1

 2

 3

 4

 5

 6

 7

 8

 9

2

ἡμεῖς τὴν συνήθη παραθήσωμεν τράπεζαν. Οὐδὲ γὰρ δίκαιον τὸν καιρὸν ἀναλῶσαι εἰς τὰ ἐγκλήματα τῶν ἐχθρῶν, καὶ τὰ παιδία λιμῷ τηκόμενα παριδεῖν. Χθὲς τοίνυν ὁ Παῦλος τὴν τράπεζαν ἡμῖν παρέθηκε, σήμερον ὁ Ματθαῖος· χθὲς ὁ σκηνοποιὸς, σήμερον ὁ τελώνης· χθὲς ὁ βλάσφημος, σήμερον ὁ ἅρπαξ· χθὲς ὁ διώκτης, σήμερον ὁ πλεονέκτης. Ἀλλ' ὁ βλάσφημος οὐκ ἔμεινε βλάσφημος, ἀλλ' ἐγένετο ἀπόστολος· καὶ ὁ ἅρπαξ οὐκ ἔμεινεν ἅρπαξ, ἀλλ' ἐγένετο εὐαγγελιστής. Λέγω καὶ τὴν προτέραν κακίαν, καὶ τὴν μετὰ ταῦτα ἀρετὴν, ἵνα μάθῃς ὅση τῆς μετανοίας ἡ ὠφέλεια, ἵνα μηδέποτέ σου τῆς σωτηρίας ἀπογνῷς. Οἱ διδάσκαλοι ἡμῶν ἀπὸ ἁμαρτίας ἔλαμπον πρὸ τούτου, ἀλλ' ὕστερον ἔλαμψαν ἀπὸ δικαιοσύνης, τελώνης καὶ βλάσφημος, τὰ ἀκροθίνια τῆς πονηρίας. Τί γάρ ἐστι τελώνιον; Ἁρπαγὴ ἔννομος, βία πεπαῤῥησιασμένη, ἀδικία νόμον ἔχουσα συνήγορον· λῃστῶν χαλεπώτερος ὁ τελώνης. Τί ἐστι τελώνιον; Βία νόμον εἰς 52.451 συνηγορίαν προβαλλομένη, τὸν ἰατρὸν ἔχουσα δήμιον.

Συνήκατε ὃ εἶπον; Οἱ νόμοι ἰατροί εἰσιν, ἔπειτα καὶ δήμιοι γίνονται· οὐ γὰρ λύουσι τὸ ἕλκος, ἀλλὰ αὔξουσι. Τί ἐστι τελώνιον; Ἀναίσχυντος ἁμαρτία, ἁρπαγὴ πρόφασιν οὐκ ἔχουσα, λῃστείας χαλεπώτερον. Ὁ λῃστὴς κἂν αἰσχύνεται κλέπτων· οὗτος δὲ παῤῥησιάζεται ἁρπάζων. Ἀλλ' οὗτος ὁ τελώνης ἀθρόον εὐαγγελιστὴς ἐγένετο. Πῶς καὶ τίνι τρόπῳ; Παράγων, φησὶν, ὁ Ἰησοῦς, εἶδε Ματθαῖον ἐπὶ τὸ τελώνιον καθήμενον, καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. Ὢ λόγου δύναμις· εἰσῆλθε τὸ ἄγκιστρον, καὶ τὸν αἰχμάλωτον στρατιώτην ἐποίησε, τὸν πηλὸν χρυσὸν εἰργάσατο· εἰσῆλθε τὸ ἄγκιστρον, Καὶ εὐθέως ἀναστὰς ἠκολούθησεν αὐτῷ. Εἰς τὸ βάθος ἦν τῆς πονηρίας, καὶ εἰς τὴν ἁψῖδα ἀνέβη τῆς ἀρετῆς. Μηδεὶς τοίνυν, ἀγαπητοὶ, ἀπογινωσκέτω τῆς ἑαυτοῦ σωτηρίας. Οὐκ ἔστι φύσεως τὰ τῆς πονηρίας· προαιρέσει τετιμήμεθα καὶ ἐλευθερίᾳ. Τελώνης εἶ; ∆ύνασαι γενέσθαι εὐαγγελιστής. Βλάσφημος εἶ; ∆ύνασαι γενέσθαι ἀπόστολος. Λῃστὴς εἶ; ∆ύνασαι παράδεισον συλῆσαι. Μάγος εἶ; ∆ύνασαι προσκυνῆσαι τὸν ∆εσπότην. Οὐκ ἔστιν οὐδεμία κακία μετανοίᾳ μὴ λυομένη. ∆ιὰ τοῦτο τὰ ἀκροθίνια τῆς πονηρίας ἐξελέξατο ὁ Χριστὸς, ἵνα μηδεὶς πρὸς τὸ τέλος ἀποφυγεῖν ἔχοι.

