1

 2

 3

 4

 5

 6

 7

 8

 9

5

περὶ ἐθνῶν λέγουσιν. Ἀναστὰς ἀπὸ τοῦ ᾅδου λέγεις τοῖς μαθηταῖς· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος· καὶ ὅτε ἦλθεν ἡ ἀθλία, ἡ ταλαίπωρος, ὑπὲρ θυγατρὸς παρακαλοῦσα, συμφορὰν δεομένη λῦσαι, τότε λέγεις· Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ; Καὶ ὅτε μὲν ἑκατόνταρχος προσῆλθε, λέγεις· Ἐγὼ ἐλθὼν ἰάσομαι αὐτόν· ὅτε ὁ λῃστὴς, Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ· ὅτε ὁ παραλυτικὸς, Ἐγερθεὶς ἆρόν σου τὴν κλίνην, καὶ ὕπαγε· ὅτε ὁ Λάζαρος, Λάζαρε, δεῦρο ἔξω, καὶ ἐξῆλθε τετραήμερος. Λεπροὺς καθαίρεις, νεκροὺς ἐγείρεις, παραλυτικὸν σφίγγεις, τυφλοὺς θεραπεύεις, λῃστὰς σώζεις, πόρνην παρθένου σωφρονεστέραν ποιεῖς, καὶ ταύτῃ οὐδὲν ἀποκρίνῃ; Τί τὸ καινόν; τί τὸ ξένον; τί τὸ παράδοξον;

ζʹ. Προσέχετε ἀκριβῶς, ἵνα μάθητε γυναικὸς ἀνδρείαν καὶ ∆εσπότου σοφίαν

καὶ κηδεμονίαν, ἵνα μάθητε μέλλησιν κέρδος ἔχουσαν, ἵνα μάθητε παραίτησιν πλοῦτον παρεχομένην· ἵνα κἂν εὔξῃ καὶ σὺ, καὶ μὴ λάβῃς, μηδέποτε ἀποστῇς. Πρόσεχε καὶ σύντεινον σεαυτόν. Ὅτε τῆς Αἰγυπτιακῆς ἀπηλλάγησαν Ἰουδαῖοι τυραννίδος, καὶ τοῦ Φαραὼ τὰς χεῖρας ἀποφυγόντες ἐπὶ τὴν ἔρημον ᾔεσαν, καὶ ἔμελλον εἰσιέναι τὴν Χαναναίων γῆν, τῶν εἰδωλομανῶν καὶ ἀσεβῶν ἀνθρώπων, προσκυνούντων λίθους, θεραπευόντων ξύλα, πολλὴν ἀσέβειαν ἐπιδεικνυμένων, δέδωκεν αὐτοῖς ὁ Θεὸς τὸν νόμον τοῦτον, λέγων· Μὴ λάβῃς παρὰ τῶν υἱῶν εἰς γαμβροὺς, μηδὲ δῷς τὴν θυγατέρα σου νύμφην αὐτοῖς. Μὴ μεταδῷς αὐτοῖς χρυσίον, μήτε τραπέζης κοινωνίαν, μηδὲ συνουσίαν, μηδὲ ἄλλου μηδενὸς τῶν τοιούτων, ὅτι παράνομα τὰ ἔθνη, εἰς ἃ εἰσάγω σε κληρονομῆσαι αὐτῶν. Τοῦτο οὖν αὐτοῖς ὁ νόμος μονονουχὶ ἐνετέλλετο· Μὴ ἀγοράσῃς, μὴ πωλήσῃς, μὴ γάμον ἐπιτελέσῃς, μηδὲ συμβόλαια, ἀλλ' ἔσο, εἰ καὶ τῷ τόπῳ ἐγγὺς, ἀλλὰ τῷ τρόπῳ κεχωρισμένος. Μηδέν σοι κοινὸν πρὸς αὐτοὺς, μὴ συναλλάγματα, μὴ πράσεις, μὴ ἀγορασίαι, μὴ ἐπιγαμίαι, μὴ ἐπιγαμβρίαι, ἵνα μὴ τῆς συγγενείας ἡ ἀνάγκη εἰς ἀσέβειάν σε ἐξολισθῆσαι παρασκευάσῃ, ἵνα μὴ τὸ δοῦναι καὶ τὸ λαβεῖν ποιῇ σε φίλον αὐτῶν· ἀλλ' ἐχθρὸς ἀεὶ ἔσο αὐτοῖς. Μηδὲν σοὶ καὶ Χαναναίοις· μὴ χρυσὸν αὐτῶν λάβῃς, μηδὲ ἀρ 52.455 γύριον, μὴ ἱματισμὸν, μὴ θυγατέρα, μὴ υἱὸν, μὴ ἄλλο τι τῶν τοιούτων μηδέν· ἀλλ' αὐτὸς καθ' ἑαυτὸν ἔσο.

