῷ τῷ στρατοπέδῳ κατέλυσεν, οὕτω καὶ νῦν ἐπειδὴ πρὸς πάντα ἀναιδῶς ἔστη τοῦ Θεοῦ τὰ τέρατα καὶ οὐδὲν ἀπ' αὐτῶν κερδᾶναι ἠθέλησεν ἀλλ' ἔμενεν ἀδιόρθωτος, τοῖς ἐσχάτοις αὐτὸν λοιπὸν περιέβαλε κακοῖς ἵν' ἐπειδὴ τοῖς ἑτέρων· αὐτὸς σωφρονισθῆναι οὐκ ἠνέσχετο τοῖς αὐτοῦ παθήμασι γένωνται βελτίους ἕτεροι. Ὁ γὰρ τοσαύτας μυριάδας στρατιωτῶν καταγαγὼν ὅσας οὐδεὶς τῶν βασιλευσάντων ποτὲ καὶ πᾶσαν τὴν Περσῶν ἐξ ἐπιδρομῆς καὶ ἀπονητὶ προσδοκήσας ἑλεῖν οὕτως ἀθλίως ἔπραξε καὶ ἐλεεινῶς ὡς γυναικῶν μᾶλλον καὶ παιδίων μικρῶν ἢ ἀνδρῶν στρατόπεδον ἔχων μεθ' ἑαυτοῦ. Πρῶτον μὲν γὰρ εἰς τοσαύτην αὐτοὺς ἀνάγκην ὑπὸ τῆς οἰκείας ἀβουλίας κατέστησεν ὥστε ἱππείων ἀπογεύσασθαι κρεῶν καὶ τοὺς μὲν τῷ λιμῷ τοὺς δὲ τῷ δίψει διαφθαρέντας ἀποθανεῖν. Καθάπερ γὰρ τοῖς Πέρσαις στρατηγῶν καὶ οὐκ ἐκείνους ἑλεῖν ἀλλὰ τοὺς οἰκείους αὐτοῖς προδοῦναι σπουδάζων οὕτως αὐτοὺς εἰς χωρία συνέκλεισεν ἄπορα καὶ μόνον οὐχὶ δήσας παρέδωκεν.

123 Ἀλλὰ πάσας μὲν τὰς ἐκεῖ γενομένας συμφορὰς οὔτε τῶν ἰδόντων τις καὶ πεῖραν εἰληφότων δυνήσεται διελθεῖν οὕτω πᾶσαν ἀπέκρυψεν ὑπερβολήν, ὡς δὲ ἐν κεφαλαίῳ εἰπεῖν πεσόντος αὐτοῦ αἰσχρῶς καὶ ἐλεεινῶς-οἱ μὲν γὰρ ὑπό τινος τῶν σκευοφόρων τοῖς παροῦσι δυσανασχετοῦντος βληθέντα ἀποθανεῖν αὐτόν φασιν, οἱ δὲ οὐδὲ εἰδέναι τὸν σφαγέα τὸν ἐκείνου λέγουσιν ἀλλ' ὅτι μόνον ἐπλήγη καὶ παρεκάλεσεν εἰς τὴν Κιλίκων ταφῆναι γῆν ἔνθα καὶ κεῖται νῦν-πεσόντος δὴ οὖν οὕτως αἰσχρῶς ὁρῶντες ἐν τοῖς ἐσχάτοις αὐτοὺς ὄντας οἱ στρατιῶται προέπεσον τοῖς ἐχθροῖς καὶ δόντες ὅρκους ἀποστήσεσθαι τοῦ πάντων ἀσφαλεστάτου χωρίου καὶ ὃ τῆς καθ' ἡμᾶς οἰκουμένης ὥσπερ τεῖχος ἦν ἀρραγές, φιλανθρώπων τε τυχόντες τῶν βαρβάρων οὕτω διέφυγον καὶ ἐπανῆλθον ἐκ πολλῶν ὀλίγοι καὶ αὐτοὶ πεπονηκότες τὰ σώματα, αἰσχυνόμενοι μὲν ἐφ' οἷς συνέθεντο ἀναγκαζόμενοι δὲ διὰ τοὺς ὅρκους ἀποστῆναι τῶν πατρικῶν κτημάτων αὐτοῖς. Καὶ ἦν ἰδεῖν πάσης αἰχμαλωσίας ἐλεεινότερον θέαμα. Οἱ γὰρ τὴν πόλιν οἰκοῦντες ἐκείνην, παρ' ὧν χάριτας προσεδόκεσαν λήψεσθαι ὅτι δίκην προβόλου πάντας τοὺς ἔνδον ἐν λιμένι κατέστησαν ἀντὶ πάντων πρὸς πάντας αὐτοὶ προβεβλημένοι τοὺς κινδύνους ἀεί, παρὰ τούτων τὰ τῶν πολεμίων ἔπασχον εἰς ἀλλοτρίαν μετανιστάμενοι γῆν καὶ οἰκίας ἀφέντες καὶ ἀγροὺς καὶ πάντων τῶν κτημάτων ἀποσπώμενοι τῶν προγονικῶν καὶ ταῦτα ὑπὸ τῶν οἰκείων ὑπομείναντες. Τοιαῦτα τοῦ γενναίου βασιλέως ἀπολελαύκαμεν.

124 Ταῦτα δὲ οὐχ ἁπλῶς εἴρηται ἀλλ' ὥστε λῦσαι τὴν ἀπορίαν τῶν ζητούντων, τί δήποτε μὴ τὸν βασιλέα ἐκόλασεν ἐξ ἀρχῆς ὁ Θεός; Ἐβουλήθη μὲν γὰρ αὐτὸν λυττῶντα πολλάκις ἀναστεῖλαι τῆς εἰς τὸ πρόσω φορᾶς καὶ τοῖς ἑτέρων διορθῶσαι κακοῖς, ἐπειδὴ δὲ ἀντέτεινε παρέδωκεν αὐτὸν τοῖς ἐσχάτοις κακοῖς τὴν μὲν ἀληθῆ τῶν αὐτοῦ τολμημάτων ἀντίδοσιν κατὰ τὴν μεγάλην ταμιευόμενος ἡμέραν καὶ διὰ τῆς παρούσης δὲ κολάσεως τοὺς ὑπτιωτέρους διανιστὰς καὶ σωφρονεστέρους ποιῶν. Τοιαύτη γὰρ ἡ τοῦ Θεοῦ μακροθυμία τοῖς οὐκ εἰς δέον χρωμένοις αὐτῇ πικροτέραν πρὸς τὸ τέλος ἐπάφει τὴν δίκην, καὶ καθάπερ τοῖς μετανοοῦσιν ὠφέλιμος οὕτω καὶ τοῖς ἀνενδότοις καὶ σκληροῖς μειζόνων γίνεται κολάσεων πρόφασις.

125 Εἰ δὲ λέγοι τις, τί οὖν οὐ προῄδει τὸν τύραννον ἀδιόρθωτον ἐσόμενον ὁ Θεός, ἐροῦμεν ὅτι προῄδει μὲν ἀλλ' οὐδέποτε παύεται διὰ τὴν πρόγνωσιν τῆς ἡμετέρας κακίας τὰ αὑτοῦ ποιῶν. Ἀλλὰ κἂν ἡμεῖς μὴ δεχώμεθα τὴν νουθεσίαν αὐτὸς