γʹ. Μή μοι λέγε, Ἀπωλόμην, καὶ τί λοιπόν; μή μοι λέγε, Ἡμάρτηκα, καὶ τί

ποιήσω; Ἰατρὸν ἔχεις ἀνώτερον τῆς ἀῤῥωστίας, ἰατρὸν ἔχεις νικῶντα τοῦ νοσήματος τὴν φύσιν, ἰατρὸν ἔχεις νεύματι θεραπεύοντα, ἰατρὸν ἔχεις θελήματι διορθούμενον, καὶ δυνάμενον καὶ βουλόμενον. Οὐκ ὄντα σε παρήγαγεν· ὄντα σε καὶ διαστραφέντα πολλῷ μᾶλλον διορθῶσαι δυνήσεται. Οὐκ ἤκουσας ὡς τὸ πρότερον ἔλαβε χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασε τὸν ἄνθρωπον; πῶς τὴν γῆν σάρκα ἐποίησε; πῶς νεῦρα; πῶς ὀστέα; πῶς δέρμα; πῶς φλέβας; πῶς ῥῖνα; πῶς ὀφθαλμούς; πῶς βλέφαρα; πῶς ὀφρύν; πῶς γλῶτταν; πῶς θώρακα; πῶς χεῖρας; πῶς πόδας; πῶς τὰ ἄλλα πάντα; Γῆ ἦν τὸ ὑποκείμενον, μία οὐσία· καὶ εἰσῆλθεν ἡ τέχνη, καὶ ποικίλην εἰργάσατο τὴν δημιουργίαν. Μὴ δύνασαι τὸν τρόπον εἰπεῖν καθ' ὅνπερ ἐδημιουργήθης; Οὕτως οὐδὲ τὸν τρόπον δύνασαι εἰπεῖν καθ' ὃν καθαιρεῖται τὰ ἁμαρτήματα. Εἰ γὰρ τὸ πῦρ ἐμπῖπτον εἰς τὰς ἀκάνθας, ἀναλίσκει αὐτὰς, πολλῷ μᾶλλον τὸ βούλημα τοῦ Θεοῦ τὰ πλημμελήματα ἡμῶν δαπανᾷ καὶ πρόῤῥιζα ἀνασπᾷ, καὶ τοῦ μὴ ἡμαρτηκότος τὸν ἡμαρτηκότα ὅμοιον κατασκευάζει. Μὴ ζήτει τὸν τρόπον, μὴ περιεργάζου τὸ γινόμενον, ἀλλὰ πίστευε τῷ θαύματι.

Ἡμάρτηκα, λέγεις, πολλὰ καὶ μεγάλα. Καὶ τίς ἐστιν ἀναμάρτητος; Ἀλλὰ ἐγὼ χαλεπὰ, φησὶ, καὶ μεγάλα καὶ ὑπὲρ πάντα ἄνθρωπον. Ἀρκεῖ σοι εἰς θυσίαν τοῦτο· Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς. Ἐπίγνωθι ὅτι ἥμαρτες, καὶ ἀρχή σοι διορθώσεως τοῦτο γενήσεται. Στύγνασον, γενοῦ κατηφὴς, ἔκχεε δάκρυα. Μὴ γὰρ