Γλῶτταν ἔχεις χωρίζουσάν σε, καὶ νόμον σοι ἔδωκα· διὰ τοῦτο καὶ ὁ νόμος φραγμὸς λέγεται. Ὥσπερ γὰρ ἀμπελῶνι φραγμὸς περίκειται, οὕτω καὶ τοῖς Ἰουδαίοις ὁ νόμος, ἵνα μὴ ὑπερβάντες ἀναμιγῶσι τοῖς Χαναναίοις. Ἦσαν γὰρ παρ' αὐτοῖς παράνομοι ἐπιμιξίαι, διεφθαρμένοι τῆς φύσεως οἱ νόμοι, εἴδωλα προσκυνούμενα, ξύλα θεραπευόμενα, Θεὸς ὑβριζόμενος, τέκνα σφαττόμενα, πατέρες ἐμπτυόμενοι, μητέρες ἀτιμαζόμεναι, πάντα ἠλλοίωτο, πάντα ἀνατέτραπτο, δαιμόνων ζωὴν ἔζων. ∆ιὰ τοῦτο οὐδέποτε συναλλάγματα ἐποίουν, οὐ συμβόλαια, οὐ πράσεις μετ' ἐκείνων· ἀλλ' ὁ νόμος ἐπὶ τοῖς μεγίστοις κείμενος, εἶργε μετ' ἀλλήλων τοὺς γάμους, τὰ συμβόλαια, τὰς ἐπιγαμβρίας· οὐδὲν κοινὸν πρὸς ἐκείνους εἶχον. Ἀπειρημένον οὖν ἦν τῷ νόμῳ τὸ συναλλάξαι Χαναναίοις, τὸ χρυσίον μεταδοῦναι, ἢ ἕτερόν τι, ἵνα μὴ τῆς φιλίας ἡ ὑπόθεσις ἀσεβείας ἀφορμὴ γένηται· ὁ νόμος περιέκειτο ἀντὶ φραγμοῦ· Ἀμπελῶνα, φησὶν, ἐφύτευσα, καὶ φραγμὸν περιέθηκα, τουτέστι νόμον, οὐχὶ ἀπὸ ἀκανθῶν, ἀλλ' ἀπὸ ἐντολῶν, τειχίζοντα καὶ ἀπείργοντα αὐτούς. Ἀπειρημένοι οὖν οἱ Χαναναῖοι, βδελυροὶ, ἀσεβεῖς, ἐναγεῖς, μιαροὶ, ἀκάθαρτοι· διὸ καὶ οὐδὲ ἀκοῦσαι αὐτῶν ἠνείχοντο οἱ Ἰουδαῖοι τὸν νόμον πληροῦντες αὐτὸν λοιπόν. Ἐπεὶ οὖν αὕτη ἡ γυνὴ ἀπὸ τῶν Χαναναίων ἦν· Ἰδοὺ γὰρ γυνὴ, φησὶν, ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα· ἐπεὶ οὖν αὕτη ἡ γυνὴ ἀπὸ τῶν Χαναναίων ἦν, προσῆλθε δὲ τῷ Χριστῷ,