1

 2

 3

 4

 5

 6

 7

 8

6

καὶ ὕπαγε. Ὁ παραλυτικὸς εὐαγγελιστὴς γίνεται, διδάσκαλος τῶν ἀπίστων, ἰατρὸς καὶ κήρυξ εἰς ἐκείνων αἰσχύνην καὶ κατάκριμα· ἰατρὸς, οὐχὶ διὰ φωνῆς, ἀλλὰ δι' ἔργων, οὐχὶ διὰ λόγων, ἀλλὰ διὰ τῶν πραγμάτων αὐτῶν. Σαφῆ γὰρ καὶ ἀναμφι 48.809 σβήτητον ἐπεφέρετο τὴν ἀπόδειξιν, καὶ ὅπερ ἔλεγεν, ἐδείκνυε διὰ τοῦ σώματος. Μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς, καὶ λέγει αὐτῷ· Ἴδε, ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται. Εἶδες ἰατροῦ σοφίαν; εἶδες κηδεμονίαν; οὐκ ἀπήλλαξε τοῦ παρόντος νοσήματος μόνον, ἀλλὰ καὶ πρὸς τὸ μέλλον ἀσφαλίζεται· καὶ μάλα εὐκαίρως. Ὅτε μὲν γὰρ ἦν ἐπὶ τῆς κλίνης, οὐδὲν τοιοῦτον εἶπεν, οὐκ ἀνέμνησεν αὐτὸν ἁμαρτημάτων· δυσάρεστος γάρ πως καὶ ταλαίπωρός ἐστιν ἡ τῶν ἀῤῥωστούντων ψυχή· ὅτε δὲ ἀπήλασε τὴν ἀῤῥωστίαν, ὅτε πρὸς τὴν ὑγίειαν ἐπανήγαγεν, ὅτε τῆς δυνάμεως αὐτοῦ καὶ τῆς κηδεμονίας ἔργῳ τὴν ἀπόδειξιν παρέσχετο, τότε εὔκαιρον ποιεῖται τὴν συμβουλὴν καὶ τὴν παραίνεσιν, ἀξιόπιστος δι' αὐτῶν λοιπὸν τῶν ἔργων φαινόμενος. Τί οὖν ἐκεῖνος ἀπελθὼν κατάδηλον ἐποίησεν αὐτὸν τοῖς Ἰουδαίοις; Κοινωνοὺς αὐτοὺς βουλόμενος λαβεῖν τῆς ἀληθοῦς διδασκαλίας. Ἀλλ' ἐκεῖνοι διὰ τοῦτο ἐμίσουν αὐτὸν, φησὶ, καὶ ἐδίωκον. Ἐνταῦθά μοι προσέχετε· ἐνταῦθα γὰρ ὁ πᾶς ἐστιν ἀγών. ∆ιὰ τοῦτο ἐδίωκον αὐτὸν, ὅτι ταῦτα ἐποίει ἐν σαββάτῳ. Ἴδωμεν οὖν πῶς ἀπολογεῖται· ὁ γὰρ τῆς ἀπολογίας τρόπος δείκνυσιν ἡμῖν, εἴτε τῶν ὑποτεταγμένων, εἴτε τῶν ἐλευθέρων ἐστὶν, εἴτε τῶν διακονουμένων, εἴτε τῶν ἐπιταττόντων. Παρανομία μεγίστη ἐδόκει εἶναι τὸ γεγενημένον· καὶ γὰρ ξύλα ποτέ τις ἐν σαββάτῳ συλλέξας ἐλιθάσθη διὰ τοῦτο, ὅτι βαστάγματα ἔφερεν ἐν σαββάτῳ. Τοῦτο τὸ μέγα ἁμάρτημα ἐνεκαλεῖτο ὁ Χριστὸς, ὅτι ἔλυσε τὸ σάββατον. Ἴδωμεν οὖν εἰ πρότερον συγγνώμην αἰτεῖ ὡς δοῦλος καὶ ὑποτεταγμένος, ἢ ὡς ἐξουσίαν ἔχων καὶ αὐθεντίαν ἐπιδείκνυται, ὡς ∆εσπότης, καὶ ἐπικείμενος τῷ νόμῳ, καὶ τὰς ἐντολὰς αὐτὸς δεδωκώς. Πῶς οὖν ἀπολογεῖται; φησίν· Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. Εἶδες αὐθεντίαν; Καίτοι εἰ καταδεέστερος καὶ ἐλάττων ἦν τοῦ Πατρὸς, οὐκ ἔστι τὸ εἰρημένον ἀπολογία, ἀλλ' ἔγκλημα μεῖζον καὶ κατηγορία χαλεπωτέρα. Ὅταν γὰρ ποιῇ τις, ὃ τῷ μείζονι μόνῳ ποιεῖν ἔξεστιν, εἶτα ἁλοὺς ἐγκαλεῖται καὶ λέγει, ὅτι Ἐπειδὴ ὁ μείζων ἐποίησε, διὰ τοῦτο κἀγὼ ἐποίησα, οὐ μόνον οὐκ ἀπολύει τῶν ἐγκλημάτων ἑαυτὸν τούτῳ τῆς ἀπολογίας τῷ τρόπῳ, ἀλλὰ καὶ μείζονος μέμψεως καὶ κατηγορίας ὑπεύθυνον ἑαυτὸν καθίστησιν. Ὑπερηφανίας γὰρ καὶ ἀλαζονείας ἐστὶ, τὸ τοῖς μείζοσι τῆς ἀξίας ἐπιχειρεῖν πράγμασι. Καὶ ὁ Χριστὸς τοίνυν εἰ καταδεέστερος ἦν, οὐκ ἦν ἀπολογία τὸ λεγόμενον, ἀλλ' ἔγκλημα μεῖζον· ἐπειδὴ δὲ ἴσος αὐτῷ ἦν, διὰ τοῦτο οὐκ ἔστιν ἔγκλημα. Καὶ εἰ βούλεσθε, ἐπὶ ὑποδείγματος ὃ λέγω ποιήσω φανερόν. Τῷ βασιλεῖ φέρειν ἁλουργίδα, καὶ διάδημα ἔχειν ἐπὶ τῆς κεφαλῆς μόνῳ ἔξεστιν, ἑτέρῳ δὲ οὐδενί. Ἐὰν τοίνυν φανῇ τις τῶν πολλῶν τοῦτο τὸ σχῆμα περικείμενος, εἶτα καὶ εἰς δικαστήριον ἑλκόμενος λέγῃ, ὅτι Ἐπειδὴ ὁ βασιλεὺς τοῦτο τὸ σχῆμα περίκειται, διὰ τοῦτο κἀγὼ περίκειμαι, οὐ μόνον οὐκ ἀφίησιν ἑαυτὸν τῆς κατηγορίας, ἀλλὰ καὶ μείζονος κολάσεως καὶ τιμωρίας καθίστησιν ὑπεύθυνον τῷ τρόπῳ τῆς ἀπολογίας. Πάλιν τὸ τοὺς αἰσχίστους ἀφεῖναι 48.810 κολάσεως καὶ τιμωρίας, οἷον ἀνδροφόνους, λῃστὰς, τυμβωρύχους, καὶ τοὺς ἕτερα τοιαῦτα τετολμηκότας, βασιλικῆς ἐστι φιλοτιμίας μόνης. Κἂν τοίνυν τις δικαστὴς, τὸν καταδικασθέντα χωρὶς βασιλικῆς γνώμης ἀφεὶς, ἐγκαλῆται, καὶ λέγει καὶ αὐτὸς, ὅτι Ἐπειδὴ καὶ βασιλεὺς ἀφίησι, κἀγὼ ἀφίημι, οὐ μόνον οὐκ ἀπαλλάττεται τούτῳ τῷ τρόπῳ, ἀλλὰ καὶ μείζονα ἐξάπτει καθ' ἑαυτοῦ τὴν ὀργήν· καὶ μάλα εἰκότως. Οὐδὲ γὰρ δίκαιον ἐν ταῖς παροινίαις ἐπὶ τὴν τῶν μειζόνων αὐθεντίαν ἀναβαίνοντας τοὺς ὑποδεεστέρους, ἐκεῖθεν ἑαυτοῖς πορίζεσθαι τὴν ἀπολογίαν, ἐπειδὴ τοῦτο ὕβρις μείζων